Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In illud Profecti in pagum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.3.1
ἀλλὰ νῶτα δίδωσιν, οὐκέτι πρὸς τὰ λεγόμενα ἀποκρινόμενοι, εὐθὺς γοῦν σπεύδουσι πρὸς τὸν ἄρχοντα ἑαυτῶν τὸν διάβολον ἀπαγγεῖλαι αὐτῷ τὰ συμβεβηκότα. καὶ ὁρᾷς ἐκεῖ θόρυβον καὶ σκέψιν καὶ συμβούλιον κατὰ τοῦ κυρίου γενόμενον.
8.4.1
συνάγεται γὰρ ἐκεῖ πᾶσα ἡ ἀντικειμένη δύναμις καὶ γίνεται ἐκκλησία πονηρευομένων, ὅπως πληρωθῇ τὸ εἰρημένον διὰ τοῦ προφήτου λέγοντος· «παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.» 8. 5 λέγουσι γὰρ πρὸς τὸν διάβολον οἱ ἀλιτήριοι δαίμονες· τί ποιοῦμεν; ὁ πῶλος λέλυται. ἀπῆλθε γὰρ πρὸς τὸν κύριον ἑαυτοῦ· οὐκέτι σου ἐστὶν ὑποχείριος, οὐκέτι αὐτοῦ κυριεύεις.
8.6.1
διελογίζετο λοιπὸν ὁ δείλαιος διάβολος τί ποιήσει τῷ Ἰησοῦ. τότε συνάγονται οἱ φαρισαῖοι καὶ οἱ γραμματεῖς εἰς τὴν αὐλὴν τοῦ λεγομένου Καϊαφᾶ καὶ συνεβουλεύσαντο κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
8.7.1
ἠγνόησαν γὰρ οἱ ἄθλιοι, ὅτι ὁ τούτου θάνατος ἡμῖν τὴν ἀθανασίαν χαρίζεται καὶ ἡ αὐτοῦ κατάβασις ἡμῖν τὴν ἄνοδον προεξένησεν.
8.8.1
ἀνέστη γὰρ ὁ κύριος τριήμερος ἐκ τῶν νεκρῶν σκυλεύσας τὸν ᾅδην, τὸν ἐχθρὸν καταπατήσας, τὸν θάνατον λύσας, τῆς κατεχούσης ἡμᾶς ἁμαρτίας τὰ δεσμὰ διαρρήξας καὶ τοὺς πεπεδημένους ἐλυτρώσατο λέγων· «ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν.» 8. 9 ἐλευθερωθέντες οὖν ἀπὸ τῆς δουλείας τοῦ διαβόλου ἐπιγνῶμεν ἑαυτῶν τὸν εὐεργέτην. δοξάσωμεν τὸν πατέρα σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι, μίαν θεότητα ὁμολογήσωμεν. οὕτω γὰρ πολιτευόμενοι βασιλείαν οὐρανῶν κληρονομήσωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note