Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In illud Profecti in pagum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.4.1
οἶμαι γὰρ ὅτι διὰ τὴν γενομένην τοῦ Ἀδὰμ παρακοὴν ἐξεβλήθημεν ἐκ τοῦ παραδείσου καὶ εἰς κώμην τὴν κατέναντι ἀπῳκίσθημεν.
4.5.1
«ἐξέβαλε» γάρ φησιν «ὁ θεὸς τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς.» καὶ ὧδε οὖν εἰς τὴν κατέναντι κώμην ἀποστέλλονται οἱ μαθηταὶ ὑπὸ τοῦ Ἰησοῦ λῦσαι τὸν προλεχθέντα πῶλον.
4.6.1
καὶ ὅρα μήποτε διὰ τὸν ἐκβληθέντα ἀπέναντι τοῦ παραδείσου οἱ μαθηταὶ ἀποστέλλονται εἰς τὴν κατέναντι κώμην ὑπὸ τοῦ Ἰησοῦ λῦσαι τὸν πῶλον τοῦτον.
4.7.1
διὰ γὰρ τοῦτο ἐπεδήμησεν ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα τὰ μὴ πεπλανημένα, ὅπως πορευθεὶς ζητήσῃ τὸ πεπλανημένον καὶ εὑρὼν αὐτὸ χαίρει ἐπ' αὐτῷ. συγχαίρουσι δὲ καὶ οἱ ἄγγελοι «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» 4. 8 ζητητέον δὲ εἰ μόνοι τῆς τοῦ πώλου διακονίας ἕνεκεν ἀπεστάλησαν οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην. οἶδα γὰρ ὅτι πρὸ τῶν ἀποστόλων ἀόρατοι δυνάμεις διηκόνουν τῷ Ἰησοῦ.
4.9.1
ἴσως οὖν καὶ αὐτὰς τὰς δυνάμεις μαθητευομένας αὐτῷ ὁ κύριος ἀπέστειλεν ἅμα τοῖς περὶ τὸν Πέτρον εἰς τὴν κατέναντι κώμην λῦσαι τὸν πῶλον.
4.10.1
ἄκουε γὰρ τοῦ εὐαγγελιστοῦ περὶ τοῦ κυρίου λέγοντος· «καὶ ἰδού» φησιν «ἄγγελοι ἐλθόντες διηκόνουν αὐτῷ.» περὶ δὲ τῆς ἀνθρωπότητος βοᾷ Δαυὶδ λέγων· «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς.» 4. 11 μηδεὶς τοίνυν ἐν σώματι διατρίβων καὶ εἰς τὸν βίον τοῦτον περισπώμενος νομιζέτω ὅτι ἔνδον ἐστὶ πόλεως. οὐ δύναται γὰρ ὁ «τὰ τῆς σαρκὸς φρονῶν» ἐν ταύτη τῇ μεγάλῃ πόλει εὑρεθῆναι, ἀλλ' ἐν κώμῃ ἔτι διατρίβει ὁ τοιοῦτος.
4.12.1
«τὸ» γὰρ «φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν ἐστιν.» εἰδέναι οὖν δεῖ, ὅτι ὁ κώμην οἰκῶν οὐ πολιτεύεται τῇ ψυχῇ, οὐ στρατηγεῖ τῇ γνώμῃ, οὐκ ἄρχει ἑαυτοῦ· πόλεως γὰρ μεγάλης ἀληθῶς ταῦτα ἴδια.
4.13.1
ὅταν γάρ τις ἐν ἀρετῇ πολιτεύηται καὶ σωφροσύνην στρατηγήσῃ καὶ σοφίαν βουλεύσηται καὶ ἐγκρατείας ἄρξῃ, τότε τῶν ἁγίων μιμητὴς γενήσεται.
4.14.1
οἱ γὰρ ἅγιοι «οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἀλλ' «ὡς προεῖπον «τὴν μέλλουσαν ἐπιζητοῦσιν,» «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.» 4. 15 ἄκουε γὰρ τοῦ ἀποστόλου λέγον τος· ἐπὶ τῆς γῆς «περιπατοῦντες» ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχομεν. καὶ ὑμῶν δὲ «τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπαρχέτω,» ἀγαπητοί.
4.16.1
σημαίνει γὰρ ὁ ἅγιος Παῦλος διὰ τοῦτο ἐπὶ γῆς «περιπατοῦντες» τὴν προκοπὴν τὴν γενομένην τοῖς μετὰ τὰ ἐνθάδε ἐν οὐρανῷ πολιτεύεσθαι μέλλουσι.

Intertext edge

Open linked passage

Note