In illud Profecti in pagum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
In illud: Profecti in pagum invenietis pullum alligatum Τοῦ Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, εἰς τό· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον.»
1.1.1
«Οἱ τὰ ἐπίγεια φρονήσαντες» καὶ τῆς ἐντολῆς τοῦ θεοῦ κατα φρονήσαντες καὶ ἐν τῷ βίῳ τούτῳ μοχθήσαντες, οὗτοι πρὸ τῆς τῶν ἀγαθῶν εὑρέσεως ἐν ἀγνοίᾳ διέτριβον.
1.2.1
οἶμαι γὰρ καὶ τὸν σοφώτατον Σολομῶντα διὰ τοῦτο λέγειν, ὅτι «καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι.» 1. 3 τουτέστιν ἥμαρτες· ἡσύχασον. εἰ γὰρ καί ποτε ἐν ἀγνοίᾳ διατρίβων ἀπώλειαν τῇ σεαυτοῦ ψυχῇ περιεποιήσω, ἀλλὰ καιρὸς γέγονε τοῦ ζητῆσαι ἡμᾶς ταύτην.
1.4.1
ὡς καὶ ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς
1.4.2
ὁ χριστὸς ἐν εὐαγγελίοις διδάσκει λέγων· «ζητεῖτε καὶ εὑρήσετε.» καὶ πότε δὲ ταύτην εὑρήσωμεν ἢ νῦν ὅτε ὁ κύριος παρὼν ἔλυσεν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν;
1.5.1
ὡς καὶ ὁ μακάριος ἀπόστολος διδάσκει λέγων· «ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας.» 1. 6 καιρὸς οὖν ἠκολούθησε τοῦ ἀπολέσθαι τὴν ἐπισκοτοῦσαν ἁμαρτίαν καὶ καιρὸς ἐκάλεσε τοῦ ζητῆσαι τὸ πεπλανημένον, τοῦ λυθῆναι ἡμᾶς ἐκ τῶν δεσμῶν.
1.7.1
ἦλθε γὰρ «ὁ λύων τοὺς πεπεδημένους καὶ ἀνορθῶν τοὺς κατερραγμένους.» ἦλθεν «ὁ κηρύσσων ἄφεσιν τοῖς αἰχμαλώτοις καὶ τοῖς τυφλοῖς ἀνάβλεψιν.» 1. 8 «τότε» γὰρ «ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» 2. 1 Καὶ ἄλλως δὲ ἐπιβάλωμεν τῷ ῥητῷ. κινεῖ γὰρ ἡμᾶς εἰς πόθον τὸ τοῦ Σολομῶντος λεξείδιον. φησὶ γάρ· «καιρὸς τοῦ ζητῆσαι καὶ καιρὸς τοῦ ἀπολέσαι.» 2. 2 ἐπειδὴ πολλῷ τῷ χρόνῳ πλανώμενον ἦν τὸ γένος τὸ ἀνθρώπινον καὶ ἀπολλύμενον ταῖς τοῦ διαβόλου πανουργίαις, καιρὸς γέγονε τοῦ ζητηθῆναι τοῦτο καὶ ἀνακληθῆναι ἐκ τῆς αἰχμαλωσίας καὶ ἐλευθερωθῆναι ἐκ τῶν δεσμῶν.