Homilia in illud Euntem autem illo
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
7.3.1
τίς ἡ τοσαύτη ἀπειροκαλία; ἐάν τις ἐπὶ ὄνου καθεσθῇ, χαρᾶς ἄξιόν ἐστι; καὶ ἐπὶ τούτῳ τις ὀφείλει χαίρειν, καὶ ταῦτα οἱ τοῦ κυρίου μαθηταί;
7.4.1
ἐγὼ οὐκ οἶμαι διὰ τοῦτο χαίρειν τοῦ Ἰησοῦ τοὺς μαθητάς, μάλιστα καὶ ἀγγέλων συνόντων αὐτοῖς καθὼς ὑπεθέμεθα. ἐκεῖνοι γὰρ ἴσασι, διὰ ποῖα πράγματα χαίρουσι.
7.5.1
πάντως γὰρ ὁρῶσί τινα πράγματα, ἐφ' οἷς ἄξιον ἦν αὐτοῖς χαίρειν. πρόσχες γάρ, τί φησι τὸ εὐαγγέλιον· ὅτι ἔχαιρον «ἐπὶ πασῶν ὧν εἶδον δυνάμεων.» 7. 6 εἰ δὲ δυνάμεις ἐθεώρουν οἱ μαθηταὶ ἐν τῷ ἐπικαθῆσθαι τῇ ὄνῳ τὸν Ἰησοῦν, οὐκ ἦν ψιλὸν τὸ πρᾶγμα, ἀλλὰ διὰ τῆς ἱστορίας ἐθεώρουν τινὰ μυστήρια καὶ δυνάμεις θείας.
7.7.1
ἄκουε γὰρ τοῦ σωτῆρος λέγοντος ὅτι «χαρὰ γίνεται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας.»
7.8.1
διὸ καὶ ἐν ἑτέρῳ ἐδίδασκεν αὐτοὺς λέγων ἐν παραβολαῖς· «ἄνθρωπός τις ἔχων ἑαυτοῦ ἑκατὸν πρόβατα, ἐὰν πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφίησι τὰ ἐνενήκοντα ἐννέα τὰ μὴ πεπλανημένα καὶ πορεύεται ζητῶν τὸ πεπλανημένον; καὶ εὑρὼν αὐτὸ χαρᾷ χαίρει ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.» τὰ γὰρ μὴ πεπλανημένα «χρείαν οὐκ ἔχουσι μετανοίας.» 7. 9 οὗτος οὖν ὁ πῶλος καὶ «πρόβατον» καλεῖται καὶ «υἱὸς νεώτερος.» «πρόβατον» γάρ, φησί, «πλανώμενον ἐγενήθη ὁ λαός μου.» 7. 10 καὶ πάλιν· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ.» καὶ· «ὁ υἱός μου οὗτος», «ὁ νεώτερος,» «ἀπολωλὼς ἦν καὶ εὑρέθη, νεκρὸς ἦν καὶ ἀνέζησεν.» 8. 1 Ταῦτα οὖν πάντα εἰς ἑαυτὸν ἀναδεξάμενος ὁ κύριος· τὸν ἄνθρωπον ἐνεδύσατο καὶ «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη» καὶ ἐπὶ ὀναρίου ἐπεκαθέσθη καὶ «ἀπέθανε» καὶ «ἐτάφη κατὰ τὰς γραφάς.» 8. 2 καὶ τὸ μὲν σῶμα αὐτοῦ ἔκειτο ἐν τῷ μνημείῳ, ἡ δὲ θεότης ἐσκύλευσε τὸν ᾅδην. καὶ ἔλυσε τοὺς πεπεδημένους καὶ ἐλυτροῦτο τοὺς αἰχμαλώτους καὶ ἐζῳοποίει τοὺς τεθα νατωμένους.