Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In illud Omnia mihi tradita sunt
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More

Original: Pg Scrape Grc

In illud: Omnia mihi tradita sunt ΕΙΣ ΤΟ, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς γινώσκει, τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ· καὶ τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Καὶ τοῦτο οὐ νοήσαντες οἱ τῆς αἱρέσεως Ἀρείου Εὐσέβιός τε καὶ οἱ σὺν αὐτῷ, ἀσεβοῦσιν εἰς τὸν Κύ ριον· φασὶ γάρ· Εἰ τὰ πάντα παρεδόθη (πάντα λέγοντες τὴν κυριότητα τῆς κτίσεως), ἦν ποτε, ὅτε οὐκ εἶχεν αὐτά. Εἰ δὲ οὐκ εἶχεν, οὐκ ἔστιν ἐκ τοῦ Πα τρός· Εἰ γὰρ ἦν, εἶχεν ἂν αὐτὰ ἀεὶ ἐξ αὐτοῦ ὣν, καὶ χρείαν οὐκ εἶχε τοῦ λαβεῖν αὐτά. Ἀλλὰ καὶ ἐκ τούτου μᾶλλον ἡ ἄνοια αὐτῶν ἐλεγχθήσεται. Οὐ γὰρ τοῦ ἄρχειν τῆς κτίσεως, ἢ τοῦ ἐπιστατεῖν τῶν ποιημάτων, σημαντικόν ἐστι τὸ ῥητὸν, ἀλλά τι να νοῦν τῆς οἰκονομίας δηλῶσαι θέλει. Εἰ γὰρ, ὅτε ἔλεγε, παρεδόθη αὐτῷ, δῆλον ὅτι πρὸ τοῦ λάβῃ, κενὴ ἦν ἡ κτίσις τοῦ Λόγου. Καὶ ποῦ τὸ, Τὰ πάντα ἐπ' αὐτῷ συνέστηκεν; Εἰ δὲ, ἅμα τῷ γενέσθαι τὴν κτίσιν, παρεδόθη αὐτῷ πᾶσα· χρεία οὐκ ἦν πα ραδόσεως· πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ περιτ τὸν τὸ παραδίδοσθαι τῷ Κυρίῳ ταῦτα, ὧν αὐτός ἐστι δημιουργός. Κύριος γὰρ ἦν τῶν γινομένων ἐν τῷ ποιεῖν αὐτά. Ἀλλὰ καὶ εἰ μετὰ τὸ γενέσθαι παρεδόθη αὐτῷ, σκόπει τὸ ἄτοπον. Εἰ γὰρ παρεδόθη, καὶ ἀνε χώρησεν ὁ Πατὴρ λαβόντος τούτου· καὶ κινδυνεύομεν εἰς τάς τινων μυθολογίας ἐμπεσεῖν, ὅτι, τούτῳ παρα δοὺς, αὐτὸς ἀπέστη. Ἢ εἰ τοῦ Υἱοῦ ἔχοντος, ἔχει καὶ ὁ Πατὴρ, ἔδει μὴ εἰπεῖν, παρεδόθη, ἀλλ' ὅτι προσελάβετο κοινωνὸν, ὡς Παῦλος τὸν Σιλουανόν. Ἀλλὰ καὶ μᾶλλον ἄτοπον τοῦτο· οὐ γὰρ ἐνδεὴς ὁ Θεὸς, οὐ δὲ διὰ χρείαν προσελάβετο τὸν Υἱὸν εἰς βοήθειαν· ἀλλὰ, Πατὴρ ὢν τοῦ Λόγου, πάντα δι' αὐτοῦ ποιεῖ, καὶ οὐ παραδίδωσιν αὐτῷ κτίσιν, ἀλλὰ δι' αὐτοῦ καὶ ἐν αὐτῷ τῆς κτίσεως προνοεῖ, ὥστε μηδὲ στρουθίον ἄνευ τοῦ Πατρὸς πεσεῖν εἰς τὴν γῆν, μηδὲ τὸν χόρτον ἀμφιέννυσθαι ἄνευ τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεσθαι καὶ τὸν Υἱὸν ἕως ἄρτι. Οὐκ οῦν τῶν ἀσεβῶν τὸ φρόνημα μάταιον. Οὐ γὰρ, ὡς νο οῦσιν, ἔστιν, ἀλλὰ τῆς κατὰ σάρκα οἰκονομίας ἐστὶ δηλωτικὸν τὸ ῥητόν. Ἐπειδὴ γὰρ ἥμαρτε καὶ πέπτωκεν ὁ ἄν θρωπος, καὶ πεσόντος αὐτοῦ τὰ πάντα τετάρα κται, ὁ θάνατος ἴσχυεν ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, ἡ γῆ κεκατήραται, ὁ ᾅδης ἠνοίγη, ὁ παράδεισος ἐκλείσθη, ὁ οὐρανὸς ἐθυμώθη, καὶ τέ λος ἐφθάρη ὁ ἄνθρωπος καὶ ἀπεκτηνώθη, ὁ δὲδιάβολος ἐνήλλετο καθ' ἡμῶν. Τότε δὴ ὁ Θεὸς φιλάνθρωπος ὢν καὶ μὴ θέλων ἀπολέσθαι τὸν κατ' εἰκόνα ἄνθρωπον, ἔλεγε· Τίνα ἀποστελῶ, καὶ τίς πορεύσεται; Πάντων τε σιωπώντων, ὁ Υἱὸς ἔλεγεν· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με· καὶ δὴ τότε λέγων, βάδιζε, παρέδωκεν αὐτῷ τὸν ἄνθρωπον, ἵνα γένηται αὐτὸς ὁ Λόγος σὰρξ, καὶ παραλαβὼν τὴν σάρκα κατὰ πάντα διορθώσηται. Παρεδόθη γὰρ αὐτῷ, ὡς ἰατρῷ, θεραπεῦσαι τὸ δῆγμα τοῦ ὄφεως· ὡς ζωῇ, ἀνεγεῖραι τὸ νεκρόν· ὡς φωτὶ, καταυγάσαι τὸ σκότος· καὶ λόγῳ ὄντι, ἀνακαινίσαι τὸ λογικόν. Ὡς γοῦν παρεδόθη αὐτῷ τὰ πάντα, καὶ γέγονεν ἄνθρω πος, εὐθὺς διορθώθη καὶ ἐτελειώθη τὰ ὅλα· ἡ γῆ ἀντὶ κατάρας εὐλόγηται, ὁ παράδεισος ἠνοίγη τῷ λῃστῇ, ὁ ᾅδης ἔπτηξε, καὶ τὰ μνημεῖα ἠνοίγη, ἐγειρομένων τῶν νεκρῶν, αἱ πύλαι τοῦ οὐρανοῦ ἐπήρθησαν, ἵν' ὁ ἐξ Ἐδὼμ παραγένηται. Ἀμέλει τὸ πῶς παρεδόθη αὐτῷ πάντα, σημᾶναι θέλων αὐτὸς ὁ Σωτὴρ, ἐπήγαγεν εὐθὺς, ὡς ὁ Ματθαῖός φησιν· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· παρεδόθητε γάρ μοι, ἵνα κοπιάσαντας ἀναπαύσω, καὶ νεκρωθέντας ζωοποιήσω. Συνᾴδει δὲ τούτῳ καὶ τὸ παρὰ τῷ Ἰωάννῃ κείμενον· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Δέδωκε γὰρ, ἵν', ὥσπερ δι' αὐτοῦ τὰ πάντα γέγονεν, οὕτως ἐν αὐτῷ τὰ πάντα ἀνακαινισθῆναι δυνηθῇ. Οὐ γὰρ, ἵν' ἐκ πτωχοῦ πλούσιος γένηται, παρεδόθη αὐτῷ, οὐδ' ἵνα, ὡς μὴ ἔχων ἐξουσίαν, λάβῃ ἐξουσίαν, παρέλαβε τὰ πάντα, μὴ γένοιτο! ἀλλ' ἵνα μᾶλλον, ὡς Σωτὴρ, τὰ πάντα διορθώσηται. Ἔπρεπε μὲν γὰρ τὴν μὲν ἀρχὴν τῆς δημιουργίας δι' αὐτοῦ γε νέσθαι εἰς τὸ εἶναι αὐτὰ, τὴν δὲ διόρθωσιν ἐν αὐτῷ, ἐχουσῶν διαφορὰν τῶν λέξεων. Ἐν ἀρχῇ μὲν γὰρ δι' αὐτοῦ γέγονεν εἰς τὸ εἶναι· ὕστερον δὲ, πεσόντων πάντων, γέγονεν ὁ Λόγος σὰρξ, καὶ ἐνεδύσατο αὐ τὴν, ἵν' ἐν αὐτῷ τὰ ὅλα κατορθωθῇ. Πάσχων γὰρ αὐτὸς ἡμᾶς ἀνέπαυσε, καὶ πεινῶν αὐτὸς ἡμᾶς ἔτρεφε, καὶ εἰς τὸν ᾅδην καταβαίνων ἡμᾶς ἀνέφερε. Τότε γοῦν γινομένων πάντων πρόσταγμα ἦν τὸ γε νέσθαι, οἶον τὸ, ἐξαγαγέτω, καὶ, γενέσθω· ἐπὶ δὲ τῇ διορθώσει παραδοθῆναι πάντα ἔπρεπεν, ἵν' αὐτὸς γένηται ἄνθρωπος, καὶ ἐν αὐτῷ τὰ πάντα ἀνακαι νισθῇ. Ἐν αὐτῷ γὰρ ὢν ὁ ἄνθρωπος, ἐζωοποιεῖτο· διὰ τοῦτο γὰρ συνεπλάκη ὁ Λόγος τῷ ἀνθρώπῳ, ἵνα ἡ κατάρα μηκέτι ἰσχύσῃ κατὰ τοῦ ἀνθρώπου. Διὰ τοῦτο γὰρ καὶ ἐν ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ τοὺςἀξιοῦντάς φασι τὸν Θεὸν περὶ τοῦ ἀνθρωπείου γένους, Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, ἵνα καὶ τὸ καθ' ἡμῶν κρῖμα τοῦ θανάτου, ὅπερ ἦν καθ' ἡμῶν, παραδοθῇ τῷ Υἱῷ, καὶ λοιπὸν αὐτὸς ἐν αὐτῷ αὐτὸ ἐξαφανίσῃ, ἀποθανὼν ὑπὲρ ἡμῶν. Τοῦτο γὰρ σημαίνων καὶ αὐτὸς ἔλεγεν ἐν τῷ ὀγδοηκοστῷ ἑβδόμῳ ψαλμῷ· Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Τὸν γὰρ καθ' ἡμῶν θυμὸν αὐτὸς ἐβάσταζεν, ὡς καὶ ἐν τῷ ἑκατοστῷ τριακοστῷ ἑβδόμῳ φησί· Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ. Οὕτω μὲν οὖν πάντα παραδεδόσθαι τῷ Σωτῆρι νοεῖν ἔξεστι, καὶ εἰ δεῖ νοήσαντα πάλιν εἰπεῖν, παραδέδοται αὐτῷ ἅπερ οὐκ εἶχεν. Οὐ γὰρ ἦν ἄνθρωπος πρὸ τούτου, ἀλλὰ γέγονε διὰ τὸ σῶσαι τοῦτον. Καὶ οὐκ ἦν ἐν ἀρχῇ σὰρξ ὁ Λόγος, ἀλλ' ὕστερον γέγονε σὰρξ, ἐν ᾗ καὶ τὴν πρὸς ὑμᾶς ἔχθραν διήλλαξε κατὰ τὸν Ἀπόστολον, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι κατήργησεν, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρω πον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Ἃ μέντοι ἔχει ὁ Πατὴρ, ταῦτα καὶ τοῦ Υἱοῦ ἐστιν, ὡς ἐν τῷ Ἰωάννῃ φησί· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι, πάνυ γε καλῶς ἐχόντων τῶν ῥημάτων. Ὅτε μὲν γὰρ ὅπερ οὐκ ἦν ἐγίνετο, παραδίδοται αὐτῷ τὰ πάντα· ὅτε δὲ τὴν πρὸς τὸν Πατέρα ἑνότητα σημᾶναι βούλεται, οὐ κρύπτει, ἀλλὰ διδάσκει λέγων· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Καὶ τὴν ἀκρίβειαν χρὴ θαυμά ζειν τοῦ λόγου. Οὐ γὰρ εἴρηκε, Πάντα ὅσα ἔχει ὁ Πατὴρ, δέδωκέ μοι, ἵνα μὴ, ὥς ποτε μὴ ἔχων, δειχθῇ· ἀλλ' ὅτι ἐμά ἐστιν. Ὄντων γὰρ ἐν τῇ τοῦ Πατρὸς ἐξουσίᾳ τούτων, ἔστιν ὁμοίως ἐν τῇ τοῦ Υἱοῦ. Τί δὲ ἔχει ὁ Πατὴρ, ἐξεταστέον πάλιν. Εἰ μὲν γὰρ τὴν κτίσιν σημαίνει, οὐδὲν ἄρα εἶχε πρὸ τῆς κτίσεως, καὶ φαίνεται προσλαμβάνων ἀπὸ τῆς κτίσεως. Ἀλλὰ μὴ γένοιτο τοῦτο νοεῖν! Ὡς γάρ ἐστιν αὐτὸς πρὸ τῆς κτίσεως, οὕτω καὶ πρὸ τῆς κτίσεως ἔχει ἅπερ ἔχει, ἅτινα καὶ τοῦ Υἱοῦ εἶναι πιστεύομεν. Εἰ γὰρ ἐν τῷ Πατρὶ ὁ Υἱὸς, ἄρα ἂν τὰ πάντα, ὅσα ἔχει ὁ Πατὴρ, τοῦ Υἱοῦ ἐστιν. Ἀνατρέπον δὲ τὸ ῥητόν ἐστι τοῦτο τὴν τῶν κακοδόξων πονηρίαν λεγόντων· «Εἰ πάντα παραδέδοται τῷ Υἱῷ, ἄρα πέπαυται ὁ Πατὴρ τῆς τῶν παραδοθέντων ἐξουσίας, ἐπειδὴ κατέστησεν ἀνθ' ἑαυτοῦ τὸν Υἱόν· Καὶ γὰρ ὁ Πατὴρ οὐδένα κρίνει, πᾶσαν δὲ τὴν κρίσιν δέδωκε τῷ Υἱῷ.» Ἀλλ' ἐμφραττέσθω τὰ στόματα τῶν λαλούντων τὰ ἄδικα· οὐ γὰρ, ἐπειδὴ πᾶσαν τὴν κρίσιν δέδωκε τῷ Υἱῷ, αὐτὸς τῆς δεσποτείας ἐψίλωται· οὐδ' ὅτι πάντα παρα δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς εἴρηται, αὐτὸς οὐκ ἔστιν ἐπὶ πάντων· χωριζόντων δὲ σαφῶς τὸν Μονογενῆ τοῦ Θεοῦ τὸν ἀχώριστον τῇ φύσει, εἰ καὶ τοῖς λόγοις οὗτοι μεμηνότες χωρίζουσιν, οὐνοοῦντες οἱ δυσσεβεῖς, ὡς οὐκ ἂν χωρισθείη ποτὲ τὸ φῶς τοῦ ἡλίου, ἀλλ' ἔστιν ἐν αὐτῷ φυσικῶς. Ἀπὸ γὰρ τῶν ἐν χερσὶ καὶ συνήθων εἰκόνι πτωχῇ χρησαμένους, τὸ νοούμενον παραστῆσαι τῷ λόγῳ δεῖ, ἐπειδὴ τολμηρὸν ἐμβατεύειν τὴν ἀπερινόητον φύσιν. Ὡς οὐκ ἂν τοίνυν ποτὲ τὸ ἐξ ἡλίου φῶς τὴν οἰκουμένην καταλάμπον χωρὶς αὐτοῦ περιλάμπειν δυνατὸν νοηθῆναι παρὰ τοῖς ἐῤῥωμένοις τὸν νοῦν, ἐπειδὴ ἥνωται τῇ φύσει τοῦ ἡλίου τὸ ἐξ αὐτοῦ φῶς, καὶ ὡς εἰ λέγοι τὸ φῶς· Πάντα καταλάμπειν παρείληφα παρὰ τοῦ ἡλίου, καὶ πάντα αὔξειν καὶ ἐνισχύειν διὰ τῆς ἐν ἐμοὶ θερμότητος· οὐ χωρίζειν τις μεμηνὼς νοήσει τὴν τοῦ ἡλίου ὀνομασίαν τῆς ἐξ αὐτοῦ φύσεως, ἥ ἐστι τὸ φῶς· οὕτω νοεῖν εὐσεβὲς καὶ τὴν θείαν οὐσίαν τοῦ Λόγου ἡνωμένην φύσει τῷ ἑαυτοῦ Πατρί. Καὶ γὰρ τὸ ἐν χερσὶ ῥητὸν τὴν σαφήνειαν