Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermo in ramos palmarum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.2.1
ὁ ὑπὸ τῶν σεραφὶμ ἀνυμνούμενος ὑπὸ νηπίων εὐφημεῖται. τοῖς μὲν γὰρ ἱματίοις, φησί, τὴν ὁδὸν κατεστρώννυον, ἄλλοι δὲ κλάδους ἐκ τῶν δένδρων κόπτοντες τὸ αὐτὸ ἐποίουν.
4.3.1
καὶ οἱ μὲν προπορευόμενοι, οἱ δὲ ἀκολουθοῦντες ἔκραζον ἅμα τοῖς ἀπειροκάκοις παισὶν ἐπινίκιόν τινα ὕμνον λέγοντες· «ὠσαννὰ τῷ υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» 4. 4 διὸ καὶ ἡμεῖς ἀποθέμενοι πάντα λογισμὸν ῥυπαρὸν καὶ αἰσχρὰς ἐνθυμήσεις καὶ τὴν ἐν πανουργίᾳ πονηρίαν ἀπειρόκακον ἔννοιαν ἀναλαβόντες ἅμα τοῖς παισὶν ἐκείνοις μετὰ φαιδρῶν τῶν λαμπάδων ἀπαντήσωμεν τῷ σωτῆρι Χριστῷ, τῷ ἀληθινῷ θεῷ ἡμῶν.
4.5.1
καὶ τοῖς μὲν βαΐοις νικητὴν αὐτὸν τοῦ θανάτου κηρύξωμεν, τοῖς δὲ τῶν ἐλαιῶν κλάδοις τὸν ἐλεήμονα καὶ ἀγαθὸν ἱκετεύσωμεν λέγοντες· «εὐλογημένος ὁ ἐλθὼν καὶ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.» 4. 6 εὐλογημένος ὁ ἐλθὼν κατ' οἰκονομίαν καὶ «δι' ἡμᾶς πτωχεύσας πλούσιος ὤν, ἵνα καὶ ἡμεῖς τῇ σῇ πτωχείᾳ πλουτήσωμεν.» ἐρχόμενος δὲ μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς. αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Intertext edge

Open linked passage

Note