Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
43.1.1
Αὐτάρκη μὲν οὖν ταῦτα δεῖξαι τῶν ἀγαπητῶν τὴν διάνοιαν μὴ
43.1.2
ἀλλοτρίαν μηδὲ μακρὰν οὖσαν τοῦ ὁμοουσίου. ἐπειδὴ δέ, ὡς αὐτοί φασι (τὴν γὰρ
43.1.3
ἐπιστολὴν οὐκ ἔσχον ἐγώ), οἱ τὸν Σαμοσατέα κατακρίναντες ἐπίσκοποι γράφοντες
43.1.4
εἰρήκασι μὴ εἶναι ὁμοούσιον τὸν υἱὸν τοῦ θεοῦ τῷ πατρί, καὶ λοιπὸν αὐτοὶ διὰ τὴν
43.1.5
πρὸς τοὺς εἰρηκότας εὐλάβειάν τε καὶ τιμὴν οὕτω περὶ τὴν λέξιν διάκεινται· καλὸν
43.1.6
μετ' αὐτῶν μετ' εὐλαβείας καὶ περὶ 43. 2 τούτου διασκέψασθαι. συγκρούειν μὲν
43.1.7
τούτους πρὸς ἐκείνους ἀπρεπές· πάντες γάρ εἰσι πατέρες· διακρίνειν δὲ πάλιν ὡς
43.1.8
οὗτοι μὲν καλῶς, ἐκεῖνοι δὲ τοὐναντίον εἰρήκασιν οὐχ ὅσιον· οἱ πάντες γὰρ
43.1.9
ἐκοιμήθησαν ἐν Χριστῷ. οὐ χρὴ δὲ φιλονεικεῖν οὐδὲ τῶν συνελθόντων τὸν ἀριθμὸν
43.1.10
συμβάλλειν, ἵνα μὴ δοκῶσιν οἱ πλείους τοὺς ἐλάττονας ἐπικρύπτειν, οὐδ' αὖ πάλιν
43.1.11
τὸν χρόνον ἀναμετρεῖν, ἵνα μὴ δοκῶσιν οἱ προλαβόντες ἀφανίζειν τοὺς μετὰ ταῦτα
43.3.1
γενομένους. οἱ πάντες γάρ, καθὰ προείρηται, πατέρες εἰσί· καὶ ὅμως οὐδὲ οἱ τʹ
43.3.2
νεώτερόν τι φρονήσαντες ἔγραψαν οὐδὲ ἑαυτοῖς καταθαρσήσαντες ἀγράφων
43.3.3
προέστησαν λέξεων, 43. 4 ἀλλ' ἐκ πατέρων ὁρμώμενοι καὶ αὐτοὶ τοῖς ἐκείνων
43.3.4
ἐχρήσαντο ῥήμασι. Διονύσιοι γὰρ δύο γεγόνασιν ἔμπροσθεν πολὺ τῶν ἑβδομήκοντα
43.3.5
τῶν καθελόντων τὸν Σαμοσατέα· τού των ὁ μὲν τῆς Ῥώμης, ὁ δὲ τῆς Ἀλεξανδρείας
43.3.6
ἦν ἐπίσκοπος. ἀλλά τινων αἰτιασαμένων παρὰ τῷ ἐπισκόπῳ Ῥώμης τὸν τῆς
43.3.7
Ἀλεξανδρείας ἐπίσκοπον ὡς λέγοντα ποίημα καὶ μὴ ὁμοούσιον τὸν υἱὸν τῷ πατρὶ ἡ
43.3.8
μὲν κατὰ Ῥώμην σύνοδος ἠγανάκτησεν, ὁ δὲ τῆς Ῥώμης ἐπίσκοπος τὴν πάντων
43.3.9
γνώμην γράφει πρὸς τὸν ὁμώνυμον ἑαυτοῦ. κἀκεῖνος λοιπὸν ἀπο λογούμενος τὸ
43.3.10
μὲν βιβλίον ἐπιγράφει «ἐλέγχου καὶ ἀπολογίας». γράφει δὲ ταῦτα πρὸς ἐκεῖνον·

Intertext edge

Open linked passage

Note