Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia in illud Euntem autem illo
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Homilia in illud: Euntem autem illo Τοῦ αὐτοῦ Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τό· «πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ·» «ὁ δὲ πλεῖστος ὄχλος» ἔχαιρε «χαρὰν μεγάλην» καὶ ἔκραζεν· «ὠσαννὰ ἐν τοῖς ὑψίστοις.»
1.1.1
Ἐὰν τὰ καθ' ἕκαστα τῶν ἐξ ἀρχῆς γενομένων πραγμάτων σκοπήσωμεν, ἄπειρά ἐστιν. εἰ οὖν τῶν βλεπομένων καὶ γενομένων παρὰ τοῦ θεοῦ μνησθῆναί τις οὐ δύναται, πῶς ἂν τὰ κεκρυμμένα αὐτοῦ κατα νοῆσαί τις δυνηθείη;
1.2.1
«τὰ γὰρ πλείονα,» φησί, «τῶν ἔργων τοῦ θεοῦ ἐν ἀποκρύφοις ἐστίν.» οὐκοῦν ἐστιν ἔργα τοῦ θεοῦ ἀόρατα ἅτινα «ἐν ἀποκρύφοις» τυγχάνει, περὶ ὧν καὶ ὁ θεσπέσιος ἀπόστολος συμμαρτυρεῖ καὶ λέγει· «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται.» ἀληθῶς γὰρ «ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» 1. 3 ἀμέλει καὶ ὁ προφήτης τῆς αὐτῆς ἐχόμενος γνώμης ἔλεγε· «κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην.» 1. 4 ζητήσωμεν οὖν καὶ ἡμεῖς «πρῶτον τὴν βασιλείαν αὐτοῦ, καὶ» οὕτω «ταῦτα πάντα προστεθήσεται» ἡμῖν· οὕτω γὰρ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ χριστὸς ἐν εὐαγγελίοις διδάσκει λέγων· «ζητεῖτε καὶ εὑρήσετε.» 1. 5 ζητοῦμεν δὲ ἡμεῖς οὐ μαργαρίτας οὐδὲ ὑακίνθους, ἅπερ οἱ ἀπει ρόκαλοι τεθαυμάκασιν· ἀλλὰ ζητοῦμεν «θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην,» «ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν,» φησίν, «οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.» 1. 6 αὕτη δέ ἐστιν ἡ σοφία, περὶ ἧς καὶ ὁ Σολομὼν ἔλεγεν ἐν προφητείᾳ· «ἐξαπόστειλόν μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν·» 1. 7 ὅτι δὲ ὁ Χριστὸς καὶ σοφία κηρύσσεται, μαρτυρήσει μοι ὁ Παῦλος λέγων· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία.» 1. 8 «ζητεῖτε οὖν πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ» οὕτω «ταῦτα πάντα προσ τεθήσεται ὑμῖν.» 1. 9 τὰ γὰρ ἑπόμενα τῶν ἡγουμένων δεύτερα τυγχάνει· κἂν γὰρ ἔχῃ λόγον ἡ κατὰ τὸν νόμον σκιά, ἀλλὰ τῶν μελλόντων ἀγαθῶν ἀρραβών ἐστιν.

Intertext edge

Open linked passage

Note