Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad Epictetum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
ἀλλ' οὐκ ἔστιν οὕτω, μὴ γένοιτο, σπέρματος γὰρ Ἀβραὰμ ἐπι λαμβάνεται, ὡς εἶπεν ὁ ἀπόστολος· ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι καὶ λαβεῖν ὅμοιον ἡμῖν σῶμα. διὰ τοῦτο γοῦν καὶ ὑπόκειται ἀληθῶς ἡ Μαρία, ἵν' ἐξ αὐτῆς τοῦτο λάβῃ καὶ ὡς ἴδιον ὑπὲρ ἡμῶν αὐτὸ προσενέγκῃ· καὶ ταύτην ὁ μὲν Ἡσαΐας προφητεύων ἐδείκνυε λέγων, ἰδοὺ ἡ παρθένος, ὁ δὲ Γαβριὴλ ἀποστέλλεται πρὸς αὐτήν, οὐχ ἁπλῶς πρὸς παρθένον, ἀλλὰ πρὸς παρθένον μεμνηστευ μένην ἀνδρί, ἵν' ἐκ τοῦ μνηστῆρος δείξῃ τὴν Μαρίαν ἀληθῶς ἄνθρω πον οὖσαν· καὶ τοῦ τίκτειν μνημονεύει ἡ γραφὴ καί φησιν, ἐσπαργάνωσεν, καὶ ἐμακαρίζοντο μαστοὶ, οὓς ἐθήλασεν· καὶ προσηνέχθη θυσία, ὡς διανοίξαντος τοῦ τεχθέντος τὴν μήτραν. ταῦτα δὲ πάντα τικτούσης ἦν παρθένου γνωρίσματα, καὶ ὁ Γαβριὴλ δὲ ἀσφαλῶς εὐηγγελίζετο αὐτῇ λέγων οὐχ ἁπλῶς τὸ γεννώμενον ἐν σοί, ἵνα μὴ ἔξωθεν ἐπεισαγόμενον αὐτῇ σῶμα νομισθῇ, ἀλλ' ἐκ σοῦ, ἵν' ἐξ αὐτῆς φύσει τὸ γεννώμενον εἶναι πιστευθῇ, φανερῶς καὶ τοῦτο τῆς φύσεως δεικνυούσης, ὡς ἀδύνατον παρθένον φέρειν γάλα μὴ τεκοῦσαν, καὶ ἀδύνατον γάλακτι τρα φῆναι σῶμα καὶ σπαργανωθῆναι μὴ πρότερον φύσει τεχθέν. τοῦτό ἐστι τὸ περιτμηθὲν ὀκταήμερον, τοῦτο Συμεὼν εἰς τὰς ἀγκάλας ἐδέξατο, τοῦτο γέγονε παιδίον, καὶ ηὔξησε δωδεκαετὴς γενόμενος, καὶ εἰς τὸν τριακοστὸν ἐνιαυτὸν ἦλθεν. οὐ γάρ, ὥς τινες ὑπενόησαν, ἡ οὐσία αὐτὴ τοῦ λόγου τραπεῖσα περιετμήθη, ἀναλλοίωτος οὖσα καὶ ἄτρεπτος, λέγοντος μὲν αὐτοῦ τοῦ σωτῆρος, ἴδετέ με, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι, τοῦ δὲ Παύλου γρά φοντος, Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. ἀλλ' ἐν τῷ περιτμηθέντι σώματι καὶ βασταχθέντι καὶ φαγόντι καὶ καμόντι καὶ ἐν ξύλῳ καθηλωθέντι καὶ παθόντι ἦν ὁ ἀπαθὴς καὶ ἀσώματος τοῦ θεοῦ λόγος. τοῦτο ἦν τὸ ἐν μνημείῳ τεθέν, ὅτε αὐτὸς ἐπορεύθη κηρύξαι καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν, ὡς εἶπεν ὁ Πέτρος.

Intertext edge

Open linked passage

Note