Homilia in illud Ite in castellum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
5.2.1
ἄκουε γὰρ αὐτοῦ λέγοντος διὰ τοῦ προφήτου· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ ἕνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.» 5. 3 δήσαντες γὰρ ἡμῶν πόδας καὶ χεῖρας οἱ πρὸ τούτου κύριοι ᾐχμαλώτευσαν ἡμᾶς προκόπτειν οὐκ ἐπιτρέποντες τῇ ὁδῷ τῆς ἀληθείας.
5.4.1
ἀλλ' ὁ φιλάνθρωπος τοῦ θεοῦ υἱὸς ἐπιδημήσας τῷ γένει τῷ ἀνθρωπίνῳ ἠλευθέρωσεν ἡμᾶς. ἀπέστειλε γὰρ τοὺς ἑαυτοῦ μαθητὰς καὶ ἔλυσεν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν.
5.5.1
οὐκοῦν τὰ γενόμενα παράδοξα σημεῖα παρὰ τοῦ Ἰησοῦ· κἂν γὰρ αἰσθητῶς κατὰ τὴν ἱστορίαν ἐγένετο, ἀλλὰ νοητῶν χάριν ἐγένετο. ἐτελεῖτο γοῦν τὰ τῆς ἱστορίας καὶ πράγματα ἦν τὰ σημαινόμενα.
5.6.1
εἰ μὴ γὰρ πράγματα θεῖα ἦν τὰ σημαινόμενα, οὐκ ἂν οὕτως ἔμελλε τοῖς προφήταις προκηρῦξαι αὐτοῦ τὴν ἐπιδημίαν.
5.7.1
Ἠσαΐας γὰρ βοᾷ λέγων· «ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.» 5. 8 ἐπὶ τούτοις τοῖς γενομένοις παραδόξοις σημείοις παρὰ τοῦ Ἰησοῦ οὐκ ἔστιν οὔτε προσθῆναι οὔτε ἀφελεῖν. πάντα γὰρ τελείως καὶ ἀνελλιπῶς ἐποίησεν. ἦν γὰρ «δυνατὸς ἐν ἔργοις καὶ λόγοις» αὐτοῦ.
5.9.1
ἀμέλει τούτων μηνύων καὶ ὁ ψαλμῳδὸς ἔλεγε· «περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε.» τῇ γοῦν δυνάμει αὐτοῦ τῇ μεγάλῃ πᾶσαν ἠλευθέρωσε τὴν ἀνθρωπότητα.