Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Homilia in illud Ite in castellum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Ταῦτα δὲ ἐποίησε τὰ σημεῖα παρὼν αὐτὸς ὁ κύριος μεθ' ἡμῶν, ἵνα φοβηθῶμεν ἀπὸ προσώπου αὐτοῦ.
6.2.1
ὅτι δὲ τὰ αἰσθητὰ σύμβολα νοητῶν ἐστιν, ἄκουε. ἐπεδήμησε γὰρ ὁ σωτήρ, ἵνα τὴν τοῦ ἀνθρώπου ψυχὴν προηγουμένως εὐεργετήσῃ.
6.3.1
ἀλλ' ἐπειδὴ τοῦτο τοῖς πολλοῖς ἄγνωστον ἦν διὰ τῶν ὁρωμένων ἰάσεων τὴν κεκρυμμένην τῆς ψυχῆς σωτηρίαν ἐδείκνυεν.
6.4.1
ἀμέλει τῷ παραλυτικῷ ἄφεσιν ἁμαρτιῶν δωρησάμενος ἠπιστεῖτο. ἔλεγον γὰρ οἱ Ἰουδαῖοι· «τίς δύναται ἁμαρτίας ἀφιέναι εἰ μὴ μόνος ὁ θεός;» 6. 5 εἶτα, ἐπειδὴ τὸ ἀφανὲς καὶ προηγούμενον ποιήσας ἐλάνθανε, κατὰ δεύτερον λόγον καὶ τὸ σῶμα ἰάσατο. εἶπε γὰρ αὐτῷ· «ἔγειρε, ἆρον τὸν κράβατόν σου καὶ περιπάτει.» 6. 6 ὁρᾷς πῶς ταχέως οὗτος λέλυται ἀπὸ τῶν δεσμῶν καὶ οὐ μόνον διὰ τῆς ἔξωθεν ἰάσεως λέλυται, ἀλλὰ καὶ τῶν τοσούτων ἁμαρτημάτων ἐλευθεροῦται.
6.7.1
ἔτι μὴν καὶ κήρυκα τῆς θεραπείας αὐτὸν ἀπέδειξε καὶ ὅλως τὰ γενόμενα αἰσθητῶς νοητῶν χάριν ἐγένοντο.
6.8.1
διά τοι τοῦτο ἀποστέλλονται καὶ οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην καὶ λύουσι τὴν ὄνον καὶ τὸν πῶλον κατὰ τὰ κελευσθέντα αὐτοῖς ὑπὸ τοῦ διδασκάλου.
6.9.1
τοῦτο δὲ ὅλως γέγονεν, ἵνα πληρωθῇ καὶ ἡ τοῦ Ἰακὼβ προφητεία. εὐλογῶν γὰρ τοὺς δώδεκα πατριάρχας φθάσας εἰς τὸν Ἰούδαν προφητεύει καὶ θεῖα ῥήματα φθέγγεται.
6.10.1
ἄκουε γὰρ αὐτοῦ λέγοντος· «δεσμεύων» γὰρ «πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ.» 6. 11 καὶ ὅλως τὰ λεχθέντα ἅπαντα εἰς τὸν Ἰούδαν εὑρήσεις εἰς τὴν παρουσίαν τοῦ σωτῆρος προφητευόμενα. δύναται γὰρ ὁ φιλομαθὴς κατ' ὀλίγον ἀναγινώσκων νοῆσαι τὰ περὶ αὐτοῦ εἰρημένα.
6.12.1
ἵνα δὲ μὴ πᾶσαν τὴν ἱστορίαν διηγησώμεθα, ἀκούσωμεν τοῦ ἀποστόλου λέγοντος· «πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν.» 7. 1 Διὰ τοῦτο γοῦν ἐγένοντο τὰ γενόμενα, ἵνα τὸν δημιουργὸν διὰ τῆς ἑαυτοῦ λειτουργίας φανερὸν ποιήσωσι.

Intertext edge

Open linked passage

Note