Sermo major de fide
Athanasius the Great of Alexandriafide 17.1 · pg-scrape-grcMore by Athanasius the Great of Alexandria
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
17.1
Sermo major de fide Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου Τὸ ἐγειρόμενον ἐκ νεκρῶν ἄνθρωπος ἦν ἢ θεός; ἑρμηνεύει Πέτρος ὁ ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων καὶ λέγει· καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον, ὁ δὲ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν τὸ γοῦν ἀπὸ τοῦ ξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ καὶ εἰς μνημεῖον τεθὲν ἐνταφιασθέν τε ὑπὸ Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθείας, αὐτὸ ἤγειρεν ὁ λόγος λέγων· λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρι σὶν ἡμέραις ἐγερῶ αὐτόν. ὁ καὶ πάντας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωο ποίησεν, ὃν ἀνείληφεν:– 2 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Ζωὴ ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ τοὺς νεκροὺς ζωοποιεῖ. ἔστιν τοίνυν καὶ πηγὴ ζωῆς τῆι ἐκ πατρὸς θεότητι, ἄνθρωπος δὲ ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὁ ἐκ παρθένου Μαρίας, ὃν ἡ τοῦ λόγου θεότης δι' ἡμᾶς ἀνείληφεν. τὸ γοῦν γεγράφθαι ἐν ἀρχῆι ἦν ὁ λόγος φανερῶς τὴν θεότητα δηλοῖ, τὸ δὲ ὁ λόγος σὰρξ ἐγένετο τὸ ἀνθρώπινον τοῦ κυρίου δείκνυσιν:– 3 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Ἡ θεότης γοῦν ἐστιν τοῦ Ἰησοῦ ἡ τιθεῖσα καὶ λαμβάνουσα τὴν ψυχὴν οὗ ἐφόρεσεν ἀνθρώπου. πλήρη γὰρ ἀνείληφε τὸν ἄνθρωπον, ἵνα πλήρη αὐτὸν καὶ σὺν αὐτῶι τοὺς νεκροὺς ζωοποιήσηι:– 4 Καὶ πάλιν Ὁ δὲ κυριακὸς ἄνθρωπος οὐκ ἀσθενήσας οὐδὲ ἄκων ἀπέθανεν, ἀλλ' ἀφ' ἑαυτοῦ ἧκεν ἐπὶ τὴν τοῦ θανάτου οἰκονομίαν, στερεοποιούμενος ὑπὸ τοῦ ἐν αὐτῶι ἐνοικήσαντος θεοῦ λόγου τοῦ εἰπόντος οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἀπ' ἐμαυτοῦ αὐτὴν τίθημι· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν:– 5 Ἐκ τοῦ αὐτοῦ λόγου Αὐτὸς γὰρ δυνατὸς ὢν καὶ δημουργὸς τῶν ὅλων ἐν τῆι παρθένωι κατασκευάζει αὐτῶι ναὸν τὸ σῶμα καὶ ἰδιοποιεῖται τοῦτο ὥσπερ ὄργανον, ἐν αὐτῶι γνωριζόμενος καὶ ἐνοικῶν:– 6 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Τούτου ἵνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῶι λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ θεοῦ λόγου μεταλαβὸν ἀντὶ πάντων ἱκανὸν γένη ται τῶι θανάτωι καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον διαμείνηι:– 7 Καὶ μετ' ὀλίγα Ὑπὲρ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσαγαγὼν