In illud Profecti in pagum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Πορευθέντες οὖν οἱ μαθηταὶ ἔλυσαν τὸν πῶλον. μαθητῶν γὰρ ἔργον ἐστὶ τὸ λῦσαι τὸν πῶλον τοῦτον καὶ μαθητῶν δυναμένων ποιεῖν τὰ ὑπὸ τοῦ διδασκάλου λεγόμενα.
5.2.1
πολλοὶ γὰρ δοκοῦντες εἶναι τοῦ Ἰησοῦ μαθηταί, οὐχ ὅπως τὰ ὑπ' αὐτοῦ λεγόμενα ποιῶσιν, ἀλλὰ καὶ ἐπιβουλεύουσι τῷ διδασκάλῳ ὡς ὁ τρισάθλιος καὶ προδότης Ἰούδας.
5.3.1
πηλίκος δέ ἐστιν ὁ πῶλος οὗτος, ἀγαπητοί, ὡς μὴ ἕνα κύριον ἔχειν ἀλλὰ πολλούς; εἶπον γὰρ πρὸς τοὺς μαθητὰς οἱ κύριοι τοῦ πώλου· «τί λύετε τὸν πῶλον;» 5. 4 ἆρα εἰ ἦν αἰσθητὸς ὁ πῶλος οὗτος, οὐκ ἤρκει ἕνα κύριον αὐτῷ παρακαθέζεσθαι; νῦν δὲ πολλοὶ αὐτοῦ εἰσι κύριοι κατὰ τὸ εὐαγγέλιον. «εἶπον» γάρ φησιν «οἱ κύριοι αὐτοῦ πρὸς τοὺς μαθητάς· τί λύετε τὸν πῶλον;» 5. 5 ἴσως γὰρ ἐροῦσι πρὸς αὐτούς· οὐχ ὁρᾶτε πόσοι αὐτῷ παρακαθεζόμεθα; πῶς δεδεμένος ἐστίν; πῶς ἐσχήκαμεν αὐτὸν ἔκδοτον; τί ἀποσπᾶτε ἀφ' ἡμῶν τὴν ἐργασίαν ἡμῶν; τί λύετε τὴν προσδοκίαν ἡμῶν;
5.6.1
ἔτι οὗτος ἡμῖν ὑπολέλειπται καὶ τούτου ἡμᾶς ἀποστῆσαι βούλεσθε; ἐὰν οὗτος λυθῇ ἀπὸ τῶν δεσμῶν, ἡμεῖς ἀντ' αὐτοῦ δεσμευόμεθα· τούτου γὰρ ἐλευθερουμένου ἡμεῖς καταδι καζόμεθα.
5.7.1
ἐφοβοῦντο τοιγαροῦν οἱ ἀλιτήριοι δαίμονες ὁρῶντες λυόμενον τὸν πῶλον. ἐταράσσοντο ἐν ἑαυταῖς αἱ ἀντικείμεναι δυνάμεις, αἵτινες ᾐχμαλώτευσαν ἡμᾶς.
5.8.1
ἀλλ' ὅτε ἐπεδήμησεν ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς καὶ ἐπέγνωσαν αὐτοῦ τὴν παρουσίαν, ἐφοβήθησαν ἀκούσαντες· «ὑπάγετε εἰς τὸ σκότος τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» 5. 9 ἐφοβήθησαν ἀκούσαντες. «ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.» 5. 10 ἐφοβήθησαν ἀκούσαντες· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» 5. 11 ἐφοβήθησαν μὴ οὗτός ἐστιν ὁ καὶ τὸ σκότος καταλάμπων. ἤκουσαν γὰρ τοῦ προφήτου λέγοντος· «Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα.» 5. 12 πάντες οὖν περὶ τοῦ πώλου κεχήνασι, πάντες περὶ αὐτὸν κάθηνται· οὐδεὶς αὐτοῦ ἀφίσταται. οὕτω τηλικοῦτός ἐστιν οὗτος ὁ πῶλος, ὡς πάντας αὐτοῦ τοὺς κυρίους τηρεῖν αὐτόν.
5.13.1
ἆρα, εἰ ἦν αἰσθητὸς οὗτος, οἱ κύριοι αὐτοῦ παρεκαθέζοντο αὐτῷ καὶ ὀνάριον αἰσθητὸν πολλῶν κυρίων γίνεται κτῆμα καὶ πάντες οἱ κεκτημένοι αὐτῷ παρακαθέζονται; οὐδεὶς αὐτῶν πραγμα τεύεται; οὐδεὶς αὐτῶν ἐν ἀγορᾷ βαδίζει; ἄλλο ἔργον οὐκ ἔχουσιν, ἀλλὰ πάντες αὐτῶν ὁμοῦ περὶ αὐτὸ ἠσχόληνται;
5.14.1
ἢ ὀνάριον αἰσθητὸν ἐπὶ ἀμφόδου δέδεται· ἔπαυλιν οὐκ ἔχει· φάτνην οὐκ ἔχει· εἰς ἀγορὰν οὐκ ἀπέρχεται· ἀλλὰ πῶλος αἰσθητὸς ἐπὶ ἀμφόδου δέδεται καὶ πάντες οἱ κύριοι αὐτοῦ αὐτῷ παρακαθέζονται τηροῦντες αὐτόν;
5.15.1
ταῦτα λέγων οὐκ ἀναιρῶ τὴν ἱστορίαν· οὐ γὰρ ἀναιροῦμεν τὸ γράμμα διὰ τὸ πνεῦμα, ἀλλὰ σῴζομεν τὴν τοῦ πνεύματος δύναμιν διὰ τοῦ γράμματος.