Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
42.1.1
Ἔπειτα ὥσπερ τὸ γέννημα λέγοντες οὐκ ἀνθρωπίνως νοοῦμεν καὶ
42.1.2
πατέρα τὸν θεὸν εἰδότες οὐ σωματικήν τινα περὶ αὐτοῦ λαμβάνομεν ἔννοιαν, ἀλλὰ
42.1.3
τὰ μὲν παραδείγματα καὶ τὰς τοιαύτας λέξεις ἀκούομεν, ἁρμοζόντως δὲ περὶ θεοῦ
42.1.4
νοοῦμεν· οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός· οὕτως ἄρα καὶ τὸ ὁμοούσιον ἀκούοντες
42.1.5
ὑπερβαίνειν ὀφείλομεν πᾶσαν αἴσθησιν καὶ κατὰ τὴν θείαν παροιμίαν «νοητῶς
42.1.6
νοεῖν τὰ παρατιθέμενα ἡμῖν», ὥστε μέντοι γινώσκειν ὅτι μὴ θελήσει ἀλλὰ ἀληθῶς
42.1.7
υἱός ἐστιν ἐκ πατρὸς γνήσιος ὡς ἐκ πηγῆς ζωὴ καὶ φωτὸς ἀπαύ 42. 2 γασμα. ἢ διὰ τί
42.1.8
τὸ μὲν γέννημα καὶ τὸ υἱὸς οὐ σωματικῶς, τὸ δὲ ὁμοούσιον ὡς ἐπὶ σωμάτων
42.1.9
διανοούμεθα, καὶ μάλιστα ὅτι οὐ περὶ ἄλλου καὶ ἄλλου ἐστὶ τὰ λεγόμενα, ἀλλὰ περὶ
42.1.10
οὗ τὸ γέννημα, περὶ τούτου καὶ τὸ ὁμοούσιον ἐλέχθη, καὶ πρέπει τὴν αὐτὴν διάνοιαν
42.1.11
ἀμφοτέρων τῶν λέξεων ἐπὶ τοῦ σωτῆρος διασώζειν καὶ μὴ τὸ μὲν γέννημα καλῶς
42.1.12
ἐξηγεῖσθαι, τὸ δὲ ὁμοούσιον ἄλλως, ἐπεὶ ἀκόλουθόν ἐστιν οὕτω διακειμένους ὑμᾶς
42.1.13
καὶ λέγοντας λόγον καὶ σοφίαν τοῦ πατρὸς τὸν υἱὸν διάφορον ἔχειν καὶ περὶ τούτων
42.1.14
τὴν διάνοιαν, καὶ ἄλλως μὲν τὸν λόγον νοεῖν, ἑτέρως δὲ τὴν σοφίαν. ἀλλ' ὥσπερ
42.1.15
ἄτοπον τοῦτο, λόγος γὰρ καὶ σοφία τοῦ πατρός ἐστιν ὁ υἱὸς καὶ ἕν ἐστι τὸ ἐκ πατρὸς
42.1.16
γέννημα καὶ ἴδιον τῆς οὐσίας αὐτοῦ, οὕτως εἷς ἐστιν ὁ νοῦς τοῦ γεννήματος καὶ τοῦ
42.1.17
ὁμοουσίου καὶ ὁ φρονῶν γέννημα τὸν υἱὸν φρονεῖ τοῦτον ὀρθῶς καὶ ὁμοούσιον.

Intertext edge

Open linked passage

Note