De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1.1
Καὶ περὶ μὲν τῶν ἐξ ὅλου τὴν σύνοδον ἀρνουμένων ἀρκεῖ πρὸς ἔλεγχον
41.1.2
τὰ ὀλίγα ταῦτα, πρὸς δὲ τοὺς ἀποδεχομένους τὰ μὲν ἄλλα πάντα τῶν ἐν Νικαίᾳ
41.1.3
γραφέντων, περὶ δὲ μόνον τὸ ὁμοούσιον ἀμφιβάλλοντας χρὴ μὴ ὡς πρὸς ἐχθροὺς
41.1.4
διακεῖσθαι. καὶ γὰρ καὶ ἡμεῖς οὐχ ὡς πρὸς Ἀρειομανίτας οὐδ' ὡς μαχομένους πρὸς
41.1.5
τοὺς πατέρας ἐνιστάμεθα, ἀλλ' ὡς ἀδελφοὶ πρὸς ἀδελφοὺς διαλεγόμεθα τὴν αὐτὴν
41.1.6
μὲν ἡμῖν διάνοιαν ἔχοντας, περὶ 41. 2 δὲ τὸ ὄνομα μόνον διστάζοντας. καὶ γὰρ
41.1.7
ὁμολογοῦντες ἐκ τῆς οὐσίας τοῦ πατρὸς εἶναι καὶ μὴ ἐξ ἑτέρας ὑποστάσεως τὸν υἱὸν
41.1.8
κτίσμα τε μὴ εἶναι μηδὲ ποίημα αὐτόν, ἀλλὰ γνήσιον καὶ φύσει γέννημα ἀιδίως τε
41.1.9
αὐτὸν συνεῖναι τῷ πατρὶ λόγον ὄντα καὶ σοφίαν οὐ μακράν εἰσιν ἀποδέξασθαι καὶ
41.1.10
τὴν τοῦ ὁμοουσίου λέξιν. τοιοῦτος δέ ἐστι Βασίλειος ὁ ἀπὸ Ἀγ 41. 3 κύρας γράψας
41.1.11
περὶ πίστεως. τὸ μὲν γὰρ «ὅμοιον» μόνον λέγειν «κατ' οὐσίαν» οὐ πάντως σημαίνει
41.1.12
καὶ τὸ «ἐκ τῆς οὐσίας», ἐξ οὗ μᾶλλον, ὡς καὶ αὐτοὶ εἰρήκασι, σημαίνεται τὸ γνήσιον
41.1.13
τοῦ υἱοῦ πρὸς τὸν πατέρα. καὶ γὰρ καὶ κασσίτερος ὅμοιός ἐστι μόνος τῷ ἀρ γύρῳ καὶ
41.1.14
λύκος τῷ κυνὶ καὶ χαλκὸς χρυσίζων τῷ ἀληθινῷ χρυσῷ, οὔτε δὲ κασσίτερος ἐκ 41. 4
41.1.15
τοῦ ἀργύρου τυγχάνει οὔτε λύκος ὡς υἱὸς τοῦ κυνὸς ἂν νομισθείη. ἐπειδὴ δὲ καὶ «ἐκ
41.1.16
τῆς οὐσίας» καὶ «ὁμοιοούσιον» αὐτὸν εἰρήκασι, τί ἕτερον σημαίνουσιν ἐκ τούτων ἢ
41.1.17
τὸ ὁμοούσιον; καὶ γὰρ ὥσπερ ὁ λέγων μόνον «ὁμοιοούσιον» οὐ πάντως καὶ τὸ ἐκ τῆς
41.1.18
οὐσίας γνωρίζει οὕτως ὁ λέγων ὁμοούσιον ἀμφοτέρων τοῦ τε ὁμοιοουσίου καὶ τοῦ
41.1.19
ἐκ τῆς οὐσίας 41. 5 σημαίνει τὴν διάνοιαν. καὶ αὐτοὶ γοῦν ἐνιστάμενοι πάλιν πρὸς
41.1.20
τοὺς κτίσμα λέγοντας εἶναι τὸν λόγον, καὶ μὴ θέλοντας αὐτὸν γνήσιον υἱὸν εἶναι ἐξ
41.1.21
ἀνθρωπίνων παραδειγμάτων υἱοῦ καὶ πατρὸς εἰλήφασι τὰς κατ' αὐτῶν ἀποδείξεις,
41.1.22
ἐξαιρουμένου τούτου ὅτι μὴ ὡς ἄν θρωπός ἐστιν ὁ θεὸς μηδὲ ὡς ἀνθρωπίνη γονὴ
41.1.23
οὕτως ἐστὶν ἡ τοῦ υἱοῦ γέννησις, ἀλλ' ὡς 41. 6 ἡ θεῷ πρέπουσα καὶ ἡμᾶς ἁρμόζουσα
41.1.24
νοεῖν. καὶ γὰρ καὶ πηγὴν εἰρήκασι τὸν πατέρα τῆς σοφίας καὶ τῆς ζωῆς, τὸν δὲ υἱὸν
41.1.25
ἀπαύγασμα φωτὸς ἀιδίου καὶ αὐτὸν εἶναι τὸ ἐκ τῆς πη γῆς γέννημα λέγοντα· «ἐγώ
41.1.26
εἰμι ἡ ζωὴ» καὶ «ἐγώ εἰμι ἡ σοφία, κατεσκήνωσα βουλήν». τὸ δὲ ἐκ φωτὸς
41.1.27
ἀπαύγασμα καὶ ἐκ πηγῆς γέννημα καὶ ἐκ πατρὸς υἱὸν πῶς ἄν τις ἁρμοζόντως 41. 7
41.1.28
ὀνομάσειεν ἢ ὁμοούσιον; ἆρ' οὖν μὴ ἐπειδὴ τὰ ἐξ ἀνθρώπων γεννήματα ὁμοούσιά
41.1.29
ἐστιν, εὐλαβεῖσθαι δεῖ μὴ καὶ ὁ υἱὸς λεγόμενος ὁμοούσιος νομισθείη καὶ αὐτὸς ὡς
41.1.30
ἀνθρώπινον γέν 41. 8 νημα; μὴ γένοιτο· οὐκ ἔστιν οὕτως. ἀλλὰ καὶ ταχεῖαν ἔχει τὴν
41.1.31
λύσιν τοῦτο· λόγος γάρ ἐστι καὶ σοφία τοῦ πατρὸς ὁ υἱός, ἐξ ὧν τὸ ἀπαθὲς καὶ τὸ
41.1.32
ἀμέριστον τῆς ἐκ πατρὸς γεννήσεως γνωρίζεται. λόγος γὰρ οὐδὲ ὁ τῶν ἀνθρώπων
41.1.33
μέρος ἐστὶν οὐδὲ κατὰ πάθος ἐξ αὐτῶν προέρχεται, μήτι γε ὁ τοῦ θεοῦ, ὃν υἱὸν εἶναι
41.1.34
ἑαυτοῦ ὁ πατὴρ ἐδήλωσεν, ἵνα μὴ πάλιν τις ἀκούων μόνον λόγον νομίσῃ τοιοῦτον
41.1.35
εἶναι, οἷός ἐστιν ὁ τῶν ἀνθρώπων ἀνυπόστατος, ἀλλ' ἀκούων ὅτι υἱός ἐστι γινώσκῃ
41.1.36
τοῦτον εἶναι ζῶντα λόγον καὶ ἐνούσιον σοφίαν.