Homilia in illud Ite in castellum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
7.2.1
τίς γὰρ θεασάμενος ναῦν ἄριστα εὐθυνομένην οὐκ ἔννοιαν δέχεται κυβερνήτου; ἅρμα δὲ καλῶς διαβαῖνον καὶ τεχνικαῖς ἡνίαις φερόμενον οὐκ ἐννοεῖ τὸν ἡνιοχοῦντα; εἰ οὖν ἐπὶ τῶν ἐν χερσὶ τοιαῦτα, τί ἂν εἴποιμεν ἐπὶ τῶν τοῦ σωτῆρος παραδόξων;
7.3.1
ὁρῶμεν γὰρ τῶν ποιημάτων αὐτοῦ τὰ φοβερὰ καὶ παράδοξα· οἷον θαλάσσης τὰς τρικυμίας καὶ τῶν ἐν αὐτῇ προσαρασσόντων ἀνέμων τὰς κινήσεις, ἡλίου τε τὸν κύκλον καὶ σελήνης τὸν δρόμον καὶ τῶν ἀστέρων τὴν σύνθεσιν.
7.4.1
τίς δὲ οὐκ ἐφοβήθη, ὅτε «τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω,» ὅτε ὁ ἥλιος οὐ φέρων τὸ τολμηθὲν φόβῳ τὸ φῶς ἔστειλεν, ἢ ὅτε «αἱ πέτραι ἐσχίσθησαν καὶ τὰ μνημεῖα ἠνεῴχθησαν» καὶ οἱ ἐναποκείμενοι ἀνέστησαν καὶ οἱ ἐχθροὶ ἐφοβήθησαν ἀπὸ προσώπου αὐτοῦ; διὸ καὶ ἄκοντες ὡμολόγουν ὅτι «ἀληθῶς θεοῦ υἱὸς ἦν οὗτος.» 7. 5 καὶ ὅλως «τὰ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις ἐστί.» «χίλιαι» γὰρ «χιλιάδες παρειστήκεισαν αὐτῷ αἰνοῦντες καὶ μύριαι μυριάδες λειτουργοῦσιν αὐτῷ.» 7. 6 ἐπιγνῶμεν οὖν καὶ ἡμεῖς τὸν εὐεργέτην. δοξάσωμεν τὸν πατέρα σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι· μίαν θεότητα ὁμολογήσωμεν.
7.7.1
τοῦ ἁμαρτάνειν παυσώμεθα. τῶν πτωχῶν μνημονεύσωμεν. ἡ φιλαδελφία μενέτω. τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε.
7.8.1
οὕτω γὰρ διάγοντες βασιλείαν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.