Homilia in illud Ite in castellum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Ταῦτα μὲν προσεθήκαμεν τῷ λόγῳ, ἐπειδήπερ πάντες ὡς πρόβατα ἐπλανήθησαν καὶ ὅτι «φθόνῳ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον» ὅτι «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος ἐσφίγγετο.» 2. 2 «ἐβασίλευσε» γὰρ «ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρ τήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ.» 2. 3 ἀλλ' ἐπεδή μησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς λυτρούμενος τοὺς αἰχμαλώτους καὶ ζῳοποιῶν τοὺς τεθανατωμένους.
2.4.1
ἀμέλει καὶ ὁ θεσπέσιος ἀπόστολος τοῦτο ἐπιστάμενος ἔγραφε λέγων· «εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον τῷ τοῦ ἑνὸς δικαιώματι εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς.» 2. 5 ἐπεδήμησε τοιγαροῦν πρὸς ἡμᾶς ὁ ζῶν καὶ ἐνεργὴς τοῦ θεοῦ λόγος, ἡ εἰκὼν ἡ ἀπαράλλακτος, ὁ υἱὸς ὁ μονογενής, «δι' οὗ γεγόνασιν οἱ αἰῶνες, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος.» 2. 6 διὸ ἀποστέλλει δύο μαθητὰς εἰς τὴν κατέναντι κώμην λέγων πρὸς αὐτούς· «πορεύθητε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι.» 2. 7 Ματθαῖος μὲν διαγράφων τὴν ἐκκλησίαν καὶ τὰ ἐξ αὐτῆς γενόμενα ὄνον καὶ πῶλον ὠνόμασε. Λουκᾶς δὲ τὰ ἀμφότερα εἰς μίαν ἑνότητα ἀνακεφαλαιούμενος πῶλον ὀνομάζει.
2.8.1
φησὶ γὰρ οὕτω Λουκᾶς ἐν τῷ καθ' ἑαυτὸν εὐαγγελίῳ· «ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ εἰπών· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφ' ὃν οὐδεῖς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες ἀγάγετέ μοι.» 2. 9 εὑρήσεις οὖν τὸν μὲν Ματθαῖον πανταχοῦ δύο ὀνομάζοντα, τὸν δὲ Λουκᾶν εἰς ἓν τὰ δύο ἀνακεφαλαιοῦντα.
2.10.1
οἷον καὶ ἐπὶ τῶν τυφλῶν ὁ Ματθαῖος πάλιν δύο ὀνομάζει εἰπών· «καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὸς Δαυίδ.» 2. 11 ὁ δὲ Λουκᾶς τοὺς δύο εἰς ἕνα ἀνακεφαλαιούμενός φησιν· «ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. ἀκούσας δὲ ὄχλου διαπο ρευομένου ἐπυνθάνετο τί ἂν εἴη τοῦτο. ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. καὶ ἐβόησε λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με.» 2. 12 ὁμοίως καὶ ἐπὶ τῶν δαιμονιζομένων εὑρήσεις τὸν μὲν Ματθαῖον δύο ὀνομάζοντα, τὸν δὲ Λουκᾶν ἀκριβεστέρᾳ τῇ διανοίᾳ εὐσεβῶς ἀντὶ τῶν δύο ἕνα εἰρηκότα.
2.13.1
φησὶν οὖν ὁ Ματθαῖος περὶ τῶν δύο οὕτω· «καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήν τησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν.» 2. 14 Λουκᾶς δὲ τοὺς δύο εἰς ἕνα γράφων ἔλεγεν· «ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν.» 2. 15 πανταχοῦ οὖν εὑρήσεις τὸν μὲν Ματθαῖον δισσῶς περὶ πάντων φθεγγόμενον, τὸν δὲ Λουκᾶν ἑνικῶς διαλεγόμενον.
2.16.1
ὥστε οὐκ ἐσφαλμένα εἰσὶ τὰ θεῖα εὐαγγέλια– μὴ γένοιτο– οὔτε πάλιν ἀντίθετα ἑαυτοῖς ἐφθέγξαντο οἱ ἐξ ἑνὸς τοῦ ἁγίου πνεύματος ἐμφορούμενοι· μίαν γὰρ καὶ τὴν αὐτὴν σῴζουσι διὰ τῶν ἁγίων γραφῶν δύναμιν οἱ ἅγιοι.