ἀντίψυχον ὑπὲρ πάντων, ἐπλήρου τὸ ὀφειλόμενον ἐν τῶι θανάτωι. καὶ ὡς συνὼν δὲ διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ υἱὸς εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῆι τῆς ἀναστάσεως ἐπαγγελίαι. καὶ αὐτὴ γὰρ ἡ ἐν τῶι θανάτωι φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώματος. καὶ ὥσπερ μεγάλου βασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῆι οἰκιῶν πάντως ἡ τοιαύτη πόλις πολλῆς τι μῆς ἀξιοῦται καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν ἢ ληιστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸν εἰς μίαν αὐτῆς οἰκίαν οἰκήσαντα βασιλέα, οὕτω καὶ ἐπὶ τοῦ ἡμετέρου σωτῆρος γέγονεν. ἐλθόντος γὰρ αὐτοῦ εἰς τὴν ἡμετέραν χώραν καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σωμάτων λοιπὸν πᾶσα κατὰ τῶν ἀνθρώπων ἐπιβουλὴ πέπαυται:– 8 Καὶ πάλιν μετ' ὀλίγα Οὐ γὰρ περικεκλεισμένος ἦν ἐν τῶι σώματι οὐδὲ ἐν σώματι μὲν ἦν, ἀλλαχόσε δὲ οὐκ ἦν, οὐδὲ ἐκεῖνο μὲν ἐκίνει, ἄλλα δὲ τῆς αὐτοῦ προνοίας ἐστερεῖτο, ἀλλά, τὸ παραδοξότατον, λόγος ὢν οὐ συνείχετο μὲν ὑπό τινος, συνεῖχε δὲ τὰ πάντα μᾶλλον αὐτός:– 9 Καὶ μετ' ὀλίγα Τῆι δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο τὸ σῶμα, ἀλλὰ διὰ τὸν ἐνοικοῦντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς:– 10 Ἐκ τοῦ αὐτοῦ λόγου Πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἔπασχεν, εἶχεν δὲ τῆς ἀφθαρσίας τὴν φύσιν ἐκ τοῦ συνοική σαντος αὐτῶι λόγου:– 11 Ἐκ τοῦ αὐτοῦ λόγου Αὐτὸς ὁ τοῦ θεοῦ υἱὸς ἐν τριημέρωι διαστήματι νεκρὸν γενόμενον τὸ σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον. καὶ ἐδείχθη πᾶσιν ὅτι οὐκ ἀσθενείαι φύσεως τοῦ ἐνοικοῦντος λόγου τέθνηκεν τὸ σῶμα, ἀλλ' ἐπὶ τῶι τὸν θάνατον ἐξαφανισθῆ ναι ἐν αὐτῶι τῆι δυνάμει τοῦ σωτῆρος:– 12 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ Ποῖον ἔδει τέλος γενέσθαι τοῦ σώματος, ἐπιβάντος αὐτῶι τοῦ λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο ἅτε δὴ θνη τὸν ὂν καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον, οὗ χάριν καὶ ὁ σωτὴρ κατεσκεύασεν αὐτό· μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν διὰ τὸ ζωῆς αὐτὸ ναὸν γενέσθαι. ὅθεν ἀπέθανεν μὲν ὡς θνητόν, ἀνέζησεν δὲ διὰ τὴν ἐν αὐτῶι ζωήν:– 13 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Τί ἄπιστον λέγεται παρ' ἡμῶν, εἰ πλανωμένης τῆς ἀν θρωπότητος καθίσας ὁ λόγος ἐπ' αὐτὴν ἄνθρωπος ἐπεφάνη, ἵνα χειμαζομένην αὐτὴν περισώσηι διὰ κυβερνήσεως καὶ ἀγαθότητος; 14 Καὶ μετ' ὀλίγα Ψυχῆς μὲν ἔργον