Homilia in illud Ite in castellum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
Τούτων δὲ καὶ ἡμεῖς ἐμνημονεύσαμεν οὐκ ἐκπεσόντες τοῦ προκειμένου. ἀνεγνώσθη γὰρ ἡμῖν, ὡς ἠκούσατε, εὐαγγέλιον τὸ κατὰ Ματ θαῖον.
3.2.1
ἡ δὲ περιοχὴ τῆς γραφῆς ἐστιν αὕτη· «τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο μαθητὰς λέγων αὐτοῖς· πορεύθητε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι.» 3. 3 ἤδη προειρήκαμεν, ὅτι αὕτη ἡ ὄνος ἡ ἐξ ἐθνῶν ἐκκλησία ἐτύγχανεν, ὁ δὲ πῶλος ὁ πατὴρ ἡμῶν Ἀδάμ ἐστιν, ὃν ἔδησεν ὁ σατανᾶς ταῖς ἑαυτοῦ πανουργίαις.
3.4.1
αὕτη γὰρ ἡ ὄνος ἀκάθαρτον ζῷον ἐχρημάτιζε, μὴ ἀνάγουσα μήτε κατάγουσα μηρυκισμόν. ἥτις ἐστὶν ἡ ἐξ ἐθνῶν ἐκκλησία.
3.5.1
ἐμιαίνετο γὰρ πρὸ τούτου ἐν τοῖς εἰδώλοις αὐτῆς καὶ ἐμολύνετο ἐν τοῖς ἀκαθάρτοις αἵμασιν. ὡς λέγεσθαι πρὸς αὐτὴν διὰ Ἠσαΐου τοῦ προφήτου· «ἐμοιχεύσω ἐν ποιμέσι πολλοῖς.»
3.6.1
ἀλλ' ὁ φιλάνθρωπος τοῦ θεοῦ υἱὸς ἐπεδήμησε πρὸς ἡμᾶς «καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» 3. 7 οὐ γὰρ ἦν ἀγγέλων τὸ σῶσαι κτίσιν θεοῦ ἀλλὰ λόγου θεοῦ, θεοῦ τοῦ καταβάντος «μεσίτου θεοῦ καὶ ἀνθρώπων.» αὐτῷ γὰρ καὶ ἐχρεωστεῖτο τῷ καὶ κτίστῃ εἰρημένῳ.
3.8.1
ἀποστέλλει οὖν τοὺς δύο μαθητὰς εἰς τὴν κατέναντι κώμην λῦσαι τὴν ὄνον καὶ τὸν πῶλον, «ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μηκέτι ἔχουσαν σπίλον ἢ ῥυτίδα» ἢ ἄλλο τι τῶν προλεχθέντων περὶ αὐτῆς, «ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος» τῷ Χριστῷ.
3.9.1
οὕτω γὰρ καὶ τὰ ἐξ αὐτῆς γεννώμενα ἔσονται εἰς «λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.» 4. 1 Ἀπέρχονται οὖν οἱ δύο μαθηταὶ εἰς τὴν κατέναντι κώμην καὶ λύουσι τὴν ὄνον καὶ τὸν πῶλον κατὰ τὰ κελευσθέντα αὐτοῖς παρὰ τοῦ διδασκάλου.