Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermo in ramos palmarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Sermo in ramos palmarum Τοῦ Ἀθανασίου, ἀρχιεπισκόπου Ἀλεξανδρείας, λόγος εἰς τὰ βαΐα.
1.1.1
Φρικτόν, ἀγαπητοί, μυστήριον καὶ σήμερον ἐν Ἰερουσαλὴμ γέγονε. μυστήριον δέ φημι τὸ ὑπὸ τῶν προφητῶν κηρυχθὲν καὶ ὑπὸ Χριστοῦ τελεσθέν.
1.2.1
ὄντως γὰρ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» κατὰ τὸν μακάριον Δαυίδ. καὶ πάλιν ὁ αὐτός· «ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.» 1. 3 τὴν γὰρ κοινὴν ἀνάστασιν τοῦ τῶν ἀνθρώπων γένους πιστούμενος ὁ πάντων δεσπότης καὶ δημιουργός, Ἰησοῦς Χριστός, ὁ πάντα δι' ἡμᾶς οἰκονομήσας πρὸ τοῦ σωτηρίου αὐτοῦ πάθους ἐκ νεκρῶν ἤγειρε τὸν Λάζαρον.
1.4.1
ὅθεν μετὰ τοῦτο σπεύδων ὡς λοιπὸν ἔφην τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος ἀναδέξασθαι.
1.5.1
«ἀποστέλλει,» φησὶν ὁ εὐαγγελιστής, «δύο τινὰς τῶν ἑαυτοῦ μαθητῶν λέγων· πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον σὺν αὐτῇ· λύσαντες ἀγάγετέ μοι.» 2. 1 Διὰ τοῦτο ὁ μακάριος Ἰακώβ, ὁ πατριάρχης, ἡνίκα τὰς εὐλογίας ἐν κλήρῳ παρεῖχε τοῖς τέκνοις, ἐλθὼν ἐπὶ τὸν Ἰούδαν οὕτως εἴρηκεν· 2. 2 «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.» καὶ μετ' ὀλίγα· «καὶ αὐτὸς προσ δοκία ἐθνῶν.» ποίων δὲ ἐθνῶν γέγονε προσδοκία Ἰούδας; Ἰουδαίων; οὐδαμῶς. ἀλλὰ τοῦτο δηλοῖ ὁ προφήτης, ἐπειδὴ ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος.

Intertext edge

Open linked passage

Note