Sermo in ramos palmarum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
2.3.1
καὶ πάλιν μεθ' ἕτερα ὁ αὐτός· «δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ.» ὄνον καὶ πῶλον εἰπὼν τὴν ἐκκλησίαν τῶν ἐθνῶν ἐσήμανεν.
2.4.1
ἐδέσμευσε γὰρ ἀληθῶς τὰ ἔθνη ὁ κύριος τῇ ἀμπέλῳ καὶ τῇ ἕλικι τουτέστι τῇ παλαιᾷ καὶ καινῇ διαθήκῃ, ὅπως καρποφορήσωσι καρπὸν εὐσεβείας διὰ τῆς πίστεως.
2.5.1
εἶτα ἐπάγει· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.» στολὴν τοῦ Χριστοῦ καὶ περιβολὴν τὴν σάρκα λέγει.
2.6.1
ἑκουσίως γὰρ δι' ἡμᾶς ἐν σταυρῷ προσηλώθη σαρκί, ἵνα τῷ ἰδίῳ αἵματι τὸν ῥύπον ἐκπλύνῃ τῶν ἡμετέρων ἁμαρτιῶν.
2.7.1
καθὼς καὶ ἐν Ἠσαΐᾳ γέγραπται· «διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ, πλήρης καταπεπατημένης;» 3. 1 Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. λέγει γὰρ τοῖς μαθηταῖς ὁ κύριος περὶ τῆς ὄνου· «καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε ἢ τί λύετε τὸν πῶλον, εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.» 3. 2 μὴ διστάσητε, φησίν, ἐν μηδενὶ τῶν κατὰ τὴν ἐμὴν οἰκονομίαν πραττομένων· οὐδεὶς ὑμῶν ἀντιστήσεται οὐδὲ ἀντιρρημονήσει πρὸς οὐδὲ ἓν ῥῆμα.