παρέξει τοῦ ζητουμένου σαφεστάτην, εἰπόντος τοῦ Σωτῆρος· Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν, ὃ δηλοῖ αὐτὸν ἀεὶ εἶναι σὺν τῷ Πατρί· τὸ γὰρ, ὅσα ἔχει, τὴν δεσποτείαν κρατεῖν δείκνυσι τὸν Πατέρα· τὸ δὲ, ἐμά ἐστι, τὴν ἀχώριστον ἕνωσιν. Ἀνάγκη τοίνυν νοεῖν ἡμᾶς ὅτι ἔστιν ἐν τῷ Πατρὶ τὸ ἀΐδιον, τὸ αἰώνιον, τὸ ἀθάνατον· ἔστι δὲ ἐν αὐτῷ οὐχ ὡς ἀλλότρια αὐτοῦ, ἀλλ' ὡς ἐν πηγῇ ἐστιν ἐν αὐτῷ ἀναπαυόμενα καὶ ἐν τῷ Υἱῷ. Ὅταν τοίνυν περὶ Υἱοῦ νοεῖν ἐθέλῃς μαθὼν τίνα ἐστὶ τὰ ἐν τῷ Πατρὶ, ταῦτα καὶ ἐν τῷ Υἱῷ εἶναι πίστευε. Εἰ μὲν οὖν κτίσμα ἐστὶν ὁ Πατὴρ ἢ ποίημα, ἔστι ταῦτα καὶ ἐν τῷ Υἱῷ· καὶ εἰ θεμιτὸν εἰπεῖν ἐπὶ τοῦ Πατρὸς, ἦν ποτε, ὅτε οὐκ ἦν, ἡ ἐξ οὐκ ὄντων· λεγέσθω τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ. Εἰ δὲ ἀσεβές ἐστι ταῦτα λέγειν ἐν τῷ Πατρὶ εἶναι, ἀσεβὲς ἔστω καὶ ἐν τῷ Υἱῷ ταῦτα νοεῖν. Τὰ γὰρ τοῦ Πατρὸς, ταῦτα τοῦ Υἱοῦ ἐστιν. Ὁ γὰρ τιμῶν τὸν Υἱὸν τιμᾷ τὸν Πατέρα τὸν πέμψαντα αὐτὸν, καὶ ὁ δεχόμενος τὸν Υἱὸν, δέχεται σὺν αὐτῷ τὸν Πατέρα· ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Ὡς οὖν οὐκ ἔστι κτίσμα ὁ Πατὴρ, οὕτως οὐδὲ ὁ Υἱός· καὶ ὡς οὐκ ἔστιν εἰπεῖν ἐπ' αὐτοῦ, ἦν ποτε, ὅτε οὐκ ἦν, ἢ ἐξ οὐκ ὄντων· οὕτως οὐχ ἁρμόζει, οὐδ' ἐπὶ τοῦ Υἱοῦ λέγειν τὸ αὐτό. Ἀλλὰ μᾶλλον ὡς ἐν τῷ Πατρὶ τὸ ἀΐδιον, τὸ ἀθάνατον, τὸ ἀεὶ, τὸ μὴ κτίσμα· οὕτω καὶ περὶ Υἱοῦ φρονεῖν ἀκόλουθον. Κατὰ γὰρ τὸ γεγραμμένον, Καθὼς ὁ Πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ. Δέδωκε δὲ εἴρηκεν, ἵνα τὸν διδόντα Πατέρα δείξῃ. Ὡς δὲ ἐν τῷ Πατρὶ, οὕτω καὶ ἐν τῷ Υἱῷ ἐστιν ἡ ζωὴ, ἵνα τὸ ἀδιαίρετον καὶ ἀΐδιον διδάξῃ. Διὰ τοῦτο γὰρ καὶ ἀκριβῶς εἴρηκεν, Ὅσα ἔχει ὁ Πατὴρ, ἵνα, καὶ ὧδε λέγων τὸν Πατέρα, μὴ καὶ αὐτὸς Πατὴρ νομισθῇ. Οὐ γὰρ εἴρηκεν, Ἐγώ εἰμι ὁ Πατὴρ, ἀλλ', Ὅσα ἔχει ὁ Πατήρ. Πατὴρ μὲν γὰρ, ὦ Ἀρειανοὶ, παρὰ τοῦ Πατρὸς χρηματίζοι ὁ μονογενὴς Υἱὸς αὐτοῦ, οὐ μὴν ὡς ὑμεῖς πλανώμενοι ἴσως ἂν ὑπολάβοιτε, ἀλλ' Υἱὸς μὲν τοῦ γεννήσαντος Πατρὸς, πατὴρ δὲ τοῦ μέλλοντος αἰῶνος. Δεῖ γὰρ ὑμῶν πάσας τὰς ὑπονοίας περιελεῖν Φησὶ γοῦν διὰ τοῦ προφήτου· Ἐγεννήθη ἡμῖν Υἱὸς, καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Οὐκοῦν καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος ὁ Μονογενὴς, καὶ Θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς ὁ Υἱὸς ὑπάρχει τοῦ Θεοῦ· καὶ σαφῶς δέδεικται, ὅτι πάντα, ὅσα ἔχει ὁ Πατὴρ, αὐτοῦ ἐστι, καὶ καθὼς ζωὴν δίδωσιν ὁ Πατὴρ, καὶ τῷ Υἱῷ ὁμοίως πάρεστιν οὓς θέλει ζωοποιεῖν. Ἀκούσονται γὰρ, φησὶ, τῆς φωνῆς τοῦ Υἱοῦ οἱ νεκροὶ, καὶ ζήσονται. Καὶ ἓν θέλημα Πατρὸς καὶ Υἱοῦ καὶ βούλημα, ἐπεὶ καὶ ἡ φύσις μία καὶ ἀδιαίρετος. Καὶ περισσῶς οἱ Ἀρειανοὶ κόπτουσιν ἑαυτοὺς, μὴ νοοῦντες τὸ εἰρημένον πρὸς τοῦ Σωτῆρος ἡμῶν, τὸ, Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν. Ἐκ γὰρ τούτου, καὶ ἡ Σαβελλίου ἀνατρέπεται παραφροσύνη, καὶ τῶν νῦν Ἰουδαίων ἐλέγξει τὴν ἄνοιαν. Διὰ γὰρ τοῦτο ζωὴν ἔχων ἐν ἑαυτῷ ὁ Μονογενὴς, ὡς ὁ Πατὴρ ἔχει, καὶ μόνος οἶδε τίς ἐστιν ὁ Πατὴρ, ἐν τῷ Πατρὶ ὢν, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα. Εἰκὼν γάρ ἐστι, καὶ ἀκολούθως, ὡς ἐν εἰκόνι, πάντα τὰ τοῦ Πατρὸς ἐν αὐτῷ ἐστι. Σφραγὶς γάρ ἐστιν ἰσότυπος ἐν αὐτῷ δεικνὺς τὸν Πατέρα, Λόγος ζῶν, ἀληθινὸς, δύναμις, σοφία, ἁγιασμὸς, καὶ ἀπολύτρωσις ἡμῶν. Ἐν αὐτῷ γὰρ καὶ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν· καὶ, Οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Πατὴρ εἰ μὴ ὁ Υἱὸς, καὶ τίς ἐστιν ὁ Υἱὸς εἰ μὴ ὁ Πατήρ. Καὶ πῶς τολμῶσιν οἱ δυσσεβεῖς φλυαρεῖν, ἃ μὴ θέμις, ἄνθρωποι ὄντες, καὶ τὰ ἐπὶ γῆς οὐχ εὑρίσκοντες διηγήσασθαι; Τί δὲ λέγω τὰ ἐπὶ γῆς; τὰ ἑαυτῶν ἡμῖν εἰπάτωσαν, εἰ ἄρα εὑρεῖν δυνήσονται τὴν ἑαυτῶν ἐξιχνιάσαι φύσιν. Τολμηροὶ ὄντως καὶ αὐθάδεις, δόξας οὐ τρέμοντες, ἔνθα ἐπιθυμοῦσιν ἄγγελοι παρακῦψαι, καὶ τοσούτῳ καὶ τὴν φύσιν καὶ τὴν τάξιν ἀνώτεροι. Τί γὰρ ἐγγύτερον τῶν χερουβὶμ ἢ τῶν σεραφίμ; καὶ ὅμως οὐδὲ ὁρῶντα, ἢ ποσὶν ἑστῶτα, ἀλλ' οὐδὲ γυμνοῖς, κεκαλυμμένοις δὲ ὥσπερ καὶ τοῖς προσώποις τὴν δοξολογίαν προσφέρουσιν, ἀπαύστοις τοῖς χείλεσιν οὐδὲν ἕτερον ἢ τὴν θείαν καὶ ἄφραστον φύσιν τῇ τρισαγιότητι δοξάζοντα. Καὶ οὐδαμοῦ τις τῶν θεσπεσίων προφητῶν, τῶν μάλιστα καταξιωθέντων τῆς τοιαύτης θέας, ἀπήγγειλεν ἡμῖν, ὅτι ἐν μὲν τῷ ἅπαξ εἰπεῖν τὸ, ἅγιος, μεγάλῃ τῇ φωνῇ, ἐν δὲ τῷ δευτερῶσαι, ἧσσον, ἐν δὲ τῷ τρισσεῦσαι, ὑποβεβηκότως· καὶ μετὰ τοῦτο τὸν πρῶτον ἁγιασμὸν κυριολογοῦντα, τὸν δὲ δεύτερον ὑποτάσσοντα, καὶτὸν τρίτον κατώτερον τιθέντα. Ἀλλ' ἄπαγε τῆς ἀνοίας τῶν θεοστυγῶν καὶ ἀφρόνων! Ἡ γὰρ πανύμνητος καὶ σεβάσμιος καὶ προσκυνητὴ Τριὰς μία καὶ ἀδιαίρετος καὶ ἀσχημάτιστος. Συνάπτεται δὲ ἀσυγχύτως, ὥσπερ καὶ ἀτμήτως ἡ μονὰς χωρίζεται. Τὸ γὰρ τρίτον τὰ τίμια ζῶα ταῦτα προσφέρειν τὴν δοξολογίαν Ἅγιος, ἅγιος, ἅγιος λέγοντα, τὰς τρεῖς ὑποστάσεις τελείας δεικνύντα ἐστὶν, ὡς καὶ ἐν τῷ λέγειν τὸ, Κύριος, τὴν μίαν οὐσίαν δηλοῦσιν. Οἱ τοίνυν ἐλασσοῦντες τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν εἰς Θεὸν βλασφημοῦσι, τὴν τελειότητα κακοδοξοῦντες, καὶ ἀτελῆ. διαβάλλοντες· καὶ κολάσεως μεγίστης ἑαυτοὺς ὑπευθύνους καθιστῶσιν. Ὁ γὰρ εἰς ὁποτέραν τῶν ὑποστάσεων βλασφημιῶν οὐχ ἕξει ἄφεσιν οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. Δυνατὸς δέ ἐστιν ὁ Θεὸς ἀνοῖξαι τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτῶν πρὸς κατανόησιν τοῦ ἡλίου τῆς δικαιοσύνης· ἵν', ἐπιγνόντες ὃν πάλαι ἠθέτουν, συντόνῳ τῷ τῆς εὐσεβείας λογισμῷ σὺν ἡμῖν αὐτὸν δοξάσωσιν, ὅτι αὐτοῦ ἐστιν ἡ βασιλεία, τοῦ Πατρὸς, καὶ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν.

