Homilia in illud Euntem autem illo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.1
Ταῦτα δέ εἰσι τὰ ἠθικὰ παιδεύματα ὡς προείπομεν. χαίρουσιν οὖν οἱ μαθηταὶ χαρὰν μεγάλην. καὶ γὰρ κατὰ ἀλήθειαν χαρᾶς ἐστιν ἄξιον μεγάλης ἐπὶ τούτοις πᾶσιν, οἷς ὁ Ἰησοῦς ἐπιδημήσας εὐεργέτησε τὴν ἀνθρωπότητα.
10.2.1
ἐπιμεληθῶμεν οὖν καὶ ἡμεῖς τῶν τῆς διανοίας ὀφθαλμῶν καὶ γενώμεθα μαθηταὶ τῆς σοφίας, ὅπως ἴδωμεν τὰς δυνάμεις τὰς καθ' ἑκάστην ὥραν διακονούσας τῷ Ἰησοῦ.
10.3.1
τηλικούτων οὖν ἀγαθῶν καταξιωθέντες χαίρωμεν καὶ ἡμεῖς χαρὰν μεγάλην, διότι κατηξίωσεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐπιδημῆσαι πρὸς ἡμᾶς καὶ παθεῖν ὑπὲρ ἡμῶν.
10.4.1
ἀνέστη τριήμερος ἐκ τῶν νεκρῶν σκυλεύσας τὸν ᾅδην, τὸν ἐχθρὸν καταπατήσας, τῆς θλιβούσης ἡμᾶς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας.
10.5.1
διὸ καὶ «συνήγειρεν ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις,» «ἐν δεξιᾷ τῆς μεγαλωσύνης» τοῦ πατρός, «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν ἀνῆλθεν αὐτὸς ὁ Χριστὸς» «αἰωνίαν λύτρωσιν εὑράμενος.»
10.6.1
εἴπωμεν οὖν καὶ ἡμεῖς μεγάλῃ τῇ φωνῇ· «ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» 10. 7 προσκυνήσωμεν οὖν πατέρα σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι· τρεῖς μὲν ὑποστάσεις κηρύττοντες μίαν θεότητα ὁμολογοῦντες.
10.8.1
ἀρετὴν προτιμήσωμεν, ἀγαπητοί, καὶ τοὺς ὑπὲρ ταύτης πόνους ἑκουσίως ἀσπασώμεθα· ἐγκράτειαν ἀσκήσωμεν, τῶν πτωχῶν μνημονεύσωμεν.
10.9.1
οὕτω γὰρ διάγοντες καὶ βασιλείαν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.