Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia in illud Euntem autem illo
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.2.1
καὶ πόσα ὅλως οἱ ἀπόστολοι εἶχον ἑαυτῶν ἱμάτια, ὥστε τὰ μὲν αὐτῶν ἐπιρρίπτειν τῇ ὄνῳ, ἵνα ἐπιβιβάσωσι τὸν Ἰησοῦν, τὰ δὲ ὑποστρωννύειν ἐν τῇ ὁδῷ· ἀκτήμονες ἄνδρες καὶ τὰ πάντα καταλελοιπότες καὶ μετὰ τῶν ἄλλων πάντων καὶ ταύτην τὴν ἐντολὴν φυλάξαντες τὸ «μήτε δύο χιτῶνας ἔχειν;» 4. 3 τίς δὲ καὶ ἡ τοσαύτη ὑδαρότης, ὥστε βαδίζοντος ὄνου μὴ θέλειν ἐπιβαίνειν χαμαί, ἀλλ' ἐπὶ ἱματίων; ταῦτα δὲ ἐκδιῃτημένων ἐστὶ καὶ τρυφώντων.
4.4.1
ἆρα καὶ ὁ Ἰησοῦς τρυφῇ ἐσχόλαζεν, ἵνα μὴ βουληθῇ ἐποχουμένου αὐτοῦ χαμαὶ πατεῖν τὴν ὄνον; ἀγαπητοί, οὐκ ἔστι τρυφώντων τὸ διδασκάλιον.
4.5.1
ἀλλ' οὐδὲ τῶν πώποτέ τις ἱστόρηται τοῦτο ποιήσας, οὐδὲ γὰρ ὁ παρ' Ἕλλησι Ναβουχοδονόσορ τοῦτο πεποίηκεν· οὐδὲ ὁ τοῦτον διαδεξάμενος Βαλτάσαρ· οὔτε μὴν ὁ μέγας Σολομών, ὅτε ἦν ἐν τῇ βασιλείᾳ αὐτοῦ.
4.6.1
προειρήκαμεν γάρ, ὅτι ἐγίνωσκε, «πῶς χρήσηται τῷ πλούτῳ, πῶς πενίαν ἐνέγκῃ» καὶ τὰ ἑξῆς.
4.7.1
αὐτοῦ γάρ ἐστιν ἀκοῦσαι λέγοντος· «κύριε, μή μοι δῷς πλοῦτον μηδὲ πενίαν, ἀλλὰ μέτρησόν μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη.» 4. 8 σοφίας δὲ μᾶλλον ἐπεμελεῖτο. διὸ βοᾷ καὶ λέγει· «εἱλόμην αὐτὴν ἔχειν ἀντὶ» χρυσίου καὶ ἀργυρίου, «ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτήν.» 4. 9 πόθεν δὲ καὶ τοσαῦτα ἱμάτια τοῖς μαθηταῖς, ὥστε ἀπὸ Βηθανίας ἕως εἰσέλθῃ εἰς Ἱεροσόλυμα ὑποστρωννύναι τῇ ὄνῳ βαδιζούσῃ;

Intertext edge

Open linked passage

Note