De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
49.1.1
Διὰ τοῦτο γὰρ καὶ τὸ ἰσάζον ἔχει πρὸς τὸν πατέρα ταῖς ἑνοειδέσι φωναῖς
49.1.2
καὶ τὰ ἐπὶ τοῦ πατρὸς λεγόμενα ταῦτα καὶ ἐπὶ υἱοῦ λέγουσιν αἱ γραφαὶ χωρὶς μόνου
49.1.3
τοῦ λέγεσθαι 49. 2 αὐτὸν πατέρα. αὐτὸς γὰρ εἶπεν ὁ υἱός· «πάντα ὅσα ἔχει ὁ πατὴρ
49.1.4
ἐμά ἐστι», τῷ τε πατρὶ ἔλεγε· «πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμά», οἷον τὸ θεός·
49.1.5
«θεὸς γὰρ ἦν ὁ λόγος», τὸ παντοκράτωρ· «τάδε λέγει ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος
49.1.6
ὁ παντοκράτωρ·», τὸ εἶναι φῶς· «ἐγώ εἰμι», φησί, «τὸ φῶς», τὸ δημιουργικὸν αἴτιον·
49.1.7
«πάντα γὰρ δι' αὐτοῦ ἐγένετο» καὶ «ἃ βλέπω τὸν πατέρα ποιοῦντα, ταῦτα κἀγὼ
49.1.8
ποιῶ», τὸ εἶναι ἀίδιον· «ἥ τε γὰρ ἀίδιος αὐτοῦ δύναμις καὶ θειότης» καὶ «ἐν ἀρχῇ ἦν
49.1.9
ὁ λόγος» καὶ «ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν
49.1.10
κόσμον», τὸ εἶναι κύριος· «ἔβρεξε γὰρ 49. 3 κύριος θεῖον καὶ πῦρ παρὰ κυρίου». καὶ ὁ
49.1.11
μὲν πατήρ φησιν· «ἐγὼ κύριος» καὶ «τάδε λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ», περὶ
49.1.12
δὲ τοῦ υἱοῦ ὁ Παῦλός φησιν· «εἷς κύριος Ἰησοῦς 49. 4 Χριστός, δι' οὗ τὰ πάντα». καὶ
49.1.13
τῷ μὲν πατρὶ λειτουργοῦσιν ἄγγελοι, ὁ δὲ υἱὸς 49. 4 προσκυνεῖται παρ' αὐτῶν· «καὶ
49.1.14
προσκυνησάτωσαν γὰρ αὐτῷ πάντες ἄγγελοι θεοῦ. λέγεται δὲ εἶναι καὶ κύριος
49.1.15
ἀγγέλων· «διηκόνουν γὰρ αὐτῷ οἱ ἄγγελοι» καὶ «ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου
49.1.16
τοὺς ἀγγέλους αὐτοῦ», τὸ τιμᾶσθαι ὡς τὸν πατέρα· «ἵνα γάρ», φησί, «τιμῶσι τὸν
49.1.17
υἱόν, καθὼς τιμῶσι τὸν πατέρα», τὸ εἶναι ἴσα θεῷ· «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι
49.1.18
ἴσα θεῷ», τὸ εἶναι ἐξ ἀληθινοῦ ἀλήθειαν καὶ ἐκ ζῶντος ζωὴν ὡς πηγῆς ὄντος τοῦ
49.1.19
πατρός, τὸ ζωοποιεῖν τὸν υἱὸν καὶ ἐγείρειν τοὺς νεκροὺς ὥσπερ ὁ πατήρ· οὕτω 49. 5
49.1.20
γὰρ ἐν τῷ εὐαγγελίῳ γέγραπται, καὶ περὶ μὲν τοῦ πατρὸς γέγραπται· «κύριος ὁ θεός
49.1.21
σου κύριος εἷς ἐστι» καὶ «θεὸς θεῶν κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν», περὶ δὲ
49.1.22
τοῦ υἱοῦ· «θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν «καὶ «ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν
49.1.23
Σιών». πάλιν τε περὶ μὲν τοῦ θεοῦ φησιν ὁ Ἡσαίας· «τίς θεὸς ὥσπερ σὺ ἐξαίρων
49.1.24
ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας;» ὁ δὲ υἱὸς ἔλεγεν οἷς ἤθελεν· «ἀφέωνταί σου αἱ
49.1.25
ἁμαρτίαι», ὅτε καὶ τῶν Ἰουδαίων γογγυζόντων ἔργῳ τὴν ἄφεσιν ἐδείκνυε λέγων τῷ
49.1.26
παραλυτικῷ· «ἔγειραι, ἆρον τὸν κράββατόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου». καὶ
49.1.27
περὶ μὲν τοῦ θεοῦ ἔλεγεν ὁ Παῦλος· «τῷ δὲ βασιλεῖ τῶν αἰώνων», περὶ δὲ τοῦ υἱοῦ ὁ
49.1.28
μὲν Δαυὶδ ἔψαλλεν· «ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε, πύλαι αἰώνιοι,
49.1.29
καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης», ὁ δὲ Δανιὴλ ἤκουσεν· «ἡ βασιλεία αὐτοῦ
49.1.30
βασιλεία αἰώνιος» καὶ «ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται». καὶ ὅλως ὅσα ἂν
49.1.31
εὕροις περὶ τοῦ πατρὸς λεγόμενα, τοσαῦτα ἂν εὕροις καὶ περὶ τοῦ υἱοῦ λεγόμενα
49.1.32
χωρὶς μόνου τοῦ εἶναι αὐτὸν πατέρα, καθάπερ εἴρηται.