De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Αἱ δὲ νῦν κινούμεναι παρ' αὐτῶν σύνοδοι ποίαν ἔχουσιν εὔλογον αἰτίαν;
6.1.2
εἰ μὲν γὰρ καινοτέρα τις ἄλλη γέγονεν αἵρεσις μετὰ τὴν ἀρειανήν, εἰπάτωσαν τὰ τῆς
6.1.3
ἐπινοίας αὐτῆς ῥήματα καὶ τίνες οἱ ταύτην ἐφευρόντες εἰσί, γράφοντές τε
6.1.4
ἀναθεματιζέτωσαν τὰς πρὸ τῆς συνόδου ταύτης αἱρέσεις, ἐν αἷς ἐστι καὶ ἡ ἀρειανή,
6.1.5
ὥσπερ οἱ ἐν Νικαίᾳ πεποιήκασιν, ἵνα δόξωσι καὶ αὐτοὶ πιθανήν τινα πρόφασιν ἔχειν
6.1.6
τοῦ καινότερα λέγειν· εἰ δὲ μηδέν τι τοιοῦτον γέγονε, μηδὲ δύνανται δεῖξαι (αὐτοὶ δὲ
6.1.7
μᾶλλον ἔχοντες τὴν ἀσέβειαν Ἀρείου ταῦτα φθέγγονται καὶ καθημέραν ἐλεγχόμενοι
6.1.8
μεταβάλλονται), τίς ἡ χρεία τῶν συνόδων ἀρκούσης τῆς ἐν Νικαίᾳ γενομένης πρός
6.1.9
τε τὴν ἀρειανὴν καὶ 6. 2 τὰς ἄλλας αἱρέσεις, ἃς κατέκρινε πάσας διὰ τῆς ὑγιαινούσης
6.1.10
πίστεως. καὶ γὰρ καὶ ὁ θρυλούμενος Ἀέτιος ὁ ἐπικληθεὶς Ἄθεος οὐκ ἰδίαν ἐφευρὼν
6.1.11
μανίαν θρασύνεται, ἀλλ' εἰς τὴν ἀρειανὴν ἑτεροδοξίαν χειμαζόμενος ἐναυάγησε καὶ
6.1.12
αὐτὸς μετὰ τῶν ἀπατηθέντων παρ' αὐτοῦ. μάτην γοῦν περιτρέχοντες προφασίζονται
6.1.13
διὰ πίστιν ἠξιωκέναι γενέσθαι τὰς συνόδους. ἔστι μὲν γὰρ ἱκανωτέρα πάντων ἡ θεία
6.1.14
γραφή, εἰ δὲ καὶ συνόδου χρεία περὶ τούτου, ἔστι τὰ τῶν πατέρων. καὶ τούτου γὰρ
6.1.15
οὐκ ἠμέλησαν οἱ ἐν Νικαίᾳ συνελθόντες, ἀλλὰ καὶ ἔγραψαν οὕτω καλῶς, ὥστε τοὺς
6.1.16
γνησίως ἐντυγχάνοντας τοῖς ἐκείνων γράμμασι δύνασθαι παρ' αὐτῶν
6.1.17
ὑπομιμνήσκεσθαι τὴν ἐν ταῖς θείαις γραφαῖς καταγγελλομένην εἰς Χριστὸν
6.1.18
εὐσέβειαν .