Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistula ad Epictetum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
ταῦτα οὕτω λέγοντες οὐ νοοῦσιν, ὅπως ἑαυτοῖς περιπίπτουσιν. καὶ γὰρ κἂν μὴ ἐκ Μαρίας λέγωσι τὸ σῶμα, ἀλλ' ὁμοούσιον αὐτὸ τῷ λόγῳ, οὐδὲν ἧττον ἢ ὅπερ ὑπεκρίναντο, μὴ ἄρα ὡς φρονοῦντες νομισθῶσιν, τοῦτο κατὰ τὴν αὐτῶν ἔννοιαν δειχθήσονται λέγοντες τετράδα. ὡς γὰρ ὁ υἱὸς κατὰ τοὺς πατέρας ὁμοούσιος ὢν τῷ πατρὶ οὐκ ἔστιν αὐτὸς ὁ πατήρ, ἀλλ' υἱὸς πρὸς πατέρα λέγεται ὁμοούσιος, οὕτω τὸ ὁμοούσιον σῶμα τοῦ λόγου οὐκ ἔστιν αὐτὸς ὁ λόγος, ἀλλ' ἕτερον πρὸς τὸν λόγον· ἑτέρου δὲ ὄντος ἔσται κατ' αὐτοὺς ἡ αὐτῶν τριὰς τετράς. οὐ γὰρ ἡ ἀληθινὴ καὶ ὄντως τελεία καὶ ἀδιαίρετος τριὰς δέχεται προσθήκην, ἀλλ' ἡ παρὰ τούτων ἐπινενοημένη. καὶ πῶς ἔτι Χριστι ανοί, ἕτερον παρὰ τὸν ὄντα θεὸν ἐπινοοῦντες; πάλιν γὰρ καὶ ἐν τῷ ἑτέρῳ αὐτῶν σοφίσματι τὴν ἀφροσύνην ἔξεστιν ὁρᾶν. εἰ διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς, ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης διὰ τὸ σῶμα, πολὺ πλανῶνται τὸ ποίημα συν εξισοῦντες τῷ ποιητῇ, καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεότητα προσ θήκην λαμβάνειν· καὶ ἠγνόησαν, ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε σὰρξ ὁ λόγος, ἀλλ' ἵνα ἡ σὰρξ ἀναστῇ, οὐδ' ἵνα βελτιωθῇ ὁ λόγος, προῆλθεν ἐκ Μαρίας, ἀλλ' ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. πῶς οὖν οἴονται τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσ θήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν; μᾶλλον γὰρ αὐτῷ τῷ ἀνθρωπίνῳ σώματι προσθήκη μεγάλη γέγονεν ἐκ τῆς τοῦ λόγου πρὸς αὐτὸ κοινωνίας τε καὶ ἑνώσεως· ἀπὸ γὰρ θνητοῦ γέγονεν ἀθάνα τον, καὶ ψυχικὸν ὂν γέγονε πνευματικόν, καὶ ἐκ γῆς γενόμενον τὰς οὐρα νίους διέβη πύλας. ἡ μέντοι τριὰς καὶ λαβόντος ἐκ Μαρίας σῶμα τοῦ λόγου τριάς ἐστιν οὐ δεχομένη προσθήκην οὐδὲ ἀφαίρεσιν· ἀλλ' ἀεὶ τελεία ἐστίν, καὶ ἐν τριάδι μία θεότης γινώσκεται, καὶ οὕτως ἐν τῇ ἐκκλησίᾳ εἷς θεὸς κηρύττεται ὁ τοῦ λόγου πατήρ.

Intertext edge

Open linked passage

Note