Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In illud Profecti in pagum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Ἀληθῶς ἐπὶ ὀναρίου αἰσθητοῦ ὁ κύριος ἐπεκαθέσθη εἰσερχόμενος ἀπὸ Βηθανίας εἰς Ἱεροσόλυμα. οὕτω γὰρ καὶ Ζαχαρίας προφητεύει λέγων· «εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου.» 6. 2 τῆς οὖν ἱστορίας ἀληθευούσης ζητῶ τὰ ἐν αὐτῇ καταχωρισθέντα πράγματα· ζητοῦμεν τὸν ἐναποκείμενον ἡμῖν θησαυρόν, ζητοῦμεν τοῦ πνεύματος τὴν δύναμιν. οὐ γὰρ ψιλῇ ἱστορίᾳ προσέχομεν· Ἰουδαίων γὰρ ἡ τοιαύτη ἀπόνοια.
6.3.1
ἀμέλει ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ χριστὸς διελέγχων αὐτῶν τὴν ἄνοιαν ἔφησεν· «ἐρευνᾶτε τὰς γραφάς, ὅτι ἐν αὐταῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν,» ἀλλ' Ἰουδαῖοι μὲν ψιλῷ τῷ γράμματι προσέχοντες ἐλιμοκτονήθησαν.
6.4.1
εἰδότες οὖν, ἀγαπητοί, ὅτι «τὸ μὲν γράμμα ἀποκτενεῖ, τὸ δὲ πνεῦμα ζῳοποιεῖ,» οὐ μόνον τῇ ἱστορίᾳ τῶν γραφῶν ἐξακολουθοῦμεν, οὐδὲ ὡς Ἰουδαῖοι ψιλῷ τῷ γράμματι προσέχομεν, ἀλλ' ὡς γέγραπται «ἐρευνᾶν τὰς γραφὰς» ὀφείλομεν, ἵν' οὕτω τὴν ἐκ τούτων μαρτυρίαν περὶ τοῦ Ἰησοῦ καταλαβεῖν δυνηθῶμεν.
6.5.1
γελάσουσι γὰρ καὶ Ἕλληνες καθ' ἡμῶν λέγον τες, ὅτι ὁ θεὸς τῶν Χριστιανῶν, ὁ καλούμενος Χριστός, εἰς ὀνάριον ἐπεκα θέσθη.
6.6.1
καὶ ἡμεῖς μὲν οὐκ ἀμφιβάλλομεν οὐδὲ ἀρνούμεθα αὐτοῦ τὴν ἐν σώματι παρουσίαν. διὰ γὰρ τοῦτο ἐπεδήμησεν, ἵνα τὸ ἀπολωλὸς ζητήσας εὕρῃ καὶ τὸ πλανώμενον ἐπιστρέψῃ.
6.7.1
οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου βοᾷ λέγων· «ἐπιστρέψατε, υἱοὶ ἐπιστρέφοντες, κἀγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν.» πράγματα οὖν ἐστι τὰ σημαινόμενα ἐν ταῖς θείαις γραφαῖς, ἀγαπητοί.
6.8.1
μέγας ἐστὶν οὗτος ὁ πῶλος, ὃς καὶ ἀλλαχοῦ λέγεται «υἱὸς νεώτερος.» καὶ γὰρ ὁ πῶλος ὄνος ἐστὶ νέος. καὶ ἡμεῖς οὖν ἐσμὲν ὁ πῶλος.
6.9.1
ἐὰν δὲ λέγω «ἡμεῖς», πᾶσα ἡ ἀνθρωπότης ἐστίν. ὅντινα ἄνθρωπον οἱ αἰχμαλωτεύσαντες πρὸ τούτου κύριοι, αὐτοὶ ἔδησαν δεσμοῖς ἀλύτοις καὶ ἕκαστος αὐτῶν δεσμὸν ἐπὶ δεσμὸν κατέδησαν.
6.10.1
καὶ σφοδρῶς αὐτὸν ἠσφαλίσαντο καὶ ὡς οἶμαι, ὅτι καὶ τοὺς πόδας αὐτοῦ κατέδησαν μὴ συγχω ροῦντες αὐτῷ διαβῆναι ἐπὶ τὰ βελτίω. ἀλλ' ὁ φιλάνθρωπος τοῦ θεοῦ υἱὸς ὁ διὰ τοῦτο ἐπιδημήσας κελεύει τοῖς μαθηταῖς αὐτοῦ εἰπὼν πρὸς αὐτούς· 6. 11 «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον· λύσαντες ἀγάγετέ μοι.» 7. 1 Πολλὰ οὖν παρέσχεν ἡμῖν ἀγαθὰ ὁ κύριος, ἀγαπητοί. οὐ μόνον γὰρ τοὺς δεσμοὺς ἡμῶν, τοὺς ἀπὸ τῆς ἁμαρτίας, ἔλυσεν.

Intertext edge

Open linked passage

Note