Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad Epictetum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1
ταῦτα δὲ οὕτω γράφω ἐντυχὼν τοῖς παρὰ τῆς σῆς θεοσεβείας πραχθεῖσιν ὑπομνήμασιν, ἃ μηδὲ γραφῆναι ὤφελον, ἵνα μηδὲ μνήμη τις τούτων τοῖς μετὰ ταῦτα γένηται. τίς γὰρ ἤκουσε τοιαῦτα πώποτε; τίς ὁ διδάξας ἢ μαθών; ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται νόμος θεοῦ καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ· ταῦτα δὲ πόθεν ἐξῆλθεν; ποῖος Ἅιδης ἠρεύξατο ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι; ἢ ὅτι ὁ λόγος εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ ὅλον σῶμα μετα βέβληται, καὶ ἠλλάγη τῆς ἰδίας φύσεως; τίς δὲ ἤκουσεν ἐν ἐκκλησίᾳ ἢ ὅλως παρὰ Χριστιανῶν, ὅτι θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ κύριος; ἢ τίς τοσοῦτον ἠσέβησεν, ὥστε εἰπεῖν ἅμα καὶ φρονεῖν, ὅτι ἡ θεότης αὐτὴ ἡ ὁμοούσιος τῷ πατρὶ περιετμήθη καὶ ἀτελὴς ἐκ τελείου γέγονεν, καὶ τὸ ἐν ξύλῳ καθηλούμενον οὐκ ἦν τὸ σῶμα, ἀλλ' αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας; τίς δὲ ἀκούων, ὅτι οὐκ ἐκ Μαρίας, ἀλλ' ἐκ τῆς ἑαυτοῦ οὐσίας μετεποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα; τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν, ὅτι ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα οὐκέτι τριάδα, ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος εἶναι λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ· πόθεν δὲ πάλιν ἠρεύξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὥστε εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐ διον αὐτῷ διὰ παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς οὐσίας τῆς σοφίας συνέ στη; πῶς δὲ καὶ ἀμφιβάλλειν ἐτόλμησαν οἱ λεγόμενοι Χριστιανοί, εἰ ὁ ἐκ Μαρίας προελθὼν κύριος υἱὸς μὲν τῇ οὐσίᾳ καὶ φύσει τοῦ θεοῦ ἐστιν, τὸ δὲ κατὰ σάρκα ἐκ σπέρματός ἐστι Δαβίδ, σαρκὸς δὲ τῆς ἁγίας Μαρίας· τίνες δὲ ἄρα οὕτω τολμηροὶ γεγόνασιν, ὥστε εἰπεῖν τὸν Χριστὸν τὸν σαρκὶ παθόντα καὶ ἐσταυρωμένον μὴ εἶναι κύριον καὶ σωτῆρα καὶ θεὸν καὶ υἱὸν τοῦ πατρός; ἢ πῶς Χριστιανοὶ θέλουσιν ὀνομάζεσθαι οἱ λέγοντες εἰς ἄνθρωπον ἅγιον ὡς ἐπὶ ἕνα τῶν προφητῶν ἐληλυθέναι τὸν λόγον, καὶ μὴ αὐτὸν ἄνθρωπον γεγονέναι λαβόντα ἐκ Μαρίας τὸ σῶμα, ἀλλ' ἕτερον εἶναι τὸν Χριστὸν καὶ ἕτερον τὸν τοῦ θεοῦ λόγον, τὸν πρὸ Μαρίας καὶ πρὸ αἰώνων υἱὸν ὄντα τοῦ πατρός; ἢ πῶς εἶναι Χριστιανοὶ δύνανται οἱ λέγοντες ἄλλον εἶναι τὸν υἱὸν καὶ ἄλλον τὸν τοῦ θεοῦ λόγον;

Intertext edge

Open linked passage

Note