Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
50.1.1
Εἰ μὲν οὖν ἄλλην ἀρχὴν ἐνθυμεῖταί τις καὶ ἄλλον πατέρα διὰ τὸ ἰσάζον
50.1.2
τῶν λεγο μένων, μανικὸν τὸ ἐνθύμημα, εἰ δὲ διὰ τὸ ἐκ τοῦ πατρὸς εἶναι τὸν υἱὸν
50.1.3
πάντα τὰ τοῦ πατρὸς ὡς ἐν εἰκόνι καὶ χαρακτῆρι τοῦ υἱοῦ ἐστι, λογισώμεθα εὐμενῶς,
50.1.4
εἰ ξένη οὐσία τῆς τοῦ πατρὸς οὐσίας δεκτικὴ τῶν τοιούτων ἐστί, καὶ εἰ ὁ τοιοῦτος
50.1.5
ἑτεροφυὴς καὶ ἀλλοτριοούσιός ἐστι, 50. 2 καὶ οὐχ ὁμοούσιος τῷ πατρί. εὐλαβητέον
50.1.6
γὰρ μὴ τὰ τοῦ πατρὸς ἴδια μεταφέροντες ἐπὶ τὸ ἀνομοιοούσιον αὐτῷ καὶ ἐν
50.1.7
ἀνομοιογενεῖ καὶ ἀλλοτριοουσίῳ χαρακτηρίζοντες τὴν τοῦ πατρὸς θεότητα, ξένην
50.1.8
μὲν ἄλλην εἰσάξωμεν οὐσίαν, δεκτικὴν τῶν τῆς πρώτης οὐσίας ἰδιωμάτων,
50.1.9
ἐντραπῶμεν δὲ ὑπ' αὐτοῦ τοῦ θεοῦ λέγοντος· «τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω» καὶ
50.1.10
εὑρεθῶμεν προσκυνοῦντες τῷ ἀλλοτρίῳ καὶ νομισθῶμεν εἶναι τοιοῦτοι, οἷοι ἦσαν οἱ
50.1.11
τότε Ἰουδαῖοι λέγοντες· «διὰ τί σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν», ὅτε καὶ τὰ
50.1.12
τοῦ πνεύ ματος μεταφέροντες ἐβλασφήμουν λέγοντες ὅτι· «ἐν Βεελζεβοὺλ ἐκβάλλει
50.1.13
τὰ δαιμόνια». 50. 3 εἰ δὲ τοῦτο ἀπρεπές, δῆλον ὅτι οὐκ ἀνομοιοούσιος ἂν εἴη ὁ υἱός,
50.1.14
ἀλλὰ ὁμοούσιος τῷ πατρί· καὶ γὰρ εἰ τὰ τοῦ πατρὸς φυσικῶς τοῦ υἱοῦ ἐστιν, αὐτός τε
50.1.15
ὁ υἱὸς ἐκ τοῦ πατρός ἐστι καὶ διὰ τὴν τοιαύτην ἑνότητα τῆς θεότητος καὶ τῆς φύσεως
50.1.16
αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι, καὶ «ὁ ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα «, εἰκότως
50.1.17
ἐλέχθη παρὰ τῶν πατέρων ὁμοούσιος, οὐ γὰρ ἑτεροουσίου τὰ τοιαῦτα ἔχειν ἐστί.

Intertext edge

Open linked passage

Note