De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
35.1.1
Τοῦτο δὲ Σαδδουκαίων μᾶλλον καὶ τῶν παρ' Ἕλλησι λεχθέντων ἀθέων
35.1.2
ἐστὶ τὸ τόλ μημα. διὸ οὐδὲ τὴν κτίσιν αὐτοῦ τοῦ ὄντος θεοῦ δημιούργημα εἶναι
35.1.3
φήσετε, εἴ γε τὸ πατὴρ καὶ τὸ θεὸς οὐκ αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν σημαίνουσιν,
35.1.4
ἀλλ' ἕτερόν τι ὅπερ ὑμεῖς 35. 2 ἀναπλάττετε. ἀλλὰ τοῦτο δυσσεβὲς καὶ λίαν ἀπρεπές
35.1.5
ἐστι καὶ μόνον ἐνθυμεῖσθαι. εἰ δὲ ὅταν ἀκούωμεν «ἐγώ εἰμι ὁ ὢν» καὶ «ἐν ἀρχῇ
35.1.6
ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν» καὶ «ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου
35.1.7
κύριος εἷς ἐστι» καὶ «τάδε λέγει κύριος παντοκράτωρ», οὐχ ἕτερόν τι ἀλλ' αὐτὴν τὴν
35.1.8
ἁπλῆν καὶ μακαρίαν καὶ ἀκατάληπτον τοῦ ὄντος οὐσίαν νοοῦμεν, κἂν γὰρ ἀδυνάτως
35.1.9
ἔχωμεν καταλαβεῖν, ὅ τι ποτέ ἐστιν, ἀλλ' ἀκούοντες τὸ πατὴρ καὶ τὸ θεὸς καὶ τὸ
35.1.10
παντοκράτωρ οὐχ ἕτερόν τι, ἀλλ' αὐτὴν τὴν τοῦ ὄντος οὐσίαν 35. 3 σημαινομένην
35.1.11
νοοῦμεν. εἰρήκατε δὲ καὶ ὑμεῖς «ἐκ τοῦ θεοῦ τὸν υἱόν», δηλονότι «ἐκ τῆς οὐσίας τοῦ
35.1.12
πατρὸς» αὐτὸν εἰρήκατε. ἐπειδὴ δὲ καὶ πρὸ ὑμῶν λέγουσιν αἱ γραφαὶ τὸν κύριον
35.1.13
υἱὸν τοῦ πατρός, καὶ πρὸ αὐτῶν αὐτὸς ὁ πατὴρ εἴρηκεν «οὗτός ἐστιν ὁ υἱός μου ὁ
35.1.14
ἀγα 35. 4 πητός», υἱὸς δὲ οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκ τοῦ πατρὸς γέννημα· πῶς οὐ
35.1.15
φαίνονται καλῶς εἰρηκότες οἱ πατέρες ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν
35.1.16
λογισάμενοι ταυτὸν εἶναι τὸ εἰπεῖν ὀρθῶς ἐκ τοῦ θεοῦ καὶ τὸ εἰπεῖν ἐκ τῆς οὐσίας; τὰ
35.1.17
μὲν γὰρ κτίσματα πάντα, κἂν ἐκ τοῦ θεοῦ λέγηται γεγενῆσθαι, ἀλλ' οὐχ ὡς ὁ υἱός
35.1.18
εἰσιν ἐκ τοῦ θεοῦ· οὐ γὰρ γεννήματα, 35. 5 ἀλλὰ ποιήματά εἰσι τὴν φύσιν. «ἐν ἀρχῇ
35.1.19
γοῦν ὁ θεὸς» οὐκ «ἐγέννησεν» ἀλλ' «ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ
35.1.20
ἐν αὐτοῖς» εἴρηται. καὶ οὐχ «ὁ γεννῶν» ἀλλ' «ὁ 35. 6 ποιῶν τοὺς ἀγγέλους αὐτοῦ
35.1.21
πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα». εἰ δὲ ὁ ἀπόστολος εἴρηκεν·
35.1.22
«εἷς θεός, ἐξ οὗ τὰ πάντα», ἀλλ' οὐ τὸν υἱὸν συναριθμῶν τοῖς πᾶσι τοῦτό φησιν. ἀλλ'
35.1.23
ἐπειδὴ τῶν Ἑλλήνων οἱ μὲν νομίζουσι κατὰ τύχην καὶ ἐξ ἀτόμων συμ πλοκῆς καὶ
35.1.24
ὁμοιομερῶς ἐκ ταυτομάτου συνεστάναι τὴν κτίσιν καὶ μὴ ἔχειν τὸν αἴτιον, οἱ δὲ ἐξ
35.1.25
αἰτίου μὲν αὐτὴν γεγονέναι, οὐ μὴν καὶ διὰ τοῦ λόγου, τῶν δὲ αἱρετικῶν ἕκαστος ὡς
35.1.26
ἠθέλησεν ἀνεπλάσατο καὶ περὶ τῆς κτίσεως μυθολογεῖ, τούτου χάριν ὁ ἀπόστολος
35.7.1
ἀναγκαίως συνείρηκε τὸ ἐκ τοῦ θεοῦ· ἵνα καὶ τὸν ποιητὴν γνωρίσῃ καὶ τὴν ἐκ
35.7.2
τοῦ βου λήματος αὐτοῦ τῶν πάντων δημιουργίαν ἀποδείξῃ, εὐθὺς δ' οὖν ἐπιφέρει
35.7.3
«καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα», ἵνα τῶν πάντων ἐξάρῃ τὸν υἱόν. τὰ
35.7.4
γὰρ «ἐκ τοῦ θεοῦ» λεγόμενα πάντα ταῦτα δι' υἱοῦ γέγονε καὶ οὐχ οἷόν τε ὁμοίαν
35.7.5
ἔχειν τὰ δημιουργούμενα τῷ δημιουργοῦντι τὴν γένεσιν, καὶ ἵνα τὸ «ἐκ τοῦ θεοῦ»
35.7.6
λεγόμενον ὧδε ἄλλως ἐπὶ τῶν ποιημάτων αὐτὸ σημαίνεσθαι διδάξῃ, ἢ ὡς ἐπὶ υἱοῦ
35.7.7
λεγόμενον νοεῖται. ὁ μὲν γὰρ γέννημα, τὰ δὲ ποιήματά ἐστι. διὸ καὶ ὁ μὲν υἱὸς ἴδιον
35.7.8
τῆς οὐσίας γέννημα, τὰ δὲ τοῦ βουλήματος δημιουργήματα.