Spanish Gemini
1.1
Sobre el pasaje:« Todas las cosas me han sido entregadas por mi Padre, y nadie conoce quién es el Hijo sino el Padre; y quién es el Padre sino el Hijo, y aquel a quien el Hijo quiera revelárselo». Al no comprender esto, los seguidores de la herejía de Arrio, Eusebio y quienes están con él, blasfeman contra el Señor; pues dicen:« Si todas las cosas le fueron entregadas( llamando' todas' al señorío de la creación), hubo un tiempo en que no las tenía. Y si no las tenía, no es del Padre; pues si lo fuera, las habría tenido siempre al ser de Él, y no habría tenido necesidad de recibirlas». Pero incluso por esto se demostrará aún más su insensatez. Pues el pasaje no es indicativo de gobernar la creación o de supervisar las obras, sino que quiere manifestar algún sentido de la economía. Porque si, cuando decía« me han sido entregadas», fuera evidente que antes de recibirlas la creación estaba vacía del Logos,¿ dónde queda aquello de que« todas las cosas subsisten en Él»? Y si, al mismo tiempo que la creación llegó a existir, le fue entregada toda, no había necesidad de entrega; pues todas las cosas fueron hechas por medio de Él, y es superfluo que se le entreguen al Señor aquellas de las cuales Él mismo es creador. Pues Él era Señor de las cosas que llegaban a existir al momento de crearlas. Pero incluso si se le entregaron después de haber sido creadas, observa lo absurdo. Pues si le fueron entregadas y el Padre se retiró una vez que este las recibió, corremos el peligro de caer en las mitologías de algunos, según las cuales, al entregárselas a Él, el Padre se apartó. O si, al tenerlas el Hijo, también las tiene el Padre, no debió decir« me han sido entregadas», sino que tomó un colaborador, como Pablo a Silvano. Pero esto es aún más absurdo; pues Dios no es indigente, ni por necesidad tomó al Hijo como ayuda; sino que, siendo Padre del Logos, hace todas las cosas por medio de Él, y no le entrega la creación, sino que por medio de Él y en Él provee a la creación, de modo que ni un gorrión cae a tierra sin el Padre, ni la hierba se viste sin Dios, sino que, trabajando el Padre, también el Hijo trabaja hasta ahora. Por tanto, el pensamiento de los impíos es vano. Pues no es como ellos piensan, sino que el pasaje es indicativo de la economía según la carne. Pues dado que el hombre pecó y cayó, y al caer él todas las cosas fueron perturbadas, la muerte imperó desde Adán hasta Moisés, la tierra fue maldecida, el Hades se abrió, el paraíso fue cerrado, el cielo se irritó y, finalmente, el hombre fue corrompido y animalizado, y el diablo saltaba contra nosotros. Entonces, ciertamente, Dios, siendo filántropo y no queriendo que el hombre hecho a su imagen pereciera, decía:«¿ A quién enviaré y quién irá?». Y estando todos en silencio, el Hijo decía:« He aquí yo, envíame». Y entonces, al decir« ve», le entregó al hombre, para que el mismo Logos se hiciera carne y, al tomar la carne, corrigiera todas las cosas. Pues le fue entregado, como médico, para sanar la mordedura de la serpiente; como vida, para levantar al muerto; como luz, para iluminar la oscuridad; y, siendo Logos, para renovar lo racional. Así pues, cuando todas las cosas le fueron entregadas y se hizo hombre, inmediatamente todo fue corregido y perfeccionado; la tierra fue bendecida en lugar de la maldición, el paraíso fue abierto al ladrón, el Hades tembló y los sepulcros se abrieron al resucitar los muertos, las puertas del cielo fueron levantadas para que el que viene de Edom pudiera entrar. Ciertamente, queriendo el mismo Salvador indicar cómo le fueron entregadas todas las cosas, añadió inmediatamente, como dice Mateo:« Venid a mí todos los que estáis fatigados y cargados, y yo os haré descansar; pues me habéis sido entregados para que a los fatigados les dé descanso y a los muertos les dé vida». Y concuerda con esto lo que está en Juan:« El Padre ama al Hijo y ha entregado todas las cosas en su mano». Pues las ha entregado para que, así como por medio de Él todas las cosas llegaron a existir, así también en Él todas las cosas puedan ser renovadas. Pues no le fueron entregadas para que de pobre se hiciera rico, ni para que, como si no tuviera autoridad, recibiera autoridad—¡ lejos de nosotros tal cosa!—, sino para que, más bien, como Salvador, corrigiera todas las cosas. Pues convenía que el principio de la creación fuera por medio de Él para que las cosas llegaran a ser, pero la corrección en Él, teniendo las palabras una diferencia. Pues en el principio, por medio de Él, llegaron a ser para existir; pero después, al haber caído todas las cosas, el Logos se hizo carne y se revistió de ella, para que en Él todas las cosas fueran rectificadas. Pues sufriendo Él mismo nos dio descanso, y teniendo hambre Él mismo nos alimentaba, y descendiendo al Hades nos elevaba. Entonces, ciertamente, al llegar a existir todas las cosas, el mandato era el llegar a ser, como el« que produzca» y« que sea»; pero en la corrección convenía que todas las cosas fueran entregadas, para que