Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestio 136 e quaestionibus ad Antiochum ducem 47
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
47.1
Τῷ (τοὺς τῷ μοντεφ.) εὐαγγελίῳ μὴ πιστεύοντας Ἕλληνας καὶ τὰς θείας πάσας γραφὰς εὐτελίζοντας πῶς αὐτοὺς πεῖσαι ὀφείλομεν ὅτι ἔστι θεὸς ἄκτιστος, ποιητὴς οὐρανοῦ καὶ γῆς, εἷς καὶ μόνος, καὶ οὐ πολλοὶ θεοὶ, ὡς αὐτοὶ πλανώμενοι νομίζουσιν; ρεσπονδετυρτῶν τὰς θείας γραφὰς μὴ δεχομένων, ἐξ αὐτῆς λοιπὸν τῆς τῶν πραγμάτων φύσεως περὶ θεολογίας πεῖσαι ὀφείλομεν. ὁρῶμεν γάρ τινας οὐσίας ἐν τῇ κτίσει, οὐ κατὰ φύσιν, ἀλλ' ὑπὲρ φύσιν μετ' ἀλλήλων ὑπαρχούσας. οἷόν τι λέγω. φύσει ἡ τῶν ὑδάτων οὐσία ῥευστικὴ καὶ καταφερὴς ὑπάρχει. πῶς οὖν ὁρῶμεν τοὺς λεγομένους σίφωνας ἐκ τῆς θαλάσσης ὕδωρ τὰς νεφέλας ἀνέλκοντας; τὸ δὲ θαυμαστότερον, ὅτι ἁλμυρὰ ἀνερχόμενα, γλυκεῖα λοιπὸν ταῦτα ἐπὶ γῆς διὰ τῶν ὄμβρων κατέρχονται. πῶς δὲ πάλιν καὶ ἡ τῶν σω μάτων φύσις βολιστικὴ κατὰ φύσιν ὑπάρχουσα. ὁρᾶται, ἄδυτος καὶ ἀβόλιστος ἐν τοῖς ὕδασι τῆς Μαρμαρικῆς Πενταπόλεως; οὐ μόνον δὲ, ἀλλὰ γὰρ καὶ ὕδατος καὶ πυρὸς ἐναντία ἡ φύσις ὑπάρχουσα, ἐν τῷ ἅμα ἦν, ὅτε ἐν Λυκίᾳ τῷ ὄρει τῷ λεγομένῳ Ὀλύμπῳ, καθὼς μυριάδες ἀνδρῶν ἑωράκασιν. καὶ ἄλλα δὲ μυρία τούτοις ὅμοια καὶ παράδοξά ἐστιν ἐν τῇ κτίσει ὁρώμενα καὶ θαυμαζόμενα· ἅπερ ἅπαντα οὐκ ἂν οὕτως ὑπὲρ φύσιν γίνεσθαι ἔμελλον, εἰ μὴ οὐσία τις θεοῦ ἦν τούτων δεσπόζουσα καὶ τούτοις ἐπιτρέπουσα ἀλλήλοις μὴ ἀντιτάττεσθαι. πῶς δὲ πάλιν λέγουσιν ἡμῖν Ἑλλήνων παῖδες, βροντῆς στερρᾶς γινομένης, ἅπασα ἡ φύσις τῶν ἀνθρώπων τρέμει, φρίττει τε καὶ ἐξίσταται, μηνύουσα διὰ τοῦ σχήματος ὡς ὑπὸ δεσπότην ἐστὶν τὸν τὰς βροντὰς ἐργαζόμενον. καὶ ταῦτα μὲν πρὸς τοὺς ἀφελεστέρους Ἑλλήνων εἰς θεογνωσίαν φέ ροντα ὑποδείγματα. πρὸ γὰρ τοῖς παρ' αὐτοῖς σοφοῖς, ἐκ φιλοσόφων ἀρχαίων δυνατῶν, μαρτυρίαις πολλαῖς περὶ θεοσεβείᾳ τινὲς Ἑλλήνων σοφοὶ ἔφρασαν. ἀλλὰ καὶ τὴν Χριστοῦ οἰκονομίαν ἀμυδρῶς προεμήνυσαν. καὶ γοῦν τις τῶν παρ' αὐτοῖς σοφῶν πρὸ πολλῶν τῆς Χριστοῦ ἐπιδημίας χρόνων φησίν. ὅτι ἥξει ἡ νεᾶνις ἔχουσα ἡμῖν οὐράνιον γόνον. καὶ ἄλλος πάλιν ἔφρασεν οὕτως· ὀψέ ποτε ἐπὶ τὴν πολυσχεδῆ ταύτην κατέρχεται ὁ θεὸς γῆν, καὶ δίχα πταίσματος σὰρξ γενήσεται, ὡς κατάκριτος ἐν ξύλῳ κρεμασθήσεται, καὶ ἀνίατα πάθη θεραπεύσει.

Intertext edge

Open linked passage

Note