Homilia in illud Euntem autem illo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Ἰουδαῖοι τοιγαροῦν μέχρι σήμερον τῷ γράμματι μᾶλλον ἢ τῷ πνεύματι προσέχοντες ἐπλανήθησαν. ἄκουε γὰρ αὐτῶν λεγόντων· «οὗτος ὁ ἄνθρωπος τὸν νόμον ἦλθε καταλῦσαι καὶ τὰ σάββατα.» 2. 2 ἀλλ' ἐὰν πτωχὸς λέγῃ κατὰ χρημάτων, οὐ πιστευθήσεται· οὐδ' ἂν ἀκόλαστος περὶ σωφροσύνης, ἀληθὴς αὐτοῦ ἔσται ἡ μαρτυρία.
2.3.1
οὐ γὰρ ἐκ δια θέσεως περὶ τούτων διαβεβαιοῦνται· ὁ μὲν γὰρ τὸ μὴ ἔχειν καταπο φαίνεται τοῦ πλούτου· ὁ δὲ μὴ ἐνεργήσας τῇ ἐγκρατείᾳ, μηδὲ μετὰ πόνου σωφροσύνην ἀσκήσας, χλευάζει τοὺς ἐπιποθοῦντας.
2.4.1
ἀμέλει ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς διελέγχων αὐτῶν τὴν ἄνοιαν ἔλεγεν· «οὐκ ἦλθον καταλῦσαι τὸν νόμον οὐδὲ τοὺς προφήτας ἀλλὰ πληρῶσαι.» 2. 5 διὸ καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· «πλήρωμα οὖν νόμου ὁ Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» 2. 6 κατα σκεψώμεθα οὖν βαθύτερον περὶ τῶν μαθητῶν, ἀγαπητοί· κατασκεψώμεθα δὲ ἐν τῇ κυρίως καὶ ἄνευ προσθήκης σοφίᾳ καλουμένῃ.
2.7.1
αὕτη γὰρ γνῶσιν ἔχει θείων μυστηρίων· αὕτη ἐν τῇ διανοίᾳ ἡμῶν ὡς ἐν οἴκῳ κατοικεῖ, ἐὰν μάλιστα καθαρὸς τυγχάνῃ, περὶ τὰ νοητὰ ἀσχολούμενος.
2.8.1
«εἰς» γὰρ «κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας.» «καθαρίσωμεν» οὖν «ἑαυτούς, ἀγαπητοί, ἀπὸ παντὸς μολυσμοῦ,» ψυχῆς καὶ σώματος.
2.9.1
ἀκούσωμεν τοῦ προφήτου βοῶντος· «ἁγνίσατε χεῖρας, ἁμαρτωλοί, καθαρίσατε καρδίας, δίψυχοι.» 2. 10 οὕτω γὰρ τίς δυνηθείη καὶ τὰ αἰσθητὰ δοκιμάζειν καὶ τὰ νοητὰ κατέχειν καὶ τὰ μὲν αἱρεῖσθαι, τῶν δὲ πόρρω γενέσθαι;
2.11.1
ὡς «δόκιμοι τραπεζῖται» τὸ καλὸν ἐκλεξώμεθα, «ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπεχόμεθα.» τοῖς οὖν καλοῖς ὡς ἀναγκαίοις προσέλ θωμεν, τοῖς δὲ ἀδιαφόροις ὅσον ἡ χρεία ἀπαιτεῖ.
2.12.1
ὁ γὰρ πλοῦτος τῷ ἰδίῳ λόγῳ οὐδὲ ἀγαθὸς οὔτε φαῦλος τυγχάνει, ἀλλὰ τῇ προαιρέσει τοῦ χρωμένου εἰς ἑκάτερα κρίνεται.
2.13.1
αὐτίκα ὁ μέγας Ἀβραὰμ πλούσιος σφόδρα ἐτύγχανεν, ἀλλ' οὐ διὰ τοῦτο τῆς ἀρετῆς ἐξέκλινεν.
2.14.1
ὁμοίως δὲ καὶ ὁ πτωχὸς Λάζαρος ἐν πενίᾳ ὢν εἰς ἀνδρείαν καὶ μεγαλοψυχίαν τῇ σοφίᾳ καὶ τῷ λογισμῷ ἐνηλείφετο.
2.15.1
οὐκοῦν, ὡς ἔφην, οὔτε ἡ πενία καλὸν οὔτε ὁ πλοῦτος φαῦλος, ἀλλ' ἡ χρῆσις μετὰ τῆς διαθέσεως τοῦ χρωμένου.
2.16.1
ἀμέλει τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. τῷ μὲν γὰρ πιστῷ τὰ πάντα ὑποτέτακται καὶ δοῦλα τὰ πάντα τυγχάνει. ἐπειδὴ καὶ πάντων ἄρχει καὶ πάντων καταφρονεῖ.
2.17.1
ὁ δὲ ἄπιστος πάντων ἐστὶ δοῦλος κυριευόμενος ὑπὸ τοῦ μαμωνᾶ· μηδενὸς ἄρχων ἀλλὰ μᾶλλον ἀρχόμενος.
2.18.1
καὶ πάντα μὲν τὰ τοῦ θεοῦ ποιήματα καλά· ἡ δὲ τῶν χρωμένων διάθεσις πολὺ τὸ διάφορον ἔχει.