Homilia in illud Euntem autem illo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
Ἀμέλει ὁ σοφὸς ἐκκλησιαστὴς μετὰ σοφίας τοῖς πᾶσι τὸν νοῦν ἑαυτοῦ ἐπιστήσας κατεσκέψατο καὶ διέγνω, πῶς πλούτῳ χρήσηται, πῶς πενίαν ἐνέγκῃ, πῶς νόσον ὑπομείνῃ, πῶς δὲ ὑγίειαν καταμίξῃ. αὗται δέ εἰσιν αἱ ἀρεταί, αἵτινες τὴν ἐπιμέλειαν τῷ ἀνθρωπίνῳ γένει ποιοῦνται.
3.2.1
ἀπεναντίως δὲ τοῖς εἰρημένοις ὁ μὴ σοφὸς διατεθήσεται. τοῦτο δέ ἐστι τὸ «περισπασμὸν πονηρὸν» δεδόσθαι «τοῖς υἱοῖς τῶν ἀνθρώπων» παρὰ τοῦ θεοῦ, ἵνα ἐκ τοῦ ἐπιπόνου μόχθου καὶ τῆς ἐν τοῖς ὁρωμένοις ἀμηχανίας ἐπὶ τὴν τοῦ θεοῦ πρόνοιαν καὶ σοφίαν κα ταφύγωσι.
3.3.1
τούτου χάριν «περισπασμὸν «πονηρὸν» δέδωκεν ὁ θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων», τουτέστιν ἐπίπονον.
3.4.1
ὅτι δὲ τὸ «πονηρὸν» ἐπίπονόν ἐστιν, ἄκουε τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον. φησὶ γάρ· «ἔπαισεν τὸν Ἰὼβ ἕλκει πονηρῷ», τουτέστιν ἐπιπόνῳ. καὶ αἱ πληγαὶ Αἰγύπτου πονηραὶ κέκληνται, τουτέστιν ἐπίπονοι.
3.5.1
ἵνα καὶ τὴν διάνοιαν ἑαυτῶν κινήσωσιν οἱ ἄνθρωποι ἐπὶ τὰ θεῖα λόγια καὶ ἐν τούτοις ἀεὶ φρονιμώ τεροι γενόμενοι, ἐπιστήσωσι τὸν νοῦν ἑαυτῶν τῷ ζῳοποιῷ πνεύματι. οἴδατε γάρ, ὅτι «τὸ μὲν γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζῳοποιεῖ.» 3. 6 πόνῳ οὖν καὶ ἀσκήσει τὴν τῆς ἀρετῆς ὠφέλειαν ἀσπασώμεθα. πόνῳ γὰρ τὸ καλὸν κατορθοῦται, ὡς καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· «ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν πληγαῖς, ἐν ἀκαταστασίαις» καὶ τὰ ἑξῆς.
3.7.1
καὶ πάλιν ὁ αὐτός φησι· «πάντα στέγω, πάντα ὑπομένω,» «ἵνα μή τινα ἐκκοπὴν δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ.» 4. 1 Ταῦτα δὲ προεθήκαμεν τῷ λόγῳ, ἐπειδὴ τὸ ἀνάγνωσμα δοκεῖ τινα ἔχειν λόγον. φησὶ γάρ· «πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ,» ἵνα τὸν Ἰησοῦν ἐπιβιβάσαντες τῷ πώλῳ ἄρξωνται πορεύεσθαι. τοῦτο δὲ ἡμᾶς τὸ εὐαγγελικὸν διδάσκει ῥητόν.