Él mismo se hiciera hombre y en Él todas las cosas fueran renovadas. Pues estando el hombre en Él, era vivificado; pues por esto el Logos se unió al hombre, para que la maldición ya no tuviera fuerza contra el hombre. Por esto también en el salmo setenta y uno dicen los que piden a Dios por el género humano:« Oh Dios, da tu juicio al rey», para que también el juicio de la muerte que estaba contra nosotros sea entregado al Hijo, y en adelante Él mismo en sí mismo lo haga desaparecer, habiendo muerto por nosotros. Pues significando esto, Él mismo decía en el salmo ochenta y siete:« Sobre mí se ha apoyado tu ira». Pues Él mismo cargaba la ira que estaba contra nosotros, como también dice en el ciento treinta y siete:« El Señor retribuirá por mí». Así pues, es posible entender que todas las cosas han sido entregadas al Salvador, y si es necesario, habiéndolo entendido, decir de nuevo: le han sido entregadas aquellas cosas que no tenía. Pues no era hombre antes de esto, sino que llegó a serlo para salvarlo. Y el Logos no era carne en el principio, sino que después se hizo carne, en la cual también reconcilió la enemistad contra vosotros según el Apóstol, y abolió la ley de los mandamientos en dogmas, para crear en sí mismo de los dos un solo hombre nuevo, haciendo la paz, y reconciliar a ambos en un solo cuerpo con el Padre. Sin embargo, lo que tiene el Padre, esto también es del Hijo, como dice en Juan:« Todas las cosas, cuantas tiene el Padre, son mías», siendo las palabras muy acertadas. Pues cuando lo que no era llegaba a ser, todas las cosas le son entregadas; pero cuando quiere significar la unidad con el Padre, no lo oculta, sino que enseña diciendo:« Todas las cosas, cuantas tiene el Padre, son mías». Y hay que admirar la precisión del discurso. Pues no dijo:« Todas las cosas, cuantas tiene el Padre, me las ha dado», para que no se muestre como si alguna vez no las tuviera; sino que« son mías». Pues estando estas en la autoridad del Padre, están igualmente en la del Hijo. Pero hay que examinar de nuevo qué tiene el Padre. Pues si significa la creación, entonces no tenía nada antes de la creación, y parece que recibe algo de la creación.¡ Pero lejos de nosotros pensar esto! Pues así como Él es antes de la creación, así también antes de la creación tiene lo que tiene, cosas que creemos que también son del Hijo. Pues si el Hijo está en el Padre, entonces todas las cosas, cuantas tiene el Padre, son del Hijo. Y este pasaje derriba la maldad de los heterodoxos que dicen:« Si todas las cosas han sido entregadas al Hijo, entonces el Padre ha cesado en la autoridad de las cosas entregadas, puesto que estableció al Hijo en su lugar; pues el Padre no juzga a nadie, sino que ha dado todo el juicio al Hijo». Pero que sean cerradas las bocas de los que hablan injusticias; pues no porque haya dado todo el juicio al Hijo, Él mismo ha sido despojado del señorío; ni porque se diga que todas las cosas han sido entregadas al Hijo por el Padre, Él mismo no está sobre todas; sino que separan claramente al Unigénito de Dios, al que es inseparable por naturaleza, aunque estos, enloquecidos, los separan con palabras, no comprendiendo los impíos que la luz nunca podría separarse del sol, sino que está en él naturalmente. Pues, habiendo usado una imagen pobre de las cosas que están a mano y son habituales, es necesario presentar lo que se entiende al discurso, puesto que es audaz adentrarse en la naturaleza incomprensible. Pues, por tanto, así como no sería posible que la luz que viene del sol e ilumina el mundo fuera entendida como brillando sin él por parte de los que tienen la mente sana, puesto que la luz que viene de él está unida a la naturaleza del sol, y como si la luz dijera:« He recibido del sol el iluminar todas las cosas, y el hacer crecer y fortalecer todas las cosas por medio del calor que hay en mí»; nadie enloquecido entenderá que la denominación del sol se separa de la naturaleza que viene de él, que es la luz; así es piadoso entender también la esencia divina del Logos unida por naturaleza a su propio Padre. Pues, en efecto, el pasaje que está a mano proporcionará la claridad más evidente de lo que se busca, al decir el Salvador:« Todas las cosas, cuantas tiene el Padre, son mías», lo cual declara que Él está siempre con el Padre; pues el« cuantas tiene» muestra que el Padre mantiene el señorío; pero el« son mías» muestra la unión inseparable. Es necesario, por tanto, que entendamos que en el Padre está lo eterno, lo aioniano, lo inmortal; y está en Él no como cosas ajenas a Él, sino como en una fuente están en Él descansando y en el Hijo. Cuando, por tanto, quieras entender sobre el Hijo, habiendo aprendido cuáles son las cosas que están en el Padre, cree que estas también están en el Hijo. Pues si el Padre es criatura o hechura, estas cosas también están en el Hijo; y si es lícito decir del Padre:« hubo un tiempo en que no era», o« de lo que no existe», que se diga esto también del Hijo. Pero si es impío decir que estas cosas están en el Padre, que sea impío también entender estas cosas en el Hijo. Pues las cosas del Padre, estas son del Hijo. Pues el que honra al Hijo honra al Padre que lo envió, y el que recibe al Hijo, recibe con Él al Padre; pues el que ha visto al Hijo ha visto al Padre. Así pues, como el Padre no es criatura, así tampoco el Hijo; y como no es posible decir de Él:« hubo un tiempo en que no era», o« de lo que no existe», así no conviene decir lo mismo del Hijo. Sino más bien, como en el Padre está lo eterno, lo inmortal, lo que siempre es, lo que no es criatura; así es consecuente pensar también sobre el Hijo. Pues según lo escrito:« Como el Padre tiene vida en sí mismo, así también ha dado al Hijo tener vida en sí mismo». Ha dicho« ha dado» para mostrar al Padre que da. Pero como en el Padre, así también en el Hijo está la vida, para enseñar lo indivisible y eterno. Por esto también ha dicho con precisión:« Cuantas cosas tiene el Padre», para que, al decir también aquí« el Padre», no sea Él mismo considerado Padre. Pues no ha dicho:« Yo soy el Padre», sino:« Cuantas cosas tiene el Padre». Pues Padre, oh arrianos, puede ser llamado el unigénito Hijo suyo por parte del Padre, no ciertamente como vosotros, que quizás os equivocaríais al suponerlo, sino que es Hijo del Padre que lo engendró, y Padre del siglo venidero. Pues es necesario eliminar todas vuestras suposiciones. Dice, en efecto, por medio del profeta:« Nos ha nacido un Hijo, y nos ha sido dado, cuyo principado está sobre su hombro, y se llama su nombre Ángel del gran consejo, Dios fuerte, poderoso, Padre del siglo venidero». Por tanto, también el Unigénito es Padre del siglo venidero, y Dios fuerte, y el Hijo existe como poderoso de Dios; y se ha mostrado claramente que todas las cosas, cuantas tiene el Padre, son suyas, y como el Padre da vida, así también al Hijo le es semejante dar vida a quienes quiere. Pues oirán, dice, la voz del Hijo los muertos, y vivirán. Y una es la voluntad y el querer del Padre y del Hijo, puesto que también la naturaleza es una e indivisible. Y en vano los arrianos se golpean a sí mismos, no comprendiendo lo dicho por nuestro Salvador:« Todas las cosas, cuantas tiene el Padre, son mías». Pues de esto, también la demencia de Sabelio es derribada, y refutará la insensatez de los judíos actuales. Pues por esto, teniendo vida en sí mismo el Unigénito, como el Padre la tiene, y solo Él conoce quién es el Padre, estando en el Padre y teniendo en sí mismo al Padre. Pues es imagen, y consecuentemente, como en una imagen, todas las cosas del Padre están en Él. Pues es sello de igual forma que en sí mismo muestra al Padre, Logos viviente, verdadero, poder, sabiduría, santificación y nuestra redención. Pues en Él vivimos, nos movemos y somos; y:« Nadie conoce quién es el Padre sino el Hijo, y quién es el Hijo sino el Padre».¿ Y cómo se atreven los impíos a desvariar, lo cual no es lícito, siendo hombres y no encontrando cómo explicar las cosas que están en la tierra?¿ Y qué digo las cosas que están en la tierra? Que nos digan las suyas, si es que podrán encontrar cómo escudriñar su propia naturaleza. Audaces en verdad y obstinados, no temblando ante glorias donde los ángeles desean mirar, y siendo tanto superiores en naturaleza y en orden. Pues,¿ qué hay más cercano que los querubines o los serafines? Y, sin embargo, ni siquiera viendo, o estando de pie con los pies, ni siquiera desnudos, sino cubiertos, como también con los rostros, ofrecen la doxología, con labios incesantes nada más que glorificando la naturaleza divina e inefable con la trisagión. Y en ninguna parte alguno de los divinos profetas, de los que fueron especialmente dignificados con tal visión, nos anunció que en el decir una vez« santo», con gran voz, en el repetir, menos, y en el triplicar, más bajo; y después de esto, que el primer santificar sea el principal, el segundo el subordinado, y el tercero el inferior.¡ Pero lejos la insensatez de los que odian a Dios y de los insensatos! Pues la Trinidad, sumamente alabada, venerable y digna de adoración, es una, indivisible e inconfigurada. Y se une sin confusión, así como la mónada se divide indivisiblemente. Pues el que estos animales honorables ofrezcan la doxología diciendo« Santo, santo, santo», es para mostrar las tres hipóstasis perfectas, así como al decir« Señor» manifiestan la única esencia. Por tanto, los que disminuyen al unigénito Hijo de Dios blasfeman contra Dios, malentendiendo la perfección y difamándola como incompleta; y se hacen responsables de un castigo grandísimo. Pues el que blasfema contra cualquiera de las hipóstasis no tendrá perdón ni en este siglo ni en el venidero. Pero Dios es poderoso para abrir los ojos de su corazón hacia la comprensión del sol de justicia; para que, reconociendo a quien antes despreciaban, con el pensamiento intenso de la piedad lo glorifiquen junto con nosotros, porque de Él es el reino, del Padre, y del Hijo, y del Espíritu Santo, ahora y por los siglos. Amén.

Intertext edge

Open linked passage

Note