ἐστὶν θεωρεῖν τὰ ἔσω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς, οὐ μὴν καὶ τὰ ἔξωθεν τοῦ ἰδίου σώματος ἐνερ γεῖν ἢ τὰ τούτου μακρὰν τῆι παρουσίαι κινεῖν. οὐδέποτε γοῦν ἄνθρωπος διανοούμενος τὰ μακράν, ἤδη ταῦτα κινεῖ καὶ μετα φέρει οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῶι, ἤδη καὶ τὸν ἥλιον κινεῖ καὶ τὸν οὐρανὸν περι στρέφει, ἀλλ' ὁρᾶι μὲν κινούμενα καὶ γινόμενα, οὐ μὴν ὥστε καὶ ἐργάσασθαι, δυνατὸς τυγχάνει. οὐ δὴ τοιοῦτος ὁ τοῦ θεοῦ λόγος ἐν τῶι ἀνθρώπωι· οὐ γὰρ συνεδέδετο τῶι σώματι, ἀλλὰ μᾶλλον αὐτὸς ἐκράτει τοῦτο, ὥστε καὶ ἐν τούτωι ἦν καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανεν καὶ ἔξωθεν τῶν ὅλων ἦν καὶ ἐν μόνωι τῶι πατρί:– 15 Ἐκ τοῦ αὐτοῦ λόγου Σκόπει, παρακαλῶ, εἰ μὴ τὴν χλεύην καθ' ἑαυτῶν κινοῦν τες ἀγνοοῦσιν. τὸν κόσμον σῶμα μέγα φασὶν εἶναι οἱ τῶν Ἑλλήνων σοφοὶ καὶ ἀληθεύουσι λέγοντες. ὁρῶμεν γὰρ αὐτὸν καὶ τὸ τούτου μέρος ὅτι ταῖς αἰσθήσεσιν ὑποπίπτει. εἰ τοίνυν καὶ ἐν τῶι κόσμωι σώματι ὄντι ὁ τοῦ θεοῦ λόγος ἐστὶ καὶ ἐν ὅλοις καὶ ἐν τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπιβέβηκεν, τί θαυ μαστὸν ἢ τί ἄτοπον, εἰ καὶ ἐν ἀνθρώπωι φαμὲν αὐτὸν ἐπι δεδημηκέναι;:– 16 Καὶ πάλιν Εἰ δὲ καὶ γενητῆς οὔσης τῆς κτίσεως οὐκ ἄτοπον ἐν αὐ τῆι τὸν λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀνθρώπωι αὐτὸν εἶναι ἄτοπον:– Καὶ μετ' ὀλίγα Οὐκοῦν ὅλως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπωι εἶναι τὸν λόγον καὶ πάντα ὑπ' αὐτοῦ καὶ ἐν αὐτῶι φωτίζεσθαι καὶ κι νεῖσθαι:– 18 Τοῦ αὐτοῦ Περὶ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα γεννήσεως Ἐκ τῆς ἀπολογίας τῆς ὑπὲρ Διονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείασ Ὅτε γὰρ ἔλαβεν– αἱ τοιαῦται λέξεις:– 19 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονοσ Ἀπατηθέντα γὰρ τὸν Ἀδὰμ ὑπὸ τοῦ διαβόλου παραβῆναι τὴν τοῦ πλάσαντος αὐτὸν ἐντολὴν καὶ ὑπὸ κατάραν καὶ κατοχὴν θανάτου γενόμενον ὁρῶν ὁ τοῦ παντὸς κτίστης θεὸς λόγος ἐκ τῆς ἀπογόνου τοῦ Ἀδὰμ παρθένου Μαρίας πλάσας ἑαυτῶι τὸ χωρῆσαι δυνάμενον ἄχραντον σῶμα πᾶν τὸ πλήρωμα τῆς θεό τητος σωματικῶς καὶ τὰ πάθη τὰ ἀνθρώπεια, ὑπὲρ παντὸς τοῦ κόσμου αὐτὸ ἑκουσίως παραδέδωκεν, ἵνα τόν ποτε βασι λεύοντα τοῦ θανάτου διάβολον θανατώσηι τῶι τοῦ ἰδίου σώμα τος θανάτωι:– 20 Ἐκ τοῦ αὐτοῦ λόγου Περὶ ἐνδύματοσ Αἷμα δὲ οὐκ ἐκ πνεύματος τῆς τοῦ λόγου θεότητος ἐκ πορεύεται, ἀλλ' ἐξ οὗ ἐφόρεσεν ἀνθρώπου:– 21 Ἐκ τοῦ αὐτοῦ Τὸ ἐγώ εἰμι ἡ ἄμπελος καὶ ὁ πατήρ μου μείζων μού ἐστι καὶ τὸ ἔκτισέν με καὶ ἐγώ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος καὶ ὅσα ἐν τοῖς εὐαγγελίοις καὶ ἐν τοῖς προφήταις εἶπεν ταπεινὰ περὶ αὐτοῦ εἰς τὸ ὃ ἐφόρεσε σῶμα δι' ἡμᾶς, εἴρηται:– 22 Ἐκ τοῦ αὐτοῦ Οὔτε τὸ παθητὸν σῶμα ὃ ἐφόρεσεν διὰ τὴν τοῦ παντὸς σωτηρίαν, ἀνατίθεμεν τῶι πατρί. τὰ πάντα γὰρ ἐκτίσθη ὑπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ, ὁ δὲ υἱὸς μόνος ὑπὸ τοῦ πατρὸς ἐγεννήθη. δι' ὃ πρωτότοκός ἐστι πάσης κτίσεως ὁ θεὸς λό γος· ἄτρεπτος γὰρ ἐξ ἀτρέπτου. ἔστι τοίνυν τὸ ὃ δι' ἡμᾶς ἐφόρεσεν σῶμα κτίσμα [ἐστίν]:– 23 Ἐκ τοῦ αὐτοῦ λόγου Τὸν γὰρ Ἀδὰμ ἐνδυσάμενος σὺν τοῖς παθήμασι κατὰ πάντα χωρὶς ἁμαρτίας, τὸν κεκλημένον Ἰησοῦν, ἵνα δι' αὐτοῦ τὸ ἀπολόμενον πρόβατον προσάξηι τῶι πατρί, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραν τος αὐτὸν ἄφωνος, περὶ οὗ Παῦλος γράφει· ἄνθρωπος Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν. καὶ ἐν ἑτέρωι τόπωι φησίν· δι' ἀνθρώπου ὁ θάνατος καὶ δι' ἀνθρώπου ἡ ζωή. ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀπο θνήισκουσιν, οὕτως καὶ ἐν τῶι Χριστῶι πάντες ζωοποιηθήσονται:– 24 Ἐκ τοῦ αὐτοῦ λόγου Δι' αὐτοῦ γὰρ τοῦ λόγου πάντα ἐγένετο καὶ ἐκτίσθη, οὐκ αὐτὸς δὲ ἐγένετο, ἀλλ' ὅνπερ δι' ἡμᾶς ἐφόρεσεν ἄνθρωπον γε γονότα καὶ κτισθέντα, δηλοῦσιν αἱ γραφαί:– 25 Ἐκ τοῦ αὐτοῦ λόγου Φησὶν γὰρ ὁ κύριος· πᾶν κλῆμα μένον ἐν ἐμοὶ καρπὸν φέρει. καὶ ἐν ὧι ἐφόρεσεν ἀνθρώπωι τῶι ἐκ τοῦ γηγενοῦς Ἀδάμ, ἐζωοποίησεν τὸ ἐκ τοῦ γένους Ἀδάμ:– 26 Ἐκ τοῦ αὐτοῦ λόγου Ὅρα ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστι, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι' ἡμᾶς υἱὸν τοῦ ἀνθρώπου, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· κατανοή σατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, ὃν καὶ Στέφανος λέγει· θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. οὐκ εἶπεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ Μαρίας κυριακὸν σῶμα:– 27 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Περὶ τοῦ ὁ δὲ Ἰησοῦς προέκοπτεν ἡλικίαι καὶ σοφίαι καὶ χάριτι. Λέγεται δὲ ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος ὁ αὐτὸς ποτὲ νήπιος ὢν καὶ ποτὲ προκόπτων ἡλικίαι καὶ σοφίαι καὶ χάριτι ἀρχόμενός τε ὢν ὡσεὶ ἐτῶν τριάκοντα, ὡς ὁ εὐαγγελιστὴς Λουκᾶς φησι. τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα, αὐτό ἐστιν κτίσμα καὶ ποίημα:– 28 Ἐκ τοῦ αὐτοῦ λόγου Ἰησοῦς δὲ ὁ Χριστὸς ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄν θρωπος αὐτός ἐστιν ὁ προκοπὴν ἡλικίας ἐπιδεχόμενος, ποτὲ νήπιος τυγχάνων, ποτὲ ἀνὴρ ἀρχόμενός τε ὡσεὶ ἐτῶν τριά κοντα, ὥς φησιν ὁ Λουκᾶς:– 29 Ἐκ τοῦ αὐτοῦ Ὁ τοίνυν μεθηλικιούμενος ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὃς ἐγένετο πιστὸς ἀπόστολος καὶ ἀρχιερεὺς τῶι ποιήσαντι αὐτόν, αὐτός ἐστιν ὁ τὴν προκοπὴν ὑπομένων:– 30 Τοῦ αὐτοῦ Περὶ τοῦ βαπτίσματος τοῦ δεσπότου Χριστοῦ Ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου Καὶ μή τις νομίσηι–– εἰς τὴν ἀνθρωπότητα αὐτοῦ:– 31 Τοῦ αὐτοῦ Περὶ τῶν πρὸς τὸν διάβολον ἀγώνων τοῦ δεσπότου Χριστοῦ Ἐκ τοῦ λόγου τοῦ εἰς τὸν διαμερισμὸν τῶν ἱματίων Οὕτω καὶ ὁ κύριος ἀνθρωπίνηι ἀσθενείαι–– κατὰ τοῦ ἐχθροῦ:– 32 Τοῦ αὐτοῦ Περὶ τοῦ δοξασθῆναι τὸν δεσπότην Χριστόν Ἐκ τοῦ περὶ πίστεως λόγου Στέφανος λέγει· θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τῆς δυνάμεως τοῦ θεοῦ. οὐκ εἶπεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ Μαρίας κυριακὸν σῶμα, ὅπερ ὁ Παῦλος λέ γει καθίσαι ἐκ δεξιῶν τοῦ θεοῦ. περὶ οὗ σώματος Δαυίδ φη σιν προφητικῶς ἐκ προσώπου τοῦ πατρός· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν πο δῶν σου, ἐπεὶ προεγίνωσκεν ἐχθροὺς ἐσομένους τὸν διάβολον καὶ τὰς συνεργοὺς αὐτοῦ ἀντικειμένας ἐνεργείας, αἵτινες ἤχ θρευον τῶι κυριακῶι ἀνθρώπωι, γινώσκουσαι διὰ τοῦ θανάτου αὐτοῦ καταργουμένας αὐτὰς καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανά του τὸν διάβολον:– 33 Ἐκ τοῦ αὐτοῦ λόγου Οἱ γὰρ τὴν θεότητα τοῦ λόγου ἐλαττοῦντες ὡς μὴ δυνα μένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. τοῦτο οὖν γινωσκέτωσαν οἱ ἀπαίδευτοι εἰς τὸν κατὰ σάρκα νοούμενον ἄνθρωπον γεγράφθαι. ἐν γὰρ τῶι αὐτῶι Δαυὶδ περὶ τοῦ κυριακοῦ ἀνθρώπου γέγραπται· ἐχθρὸς οὐκ ὠφελήσει ἐν σοί:– 34 Ἐκ τοῦ αὐτοῦ λόγου Τὸ σῶμα τοίνυν ἐστὶν ὧι λέγει κάθου ἐκ δεξιῶν μου, οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσιν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες:– 35 Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου Καὶ ὅταν λέγηι ὁ Πέτρος– περὶ τῆς ἀνθρωπότητος:– 36 Καὶ μετ' ὀλίγα Ὁ γὰρ λόγος–– κύριον καὶ θεόν:– 37 Ἐκ τοῦ αὐτοῦ λόγου Ἐκ γὰρ τῶν παλαιῶν πεπαιδευμένος ὁ ἀπόστολος νομομαθής τε ὢν τάς τε παροιμίας τοῦ Σολομῶντος ἀκριβῶς φιλολογήσας 38 Τοῦ αὐτοῦ Ὁρᾶτε ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστιν, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι' ἡμᾶς υἱὸν τοῦ ἀνθρώπου, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· κατα νοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν. Ἰησοῦν Χριστὸν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν:–