Homilia in illud Euntem autem illo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
6.3.1
ἀλλὰ τάχα καὶ ἄγγελοι αὐτῷ συμπαρῆσαν καὶ δυνάμεις θεῖαι αὐτῷ ἐμαθήτευον; πρὸ γὰρ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν Γαβριὴλ αὐτῷ μαθητεύεται.
6.4.1
αὐτὸς γάρ ἐστιν ὁ ἀποσταλεὶς πρὸς τὴν ἐκ σπέρματος Δαυὶδ μεμνηστευμένην παρθένον Μαρίαν. αὐτός ἐστιν ὁ λέγων· «ἆρον τὸ παιδίον καὶ φεῦγε εἰς Αἴγυπτον.» 6. 5 αὐτός ἐστιν ὁ εἰρηκώς· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι.» 6. 6 αὐτός ἐστιν ὁ καὶ ἐν τῷ μνημείῳ ἀποκυλίσας τὸν λίθον. αὐτός ἐστιν ὁ καὶ ταῖς γυναιξὶν εὐαγγελισάμενος καὶ εἰπών· «οὐκ ἔστιν ὧδε, ὃν ζητεῖτε· ἀνέστη ἐκ τῶν νεκρῶν, ὥσπερ εἴρηκε.» 6. 7 «δεῦτε», φησίν, «ἴδετε τὸν τόπον ὅπου ἔκειτο» ὁ κύριος. «ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε.» 6. 8 διὸ καὶ ὁ προφήτης πρὸ πολλοῦ βοᾷ λέγων· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 6. 9 καὶ ἄγγελοι οὖν αὐτῷ μαθητευόμενοι διακονοῦσι· «καὶ ἰδού», φησίν, «προσῆλθον οἱ ἄγγελοι καὶ διηκόνουν αὐτῷ.» καὶ πάντες αὐτῷ μαθητεύοντες χαίρουσιν· «ἤρξαντο» γάρ, φησίν, «οἱ ὄχλοι καὶ ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίρειν χαρὰν μεγάλην.» 7. 1 Ζητῶ οὖν ἐπὶ τίνι χαίρουσιν οἱ μαθηταὶ καὶ αἱ θεῖαι δυνάμεις καὶ «χαίρουσιν αἰνοῦντες τὸν θεὸν φωνῇ μεγάλῃ.» 7. 2 ἆρα ὅτι ὁ κύριος ἐπὶ ψιλοῦ ὀναρίου ἐκαθέσθη; καὶ διὰ τοῦτο χαίρουσιν οἱ μαθηταὶ καὶ αἱ θεῖαι δυνάμεις, ὅτι ὁ κύριος ἐπὶ ὀναρίου ἐπωχεῖτο;