Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Οὐκοῦν, ἐπειδὴ μηδὲν εὔλογόν ἐστι παρ' αὐτοῖς, ἀποροῦσι δὲ πανταχόθεν,
7.1.2
καίτοι καὶ προφάσεις πλάττοντες, τοῦτο λοιπὸν αὐτοῖς περιλείπεται λέγειν· ἡμεῖς
7.1.3
ἀντιλέγοντες τοῖς πρὸ ἡμῶν καὶ παραβαίνοντες τὰς τῶν πατέρων παραδόσεις
7.1.4
ἠξιώσαμεν σύνοδον γενέσθαι. ἀλλὰ πάλιν φοβηθέντες μὴ πάλιν εἰς ἓν συνελθόντων
7.1.5
μάταιος ἡμῖν ἡ σπουδὴ γένηται, ἠξιώσαμεν εἰς δύο διαιρεθῆναι τὴν σύνοδον, ἵνα ἐν
7.1.6
μέρει γενόμενοι δείξαντες ἅπερ ἐγράψαμεν ὑφαρπάσαι δυνηθῶμεν τὸ πλέον
7.1.7
ἀπειλοῦντες τὸν προιστάμενον τῆς ἀσεβείας Κωνστάντιον, καὶ οὕτω τὰ μὲν ἐν
7.1.8
Νικαίᾳ πραχθέντα σχολάσαι ποιήσωμεν 7. 2 σχηματισάμενοι τὴν ἁπλότητα τῶν
7.1.9
γραφέντων παρ' ἡμῶν. ταῦτα δὲ εἰ καὶ μὴ τοῖς ῥήμασιν αὐτοῖς εἰρήκασιν, ἀλλὰ τῇ
7.1.10
διανοίᾳ ταύτῃ πάντα πεποιήκασί τε καὶ διετάραξαν. ἀμέλει πολλὰ πολλάκις
7.1.11
εἰρηκότες καὶ γράψαντες ἐν διαφόροις συνόδοις οὐδε πώποτε περὶ τῆς ἀρειανῆς
7.1.12
αἱρέσεως ὡς φαύλης ἐμνημόνευσαν, ἀλλ' εἰ καί ποτε παρόντες τινὲς τὰς αἱρέσεις
7.1.13
διέβαλλον, αὐτοὶ τὴν ἀρειανὴν ἐξεδίκουν, ἣν ἡ ἐν Νικαίᾳ σύνοδος 7. 3 ἀνεθεμάτισε,
7.1.14
καὶ μᾶλλον οὗτοι τοὺς τὰ Ἀρείου λέγοντας γνησίως ἐδέχοντο. μέγα μὲν οὖν καὶ
7.1.15
τοῦτο τεκμήριον, ὅτι μὴ δι' ἀλήθειαν, ἀλλ' ἐπ' ἀναιρέσει τῶν ἐν Νικαίᾳ πραχθέντων
7.1.16
ἡ ἐπίνοια τῶν νῦν συνόδων ἦν· ἃ δὲ καὶ ἐν αὐταῖς ταῖς συνόδοις παρ' αὐτῶν καὶ τῶν
7.1.17
ὁμοίων πέπρακται, δείκνυσιν οὐδὲν ἧττον εἶναι ταῦτα ἀληθῆ. λοιπὸν γὰρ ἀναγκαῖον
7.1.18
ὡς ἕκαστα γέγονε δηλῶσαι.

Intertext edge

Open linked passage

Note