De synodis Arimini in Italia et Seleuciae in Isauria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Τούτων ἀναγνωσθέντων οὐ μακρὰν ἐγνώσθη τῶν γραψάντων ἡ
9.1.2
πανουργία. Τῶν γὰρ ἐπισκόπων προτεινάντων ἀναθεματισθῆναι τὴν ἀρειανὴν
9.1.3
αἵρεσιν μετὰ καὶ τῶν ἄλλων αἱρέσεων πάντων τε ἐπὶ τούτῳ συνθεμένων Οὐρσάκιος
9.1.4
καὶ Οὐάλης καὶ οἱ σὺν αὐτοῖς ἀνένευον. καὶ λοιπὸν κατεγνώσθησαν ὡς οὐ γνησίως,
9.1.5
ἀλλ' ἐπ' ἀναιρέσει τῶν ἐν Νικαίᾳ πραχθέντων γράψαντες ταῦτα, ἵνα τὴν δυσώνυμον
9.1.6
αἵρεσιν ἀντεισάξωσι. 9. 2 θαυμάσαντες γοῦν ἐπὶ τοῖς δολίοις αὐτῶν ῥήμασι καὶ
9.1.7
πανούργῳ προαιρέσει ἔλεγον· «ἡμεῖς οὐ δεόμενοι πίστεως συνήλθομεν (ἔχομεν γὰρ
9.1.8
ἐν ἑαυτοῖς ὑγιαίνουσαν τὴν πίστιν), ἀλλ' ἵνα τοὺς ἀντιλέγοντας τῇ ἀληθείᾳ καὶ
9.1.9
καινοτομεῖν ἐπιχειροῦντας ἐντρέψωμεν. εἰ μὲν οὖν ὑμεῖς ὡς νῦν ἀρχόμενοι
9.1.10
πιστεύειν ἐγράψατε ταῦτα, οὔπω ἐστὲ κληρικοὶ ἀρχὴν ἔχοντες τοῦ κατηχεῖσθαι, εἰ δὲ
9.1.11
τῇ γνώμῃ ᾗ συνήλθομεν ἡμεῖς ταύτην καὶ ὑμεῖς ἔχοντες ἀπηντήσατε, ἔστω πάντων
9.1.12
ὁμοφροσύνη καὶ τὰς μὲν αἱρέσεις ἀναθέματι ἀναθεματίσωμεν, τὰ δὲ τῶν πατέρων
9.1.13
φυλάξωμεν ὑπὲρ τοῦ μηκέτι διατρέχειν προφάσεις συνόδων ἅπαξ προλαβόντων τῶν
9.1.14
ἐν Νικαίᾳ συνελθόντων καὶ πάντα πραξάντων ὑπὲρ τῆς καθολικῆς 9. 3 ἐκκλησίας».
9.1.15
ἀλλὰ καὶ οὕτω τῶν ἐπισκόπων πάλιν πάντων συνθεμένων ἀνένευσαν οἱ
9.1.16
προειρημένοι, καὶ λοιπὸν καταγνόντες αὐτῶν ὡς ἀμαθῶν δολίων τε καὶ μᾶλλον
9.1.17
αἱρετικῶν τῇ μὲν ἐν Νικαίᾳ γενομένῃ συνόδῳ συνεψηφίσαντο πάντες καὶ ταύτῃ
9.1.18
πάντες ἔκριναν ἀρκεῖσθαι, τοὺς δὲ προειρημένους Οὐρσάκιον καὶ Οὐάλεντα
9.1.19
Γερμίνιον Αὐξέντιον Γάιον Δημόφιλον αἱρετικοὺς ἀπέφηναν καὶ καθελόντες αὐτοὺς
9.1.20
ὡς μὴ ὄντας ἀληθῶς Χριστια νούς, ἀλλ' Ἀρειανοὺς ἔγραψαν κατ' αὐτῶν Ῥωμαιστὶ
9.1.21
μέν, ἑρμηνευθέντα δὲ Ἑλληνιστὶ κατὰ δύναμιν ταῦτα·
9.1.22
10. t Ἀντίγραφον ἐπιστολῆς παρὰ τῆς συνόδου πρὸς τὸν
9.1.23
Αὔγουστον Κωνστάντιον