Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia in illud Euntem autem illo
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.3.1
διὰ γὰρ τοῦτο καὶ ἐπὶ τὸν σταυρὸν ἀνέρχεται θριαμβεύων τὸν ἐχθρὸν καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα καὶ στεφανούμενος ὑπὲρ ἡμῶν ἐξ ἀκανθῶν, ἵνα τῆς γενόμενος καθ' ἡμῶν ἀποφάσεως ἐλευθερώσῃ.
8.4.1
λέλεκται δὲ τῷ Ἀδὰμ ὅτι «ἀκάνθας ἀνατελεῖ σοι» ἡ γῆ. διὸ τὸν ἐξ ἀκανθῶν στέφανον ἀναδέχεται καὶ κάλαμον τῇ δεξιᾷ χειρὶ κατέχειν παρεσκεύασαν, ἵνα διὰ τούτου τοῦ ὄφεως ῥᾳδίως τὴν ἀναίρεσιν ποιήσηται.
8.5.1
οὕτω γὰρ πάλιν ἀντὶ τοῦ ἰοῦ τοῦ ὄφεως, οὗ μετέλαβεν Ἀδὰμ ἐν τῷ παραδείσῳ, αὐτὸς ὑπὲρ ἡμῶν «χολὴν μετ' ὄξους» ποτίζεται· καὶ ἀντὶ τῆς πλευρᾶς, ἐξ ἧς ἐξῆλθεν Εὔα, αὐτὸς τὴν ἑαυτοῦ πλευρὰν παρέσχεν εἰς σφαγήν.
8.6.1
γυνὴ Εὔα, γυνὴ Μαρία, ἐξ ἧς ἐγεννήθη ὁ Χριστός. ἄνθρωπος ὁ Ἀδάμ, ἄνθρωπος, ὃν ἐφόρεσεν ὁ Χριστός. παράδεισος, ἐξ οὗ ἐξεβλήθη ὁ Ἀδάμ, παράδεισος, ὃν ἠνέῳξε τῷ λῃστῇ ὁ Χριστός.
8.7.1
οὗτος οὖν ὁ πῶλος «ὁ εἷς ἁμαρτωλός ἐστιν ὁ μετανοῶν,» ὃν ἔλυσεν ὁ κύριος «ἐκ τῶν τοῦ διαβόλου παγίδων», περὶ οὗ χαρὰ γίνεται οὐ μόνον ἐπὶ τῆς γῆς ἀλλὰ καὶ ἐν τοῖς οὐρανοῖς.
8.8.1
μετὰ οὖν τὸ λυθῆναι τὸν πῶλον ὑπὸ τῶν μαθητῶν φέρουσιν αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ «χαίρουσι χαρὰν μεγάλην.» ἔτι μὴν καὶ ἄγγελοι καὶ αἱ θεῖαι δυνάμεις χαίρουσιν ἐπὶ τῷ ἀπολωλότι καὶ εὑ ρεθέντι.
8.9.1
ὁ οὖν ἐπιμελῶς προσέχων τοῖς λεγομένοις καὶ τοὺς εὐαγγελικοὺς λόγους μυστικῶς ἀναγινώσκων ὄψεται ὡς ὁ πῶλος οὗτος ὁ ἁμαρτωλὸς Ἀδάμ ἐστιν. ἐὰν δὲ λέγω Ἀδάμ, πᾶσα ἡ ἀνθρωπότης ἐστίν.
8.10.1
οὗτος οὖν ὁ πῶλος πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας θηρίοις ἦν ὑποβεβλημένος καθὼς καὶ πρὸ τούτου ὑπεθέμεθα. θηρία δὲ λέγω πᾶσαν τὴν ἀντικειμένην δύναμιν καὶ αὐτὸν τὸν μεγαλοδαίμονα σατανᾶν.

Intertext edge

Open linked passage

Note