Homilia in illud Ite in castellum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
4.2.1
ἀνεκαλέσατο γὰρ ἡμᾶς ἐκ τῆς κατέναντι κώμης εἰς τὴν ἐπουράνιον πόλιν, τὴν ἄνω Ἰερουσαλήμ.
4.3.1
ἔλυσε δὲ ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν. οἶδας καὶ τὸν προφήτην Ἠσαΐαν πρὸ πολλοῦ βοᾶν καὶ λέγειν· «ἔδωκά σε εἰς διαθήκην γένους μου, εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν ἀνειμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» 4. 4 πορεύονται οὖν οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην. κώμην δὲ ὅταν ἀκούσῃς τὸν περίγειον τοῦτον κόσμον ὑπολάμβανε· ἡ γὰρ πόλις ἡ ἐπουράνιός ἐστιν ὡς προείπαμεν.
4.5.1
τὸ δὲ καὶ" 3εἰς τὴν κατέναντι κώμην" 3 Μωϋσῆς ἐν τῇ Γενέσει προεσήμανεν εἰπών· «ἀπῴκησεν ὁ θεὸς τὸν Ἀδὰμ ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἐκέλευσε τὰ χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.» 4. 6 οὐδενὸς οὖν ἄλλου ἦν εἰσαγαγεῖν ἡμᾶς, ὅθεν ἐξεβλήθημεν, ἢ αὐτοῦ τοῦ κυρίου τοῦ τεθεικότος τὰ χερουβὶμ φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.
4.7.1
οὐδενὸς γὰρ ἄλλου ἦν ἀνακαλέσασθαι ἡμᾶς ἐκ τῆς κατέναντι κώμης εἰς τὴν ἐπουράνιον πόλιν ἢ αὐτοῦ τοῦ ἀποφηναμένου καθ' ἡμῶν.
4.8.1
οὕτως οὖν νοηθήσεται καὶ τὸ ἐπὶ τῆς ὄνου καὶ τοῦ πώλου, ὅτι πᾶσα ἡ ἀνθρωπότης ἐστίν. ὑποδείγμασι γὰρ κέχρηται ἡ θεία γραφή.
4.9.1
κἂν γὰρ τὴν ἐκκλησίαν διαλάβω, τὸν ἄνθρωπον σημαίνω· κἂν τοῦ Ἀδὰμ μνήμην ποιήσωμαι, ἀλλὰ πᾶσαν ὁμοῦ τὴν ἀνθρωπότητα ὁμολογῶ.
4.10.1
διὰ τοῦτο γὰρ ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστός, ἵνα τὸ πεπλανημένον ἐπιστρέψῃ καὶ τὸ ἀπολωλὸς ζητήσας εὕρῃ.
4.11.1
αὐτὸς γάρ ἐστιν «ὁ λύων τοὺς πεπεδημένους καὶ ἀνορθῶν τοὺς κατερραγμένους» καὶ ἀνακαλούμενος τοὺς ἐκπεσόντας καὶ λυτρούμενος τοὺς αἰχμαλώτους.
4.12.1
τοῦτο δὲ μηνύων καὶ ὁ θεόφορος Δαυὶδ ἐν ψαλμοῖς ᾄδει λέγων· «ἐπίτρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ.» 4. 13 οὗτός ἐστιν ὁ καὶ τὸ σκότος καταλάμπων, περὶ οὗ γέγραπται· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 4. 14 τῆς γὰρ παρουσίας τοῦ σωτῆρος καταλαμψάσης τὰ σύμπαντα λύεται λοιπὸν ἡ ὄνος καὶ ὁ πῶλος ἐκ τῶν δεσμῶν.
4.15.1
αὐτὸς γὰρ καὶ τὰς ἁμαρτίας ἡμῶν ἦρεν, ὥς φησι διὰ τοῦ προφήτου· «ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου.» 5. 1 Δείξωμεν οὖν καὶ ἡμεῖς ἀγαθὸν τῇ ψυχῇ ἑαυτῶν. λύσωμεν πάντα σύνδεσμον ἀδικίας. τοῦτο γάρ ἐστι τὸ κυρίως ἀγαθόν, ἵνα, ἐν οἷς αὐτὸς ὁ διδάσκαλος ὀρθῶς καὶ καλῶς ἐπολιτεύσατο, μανθάνωμεν αὐτὸν μὴ λόγῳ μόνον παραδεδωκέναι ἡμῖν, ἀλλὰ καὶ πράγμασι τὰ συμφέροντα.