Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sermo major de fide
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
46.1
Καὶ μετ' ὀλίγα Συγκατέβαινεν γὰρ ἡ ἀλήθεια τῶι ὑπὲρ ἡμῶν ἀποθανόντι Ἰησοῦ εἰς τὴν καρδίαν τῆς γῆς, ἵνα τοὺς ὑπὸ τοῦ ψεύδους ἀπα τηθέντας ἀλήθεια ὢν ἐλευθερώσηι:– 47 Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς εἶπεν εἶναί τινα ἄρρητα ῥήματα, ἃ οὔτε αὐτὸν οὔτε ἕτερον ἐξεῖναι λαλῆσαι, ἀναμφιβόλως ὁ τὰ ἄρρητα αὐτῶι δηλώσας ῥήματα θεὸς λόγος ἐν Χριστῶι Ἰησοῦ ἄρρητον ἔχει τὴν ἐκ πατρὸς γέννησιν:– 48 Καὶ μετ' ὀλίγα: ἐκ τοῦ περὶ πίστεως μικροῦ λόγου Τοῦ αὐτοῦ Ὃς ἐπὶ συντελείαι τῶν αἰώνων κατελθὼν ἐκ τῶν κόλπων τοῦ πατρός, ἐκ τῆς ἀχράντου παρθένου Μαρίας τὸν ἡμέτερον ἀνεί ληφεν ἄνθρωπον Ἰησοῦν Χριστόν, ὃν ὑπὲρ ἡμῶν παρέδωκεν παθεῖν ἰδίαι προαιρέσει:– 49 Ἐκ τοῦ αὐτοῦ λόγου Ἡ δὲ κτισθεῖσα ἐν ἡμῖν εἰς καταφύτευμα σωτηρία καινὴ καὶ οὐ παλαιὰ ἡμῖν τε καὶ οὐ πρὸ ἡμῶν Ἰησοῦς ἐστιν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος:– 50 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Μάξιμον τὸν φιλόσοφον ἐπιστολῆσ Ἃ γὰρ διὰ τοῦ σώματος–– πρόφασιν εὕρηι:– 51 Τοῦ αὐτοῦ ἐκ τῆς ὑπὲρ Διονυσίου ἀπολογίασ Τὰ δὲ περὶ τῆς θεότητος–– παρ' αὐτοῦ τοῦ λόγου:– 52 Ἐκ τῆς αὐτῆς ἐπιστολῆσ Εἴρηκεν ὁ σωτήρ–– τὴν ἄμπελον, ἥτις ἐστὶν τὸ κυρια κὸν σῶμα:– 53 Ἐκ τῆς αὐτῆς ἀπολογίασ Ἀνάγκη γὰρ ἀμπέλου–– ἔστιν τοῦ θεοῦ:– 54 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ πίστεως μείζονος λόγου Πάντα εἰπὼν ἐν αὐτῶι κτισθέντα ὁ μακάριος Παῦλος αὐ τὸν μόνον εἶπεν πρὸ πάντων. ἐκ γὰρ τῶν παλαιῶν πεπαι δευμένος νομομαθής τε ὢν τάς τε παροιμίας τοῦ Σολομῶντος φιλολογήσας καὶ δύο εἴδη περὶ τοῦ κυρίου εὑρών, ἓν μὲν περὶ οὗ ἐκ Μαρίας ἔμελλεν ἀναλαμβάνειν ἀνθρώπου, ἕτερον δὲ περὶ τοῦ πρὸ πάντων αἰώνων ἀιδίως ἐκ τοῦ πατρὸς γεννηθέντος λόγου, καὶ περὶ μὲν τοῦ ἐκ Μαρίας Ἰησοῦ γράφει Τιμοθέωι· μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα· περὶ δὲ τοῦ ἀεὶ σὺν τῶι πατρὶ θεοῦ λόγου εἶπεν ὅτι ἔστιν πρὸ πάντων. ἐλεγχέσθωσαν τοίνυν παρὰ πάντων τῶν ἁγίων οἱ λέγοντες τὸν τοῦ θεοῦ λόγον ἀρχὴν τῶν ἔργων κτισθέντα καὶ παρὰ μὲν τοῦ Δαυὶδ ἀκουέτω σαν ὅτι οὔκ ἐστιν ἔργον, ἀλλ' ἔργων ποιητής, ὡς λέγει· ἔργα χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις:– 55 Ἐκ τοῦ αὐτοῦ λόγου Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. λέγεται δὲ ὁ κατὰ τὸν σωτῆρα νοού μενος ἄνθρωπος ὁ αὐτὸς ποτὲ νήπιος ὢν καὶ ποτὲ προκόπτων ἡλικίαι καὶ σοφίαι καὶ χάριτι ἀρχόμενος τε ὢν ὡσεὶ ἐτῶν τριάκοντα, ὡς ὁ εὐαγγελιστὴς Λουκᾶς φησιν. τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα, αὐτό ἐστιν τὸ κτίσμα καὶ ποίημα:– 56 Ἐκ τοῦ αὐτοῦ λόγου Ἐλεγχόμενοι τοίνυν παρὰ τῶν ἁγίων οἱ λέγοντες κτίσμα τὸν ἐκ πατρὸς λόγον ἢ πεπαύσθωσαν τῆς δυσσεβοῦς βλασφημίας ἢ ὡς Χριστομάχοι παρὰ πάντων ἀποκηρυττέσθωσαν. ἐν ὧι γὰρ ἡττῶνται πεποίθασιν, ἐν ταῖς Παροιμίαις τῶι λέγοντι κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, ὀλισθάνουσιν. προφητεύων γὰρ Σαλομὼν εἰς τὸν μέλλοντα διὰ τὴν παντὸς τοῦ κόσμου εὐεργεσίαν ἐκ Μαρίας κτίζεσθαι κυριακὸν ἄνθρωπον, εἶπεν ἐκ προσώπου αὐτοῦ τὸ κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ:– 57 Καὶ μετ' ὀλίγα ἐκ τοῦ αὐτοῦ λόγου Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. αὐτὸν γοῦν τὸν σταυρωθέντα τοῦ κυρίου ἄνθρωπον δεικνύντες διὰ δακτύλου οἱ ἀπόστολοι εἶπαν· τοῦτον τὸν Ἰησοῦν Χριστὸν καὶ κύριον ἐποίη σεν ὁ θεός. αὐτὸς φανερῶς ὁ τοῦ κυρίου ἄνθρωπος καὶ ἀρχὴ ὁδῶν ἐκτίσθη τῶν προγεγραμμένων εἰς εὐεργεσίαν, ἄρχων πάντων τῶν ἁγίων καὶ χρηματιζόντων ὁδῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ὁ ποιηθεὶς καὶ σταυρωθείς, περὶ οὗ καὶ Ἱερεμίας εἶπεν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνευτῶν ἔκδοσιν· κύριος ἔκτι σέν με σωτηρίαν εἰς καταφύτευμα καινήν, ἐν ἦι σω τηρίαι περιελεύσονται ἄνθρωποι, κατὰ δὲ τὸν Ἀκύλαν περὶ τοῦ αὐτοῦ ῥητοῦ λέγει· ἔκτισεν κύριος καινὸν ἐν τῆι θηλείαι. ἣν δὲ λέγει σωτηρίαν καινὴν καὶ οὐ παλαιὰν ἡμῖν κτισθεῖσαν καὶ οὐ πρὸ ἡμῶν καὶ ὃν λέγει καινὸν κτισθέντα ἐν τῆι θηλείαι, τὸν κατὰ τὸν σωτῆρα νόει ἄνθρωπον Ἰησοῦν. ἑρ μηνεύεται γὰρ Ἰησοῦς πῆι μὲν σωτήρ, πῆι δὲ σωτηρία (ἐκ τοῦ σωτῆρος ἡ σωτηρία ὃν τρόπον ἐκ τοῦ φωτὸς ὁ φωτισμός), ὅν τινα εἶπεν ἄνθρωπον Ἰησοῦν σωτηρίαν ἡμῖν κτισθέντα καινὸν ἐν τῆι θηλείαι, ὅ ἐστιν ἐν τῆι Μαρίαι, μᾶλλον δὲ ἐκ τῆς Μαρίας:– 58 Καὶ μετ' ὀλίγα Ὃν τοίνυν ὁ Σολομὼν εἶπεν ἀρχὴν ὁδῶν κτισθέντα καὶ ἣν Ἱερεμίας λέγει κτισθεῖσαν σωτηρίαν καινὴν καὶ καινὸν ἐν τῆι θηλείαι, τὸν ὃν ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἡ σοφία ὠικοδόμησεν ἑαυτῆι οἶκον Χριστὸν Ἰησοῦν, ἐκ τῶν γραφῶν δείξαντες τῶν ἑξῆς ἐχώμεθα, ἐφ' οἷς ἢ ἀγνοήσαντες τινὲς ἢ προληφθέντες ἐν πλάνηι διαμεμενηκότες οὔτε διδάσκειν ὀρθῶς οὔτε διδά σκεσθαι βούλονται:– 59 Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ πάντες χωρεῖν ἠδύναντο πνευματικῶς τὰ θεῖα λόγια, οὐκ ἂν ἠναίνετο μεταδιδόναι αὐτοῖς τὸ πνευματικὸν χάρισμα, οὐδὲ γάλα αὐτοὺς ἐπότιζεν, εἰ τὴν στερεὰν τροφὴν πάντες μετα λαμβάνειν ἠδύναντο. ἀλλὰ τοῖς ἔτι νηπιάζουσιν περὶ αὐτὸν τὸν τῆς θεογνωσίας λόγον δίκην νηπίων γαλουχουμένων τὸν τῆς κατηχήσεως ἐπιτρέπει δέχεσθαι λόγον οὔπω τὸν τῶν ἀγγέλων ἄρτον τρέφεσθαι δυναμένοις, τὸν ἐν σώματι ἀνθρωπείωι κρυβέντα θεὸν λόγον:– 60 Ἐκ τοῦ αὐτοῦ λόγου Χρὴ τοίνυν ἡμᾶς ὡς ἐπιστήμονας οἰκονόμους μυστηρίων θείων μεταδιδόναι τὸν λόγον πρὸς ὃ χωρεῖν ἕκαστος δύναται. ῥήγνυνται γὰρ οἱ παλαιοὶ ἀσκοὶ μὴ χωροῦντες τὸν νέον τῆς ἀληθινῆς ἀμπέλου οἶνον, τουτέστιν τὸν λόγον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ἐπεὶ τοίνυν τινές, μᾶλλον δὲ καὶ πολλοὶ οἳ μήπω μαθηταὶ γενόμενοι ἐκ προπετείας ἐπὶ τὸ διδάσκειν ἐλη λύθασιν οὐκ εἰδότες οὔτε ἃ λέγουσιν, οὔτε περὶ τίνων διαβεβαιοῦνται, τυφλώττοντες τοὺς τῆς διανοίας ὀφθαλμούς, οὐκ ἔχοντες νοῦν ὁρῶντα τὸν θεὸν ὡς ὁ Ἰακὼβ οὔτε καθαρὰν καρδίαν τὴν ὀψομένην τὸν θεόν, τὰ διὰ τὸν ἄνθρωπον τοῦ σωτῆρος ὃν δι' ἡμᾶς ἐφόρεσεν, γεγραμμένα ῥητὰ καὶ ἔργα ταπεινὰ καὶ πτωχὰς φωνὰς τῆι θεότητι τοῦ λόγου συνάπτοντες πλανῶνται καὶ πλανῶσιν τοὺς ἀμαθεῖς καὶ ἀστηρίκτους, ἀνάγκην ἔσχομεν, ὡς ὁ Ἰούδας γράφει, ἐκθέσθαι διὰ τῆσδε τῆς ἐπιστολῆς ποῖα ῥητὰ τῆι θεότητι τοῦ λόγου ἁρμόζει καὶ ποῖα τῶι δι' ἡμᾶς ἀναληφθέντι ἀνθρώπωι. ὡς γὰρ ἐν ἑνὶ βαλλαντίωι χρύσεα νομί σματα καὶ ἀργύριον ἀπόκειται ἑνὸς βασιλέως εἰκόνα καὶ ἐπι γραφὴν τοῦ ὀνόματος ἑκάτερα ἔχοντα, ἀλλ' οἶδεν ὁ φυλάττων αὐτὰ τραπεζίτης τὴν τοῦ χρυσίου ὑπεροχὴν παρὰ τὴν ὑποβεβηκυῖαν τοῦ ἀργυρίου τιμήν, οὕτως κἂν ἐν μιᾶι γραφῆι περὶ τῆς θεότητος τοῦ υἱοῦ καὶ περὶ οὗ ἐκ Μαρίας δι' ἡμᾶς ἐφόρεσεν σώματος γέγραπται, ἀλλ' ἕκαστον αὐτῶν ἐπιγνωσόμεθα ὡς συ νετοὶ μαθηταὶ τοῦ ἑνὸς καὶ ὄντως διδασκάλου. ὅσαι τοίνυν ταπειναὶ λέξεις καὶ ἔργα, εἰς τὸ σῶμα τοῦ Ἰησοῦ γεγραμμένα νόει· ὅσα δὲ ἔνδοξα γράμματα, εἰς τὴν τοῦ λόγου θεότητα. ὅταν πεινάσηι μετὰ τὸ νηστεῦσαι, τοῦ σώματος ἐλάττωμα· ἡνίκα δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους χωρὶς παιδίων καὶ γυναικῶν τρέφει καὶ δώδεκα κοφίνους κλασμάτων περισσεύει, τῆς θεότητος τοῦ λόγου ἔργον. ὅταν ἐπὶ τὸ προσκεφάλαιον ἐν τῶι πλοίωι κοιμᾶται, ἀναπαύσεως σωματικῆς ἔργον· ὅταν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἀπειλῆι τοῖς κύμασιν καὶ τοῖς ἀνέμοις σιώπα πεφίμωσο, εὐθὺς ἀκούει παρὰ τῶν ἐν τῶι πλοίωι μεθ' ὅρκου ὁμολογούντων ἀληθῶς θεοῦ υἱὸς εἶ. ὅταν ἑστὼς πρὸς τῶι μνήματι Λαζάρου δακρύηι καί, ὁπηνίκα πάσχειν ἔμελλεν, λέγηι περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανά του καὶ ἀδημονῆι καὶ τὸ μὲν πνεῦμα τῆς θεότητος πρόθυμον εἰς πᾶσαν οἰκονομίαν λέγηι, τὴν δὲ σάρκα ἀσθενῆ, τοῦ σώματος ἀσθένεια τὸ λυπεῖσθαι καὶ ἀδημονεῖν· ὅταν κελευστικῶς λέγηι Λάζαρε, δεῦρο ἔξω καὶ ἀναστῆι ζῶν ὁ νεκρὸς ὁ τεταρταῖος ἤδη λελυμένος, ὃ οὐκ ἐγένετο ἀπ' ἀρχῆς κτίσεως, τῆς θεότητος σημεῖον. ὅταν ἀπὸ τῆς ὁδοιπορίας ὑπὲρ ἡμῶν κεκοπιακὼς ἐπὶ τῆς πηγῆς καθέζηται, τοῦ σώματος τὸ κοπιᾶν· ὅταν λέγηι δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, ἔργον τῆς θεότητος τὸ καὶ ἀπὸ σωματικῶν νόσων καὶ κόπων καὶ τῶν κατὰ ψυχὴν κινδύνων ἰᾶσθαι. ὅταν βαπτίζηται ὑπὸ Ἰωάννου ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ ηὑρέθη δόλος ἐν τῶι στόματι αὐτοῦ, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξιλασμός· ὅταν κελεύηι τοὺς ἀποστόλους βαπτίζειν πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, τῆι θείαι δυνάμει αὐτοῦ ἁρμόζει. ὅταν κλίνηι τὰ γόνατα καὶ ὡς ἄνθρωπος προσεύχηται, τοῦ σώματος ὑπὲρ ἡμῶν ἐξομολόγησις· ὅταν ἐν τῶι ὄρει μεταμορφουμένου αὐτοῦ τὴν δόξαν μὴ δυνάμενοι φέρειν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης τὰ πρόσωπα καὶ τὰ γόνατα κλίνωσιν ἐπὶ τὴν γῆν, τῆς δόξης τῆς θεότητος τοῦ λόγου ἰσχύς. ὅταν στερεοποιῆι τοὺς ἀποστόλους λέγων μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι, τῆς θεότητος ἡ ἄδηλος καὶ ἰσχυρὰ παράκλησις· ὅταν παραιτῆται τὸ ἀποθανεῖν, τοῦ σώματος ἡ δειλία. πρὸ γὰρ τοῦ παραβῆναι τὸν Ἀδὰμ οὔτε λύπη οὔτε δειλία οὐ κόπος οὐ λιμὸς οὐ θάνατος ἦν:– 61 Ἐκ τοῦ αὐτοῦ λόγου Ἐγώ εἰμι, φησίν, ἡ τῶν σωιζομένων ὁδὸς καὶ ἡ τῶν νεκρῶν ζωὴ καὶ ἡ τῶν ἀποφευγόντων τὸ ψεῦδος ἀλήθεια, λέγων τοῖς ἐν σκότει· ἀνακαλύφθητε, ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. τὸν γὰρ Ἀδὰμ ἐνδυσάμενος σὺν τοῖς παθήμασιν χωρὶς ἁμαρτίας, τὸν κεκλημένον Ἰησοῦν, δι' αὐτοῦ τὸ ἀπολό μενον πρόβατον προσῆξεν τῶι πατρί, ὡς πρόβατον ἐπὶ σφα γὴν ἀχθεὶς καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, περὶ οὗ ὁ Παῦλος γράφει· ἄνθρωπος Χριστὸς Ἰησοῦς ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν καὶ τῶν ἁμαρτιῶν ἡμῶν. καὶ ἐν ἑτέρωι τόπωι φησὶν ὁ ἀπόστολος· δι' ἀνθρώπου ὁ θάνατος καὶ δι' ἀνθρώπου ἡ ζωή. ὥσπερ γὰρ ἐν τῶι Ἀδὰμ πάντες ἀποθνήισκομεν, οὕτως καὶ ἐν τῶι Χριστῶι πάντες ζωοποιηθησόμεθα. καὶ πάλιν ἐν ἑτέρωι τόπωι γράφει· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοικός, ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ. τὸν τοίνυν πρῶτον Ἀδὰμ τὸν πρωτόπλαστον τοῦ κόσμου δηλοῖ, τὸν δὲ δεύτερον Ἀδὰμ τὸν κατὰ τὸν σωτῆρα νοούμενον ἄνθρωπον, ὃς καλεῖται υἱὸς ἀνθρώπου πρόβατον ἄμπελος ἄρτος δένδρον κόκκος σίτου καὶ τὰ τούτοις παραπλήσια, καλεῖται δὲ καὶ Ἀδάμ, εἰ καὶ πολλὴ ἡ τοῦ δευτέρον διαφορὰ παρὰ τὸν πρῶτον. ὃ μὲν γὰρ ἐκ γῆς γέγονεν, ὃ δέ, λόγος ὢν τοῦ πατρός, σὰρξ ἐγένετο, οὐ κενωθεὶς τὸ εἶναι λόγος διὰ τὸ σάρκα φορέσαι, καθ' ὃ οὐδὲ τὸ χρυσίον κενοῦται τῆς δόξης ἔνδον ξένου γλωσσοκόμου τυγ χάνον:– 62 Ἐκ τοῦ αὐτοῦ λόγου Ἐὰν οὖν λέγηι ὁ ἀπόστολος τὸ ῥητὸν τὸ λέγον· ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν καὶ ἡμᾶς σὺν Ἰησοῦ ἐγείρει, μὴαἰσχύνου λέγων· οὐκ ἠδύνατο ὁ κύριος τὸ οἰκεῖον ἀνεγεῖραι σῶμα, εἰ μὴ ὁ πατὴρ αὐτὸ ἤγειρεν. λέγουσι δὲ τοῦτο οἱ τὸν κύριον ὑβρίζοντες. νόει τὸν ἐκ νεκρῶν ἐγειρόμενον ἄνθρω πον, ὃν ἑρμηνεύει Πέτρος ὁ ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων καὶ λέγει· καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον, ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. τὸ γοῦν ἀπὸ τοῦ ξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ τὸ καὶ εἰς μνημεῖον τεθὲν ἐνταφιασθέν τε ὑπὸ Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθείας, αὐτὸ ἤγειρεν ὁ λόγος λέγων· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. ὁ καὶ πάν τας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωοποίησεν, ὃν αὐτὸς ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος. εἰ γὰρ ἐπὶ τοῦ σταυροῦ ὢν τὰ προδιαλυθέντα νεκρὰ τῶν ἁγίων σώματα ἤγειρεν, πολλῶι μᾶλλον ἐγεῖραι ἠδύνατο ὃ ἐφόρεσεν σῶμα ὁ ἀεὶ ζῶν θεὸς λόγος, ὡς ὁ Παῦλός φησιν· ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργής:– 63 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου Ὅταν δὲ ὁ ἡμέτερος διδάσκαλος φάσκηι ἐν ἑτέρωι τόπωι· κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, μὴ δόξηις ποίημα εἶναι τὸν ἀπ' ἀρχῆς πρὸς τὸν πατέρα θεὸν λόγον. οὐ γὰρ τὴν ἀόρατον θεότητα λέγει κατανοεῖν, ἀλλὰ τὸν κυρια κὸν ἄνθρωπον, ὃν εἶπεν ὁ Παῦλος μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπον Χριστὸν Ἰησοῦν τὸν δόντα ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὃν εἶπεν κατανοεῖν, Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, ὥς φησιν ὁ κύριος κατανοήσατε τοὺς κόρακας πῶς οὐ σπείρουσιν καὶ τὰ ἑξῆς, καὶ πάλιν κατανοήσατε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν. τὰ οὖν φαινόμενα λέγει κατανοεῖν καὶ οὐκ ἀγγέλους ἢ ἑτέρας κτίσεις ἀοράτους. κἂν γὰρ λέγηι Ἀμβακοὺμ ὁ προφήτης κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην, ἔργα λέγει κατενόησα καὶ οὐ τὸν τῶν ἔργων ποιητὴν καὶ ὁ ἀπόστολος τὸ φαινόμενον τοῦ κυρίου σῶμα λέγει κατανοεῖν, οὐ τὴν ἀόρατον τοῦ λόγον θεό τητα. θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε οὔτε ἰδεῖν δύναται, καίπερ θεὸς ἦν ὁ λόγος καὶ ἔστιν, ὥς φησιν ὁ θεο λόγος Ἰωάννης. ὃν τοίνυν κατανοεῖν ἀκούομεν ἄνθρωπον Χριστὸν Ἰησοῦν, ὃς δέδωκεν ἑαυτὸν ἀντίλυτρον ὑπὲρ ἡμῶν, ὃν λέγει ἀπόστολον καὶ ἀρχερέα πιστὸν ὄντα, τὸ ποίημα νοεῖν λέ γει· πάντα οὖν ἐκτίσθησαν, κτίσμα δὲ οὔκ ἐστιν ὁ τοῦ θεοῦ λόγος, ὅς ἐστιν υἱός, ἀλλὰ γέννημα κατὰ φύσιν. τὰ γὰρ πάντα ὁ πατὴρ διὰ τοῦ λόγου ἔκτισεν, ὥς φησιν ὁ Παῦλος, ἐν ὧι τὰ πάντα ἐκτίσθησαν, καὶ ὡς ὁ Ἰωάννης λέγει, πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, αὐτὸν δὲ τὸν λόγον οὐ κτίζει, ἀλλὰ γεννᾶι. δι' αὐτοῦ γὰρ τοῦ λόγου πάντα ἐγένετο καὶ ἐκτίσθη, οὐκ αὐτὸς δὲ ἐγένετο, ἀλλ' ὅνπερ δι' ἡμᾶς ἐφόρεσεν ἄνθρωπον γεγονότα καὶ κτισθέντα, δηλοῦσιν αἱ γραφαί:– 64 Ἐκ τοῦ αὐτοῦ λόγου Φησὶν γὰρ ὁ κύριος· πᾶν κλῆμα τὸ μένον ἐν ἐμοὶ καρπὸν φέρει. καὶ ἐν ὧι ἐφόρεσεν ἀνθρώπωι ἐκ τοῦ γηγενοῦς Ἀδάμ, ζωοποιήσει τὸ ἐκ τοῦ Ἀδὰμ γένος, θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι, ὡς ὁ Πέτρος γράφει ὅτι σαρκὶ θανατωθέντα αὐτὸν ὑπὲρ ἡμῶν λέγει καὶ οὐ τῆι ἀθανάτωι ζωοποιῶι θεότητι. φησὶν γὰρ ὁ κύριος ἐγώ εἰμι ἡ ζωή· ἡ γοῦν ζωὴ οὐκ ἀποθνήισκει, τοὺς νεκροὺς δὲ μᾶλλον ζωοποιεῖ. ὡς γὰρ τὸ φῶς οὐ βλάπτεται ἐν σκοτεινῶι τόπωι, οὐδὲ ἡ ζωὴ παθεῖν τι δύναται ἐπισκεψαμένη τὴν θνητὴν φύσιν. ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ἡ τοῦ λόγου θεότης:– 65 Ἐκ τοῦ αὐτοῦ λόγου Τίς γάρ φησιν, ἔγνω νοῦν κυρίου ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν; μόνος ὁ υἱὸς σύμβουλός ἐστιν τοῦ πατρὸς καὶ τὸν νοῦν αὐτοῦ ἔγνω ὁ λέγων οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, καὶ τὸν υἱὸν οὐδεὶς ἐπιγινώσκει εἰ μὴ ὁ πατὴρ καὶ ὧι ἐὰν ὁ υἱὸς ἀποκαλύψηι. λέγει τοίνυν καὶ Ἰωάννης περὶ τοῦ κυ ρίου· ὅταν φανερωθῆι, ὅμοιοι αὐτῶι ἐσόμεθα καὶ ὀψό μεθα αὐτὸν καθὼς ἔστιν. ὅρα ὅτι ἕως τοῦ νῦν οὐδεὶς εἶδεν τὸν υἱὸν τοῦ θεοῦ ὡς ἔστιν, ἄχρι τοῦ φανερῶσαι ἑαυτὸν ἡμῖν· ὃν δὲ ἐφόρεσεν δι' ἡμᾶς ἄνθρωπον, εἴδομεν, ὃν εἶπεν ὁ Παῦλος· κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτόν, ὃν καὶ Στέφανος λέγει· θεωρῶ τὸν υἱὸν τοῦ ἀνθρώ που ἐκ δεξιῶν ἑστῶτα τῆς δυνάμεως τοῦ θεοῦ. οὐκ εἶ πεν τὸν λόγον ἢ τὴν σοφίαν τοῦ πατρὸς ἑωρακέναι, ἀλλὰ τὸν υἱὸν τοῦ ἀνθρώπου, τὸ ἐκ τῆς Μαρίας κυριακὸν σῶμα, ὃ καὶ Παῦλος λέγει· ὃς ἐκάθισεν ἐκ δεξιῶν τοῦ θεοῦ· περὶ οὗ σώματος ὁ Δαυίδ φησιν ἐκ προσώπου τοῦ πατρὸς προφητικῶς· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, οὓς προεγίνωσκεν ἐχθροὺς ἐσομένους, τὸν διάβολον καὶ τὰς συνεργούσας αὐτῶι ἀντικειμένας ἐνεργείας, αἵτινες ἤχθρευον τῶι κυριακῶι ἀνθρώπωι γινώσκουσαι διὰ τοῦ θανάτου αὐτοῦ καταργουμένας ἑαυτὰς καὶ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου τὸν διάβολον καὶ τοὺς ἐχθρεύσαντας αὐτῶι Ἰουδαίους, εἰς οὓς τὸ γεγραμμένον πληροῦται ὅτι ἐμίση σάν με δωρεάν, ἀνθ' ὧν τὰ πρὸς ὠφέλειαν διδασκόμενοι μαστίζειν καὶ σταυροῦν ἐτόλμων, Σαμαρείτην αὐτὸν καὶ δαι μονιζόμενον καὶ ἄνθρωπον ἁμαρτωλὸν λέγοντες, καίτοι δι' αὐτοῦ τῆς ἁμαρτίας κατακριθείσης. εἰς ὃν γέγραπται· ὄψονται εἰς ὃν ἐξεκέντησαν, ὅνπερ ἐν τῆι κρίσει ὁρῶντες κρίνοντα ζῶντας καὶ νεκρούς, ὥς φησιν Ἰωάννης περὶ τοῦ κυρίου, καθὼς ἔδωκεν αὐτῶι κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν, μεταμελόμενοι φυλὴ κατὰ φυλῆς ἐροῦσιν· οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα λέγοντες αὐτῶι· ἄλλους ἔσωσας, ἑαυτὸν οὐ δύνασαι σῶσαι. ἔστιν τοίνυν εἰς τὸ τοῦ κυρίου σῶμα τὸ γραφὲν διὰ τοῦ Δαυὶδ κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. πρὸ γὰρ τῆσδε τῆς διὰ Δαυὶδ προφητείας ἐν κόλποις τοῦ πατρὸς ἦν ὁ λόγος· οὐκ εἶχεν ἐχθροὺς ἐν οὐρανῶι. οὐδεὶς γὰρ ἦν σὺν τῶι πατρὶ πρὸ κτίσεως, εἰ μὴ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· ὁ πατὴρ γὰρ διὰ τοῦ υἱοῦ ἐποίησεν τοὺς ἀπείρους αἰῶνας ἀρχάς τε καὶ ἐξουσίας καὶ πᾶσαν κτίσιν. ὁ τοίνυν πρὸς μηδένα ἔχων κοι νὸν κτῆμα ἢ χρῆμα, ἀλλὰ πάντων κύριος ὢν θεὸς λόγος, ὧι οὐδεὶς δύναται ἀντιστῆναι, πῶς εἶχεν ἐχθρούς; οἱ γὰρ τὴν θεότητα τοῦ λόγου ἐλαττοῦντες ὡς μὴ δυναμένου τοῦ κυρίου δι' ἑαυτοῦ τοὺς ἐχθροὺς ἀμύνασθαι οἴονται εἰρηκέναι τὸν πατέρα τῶι υἱῶι κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· τοῦτο δὲ κἂν νῦν γινωσκέτωσαν οἱ ἀπαίδευτοι εἰς τὸν κατὰ τὸν σωτῆρα νοούμενον ἄνθρωπον γεγράφθαι. ἐν γὰρ τῶι αὐτῶι Δαυὶδ γέγραπται περὶ τοῦ κυριακοῦ ἀνθρώπου· ἐχθρὸς οὐκ ὠφελήσει ἐν σοί, καὶ πάλιν· μάστιξ οὐκ ἐγγιεῖ τῶι σκηνώματί σου:– 66 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου Κύριος, φησίν, ἐν τῶι οὐρανῶι ἡτοίμασεν τὸν θρόνον αὐτοῦ. ἕτερόν ἐστιν ὁ οὐρανός μοι θρόνος καὶ ἕτερόν ἐστιν ἑτοιμάζεσθαι θρόνον ἐν τῶι οὐρανῶι ὡς ἐπὶ τόπου τινός. πολὺς μὲν ὁ περὶ τούτων λόγος ἐπὶ τοῦ παρόντος εