De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Πρῶτον μὲν οὖν ἔγωγε θαυμάζω (ἡγοῦμαι δὲ καὶ πάντα ὁντιναοῦν
2.1.2
φρόνιμον τοῦτο συνορᾶν) ὅτι καθολικῆς ὁρισθείσης συνόδου καὶ ταύτην πάντων
2.1.3
προσδοκώντων ἐξαίφνης διῃρέθη· καὶ οἱ μὲν ἐκεῖ συνῆλθον, οἱ δὲ ὧδε
2.1.4
συνεκρότησαν ἑαυτούς. ἦν δὲ ἄρα τοῦτο τῆς προνοίας ἔργον, ἵνα ἐν ἑκάστῃ τῶν μὲν
2.1.5
τὸ ἄδολον καὶ καθαρὸν τῆς πίστεως δειχθῇ φρό νημα, τῶν δὲ τὸ ὕποπτον καὶ
2.1.6
ἀμφίβολον ἦθος ἐλεγχθῇ. ἔπειτα κἀκεῖνο διενοούμην μετὰ τῶν ἐνταῦθα γνησίων
2.1.7
ἀδελφῶν καὶ καθ' ἑαυτοὺς ἠσχάλλομεν θεωροῦντες τὸ ἀπρεπὲς τῆς 2. 2 τοσαύτης
2.1.8
συνδρομῆς. τί γὰρ τοσοῦτον ἤπειξεν, ὥστε τὴν οἰκουμένην διαταραχθῆναι καὶ τοὺς
2.1.9
λεγομένους ἐν τῷ καιρῷ τούτῳ κληρικοὺς διατρέχειν ἄνω καὶ κάτω καὶ ζητεῖν, πῶς
2.1.10
ἄρα μάθωσι πιστεύειν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν; εἰ γὰρ ἐπίστευον, οὐκ
2.3.1
ἂν ὡς μὴ ἔχοντες ἐζήτουν. τοῦτο δὲ τοῖς μὲν κατηχουμένοις οὐκ ὀλίγον
2.3.2
σκάνδαλον, τοῖς δὲ Ἕλλησιν οὐ τὸ τυχόν, ἀλλὰ καὶ πλατὺν γέλωτα παρέσχεν, εἰ
2.3.3
Χριστιανοὶ ὥσπερ ἐξ ὕπνου νῦν ἐγερθέντες ζητοῦσι, πῶς δεῖ περὶ Χριστοῦ πιστεύειν.
2.3.4
οἱ δὲ λεγόμενοι κληρικοὶ τού των καίτοι τὰ πρεσβεῖα παρὰ τῶν λαῶν ἐκδικοῦντες
2.3.5
ὡς διδάσκαλοι νῦν ἤλεγξαν ἑαυτοὺς 2. 4 ἀπίστους ζητοῦντες ὅπερ οὐκ ἔχουσι. καὶ
2.3.6
ἠγνόησαν οἱ περὶ Οὐρσάκιον τούτων αἴτιοι γενόμενοι, ὅσην ἑαυτοῖς ἐθησαύρισαν
2.3.7
ὀργὴν λέγοντος τοῦ κυρίου διὰ μὲν τῶν ἁγίων· «οὐαὶ δι' οὓς τὸ ὄνομά μου
2.3.8
βλασφημεῖται ἐν τοῖς ἔθνεσι», διὰ δὲ ἑαυτοῦ ἐν τοῖς εὐαγγελίοις· «ὃς οὖν ἐὰν
2.3.9
σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων, συμφέρει αὐτῷ, ἵνα μύλος ὀνικὸς κρε μασθῇ
2.3.10
εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ἢ ἵνα», ὡς ὁ
2.3.11
Λουκᾶς προσέθηκε, «σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα».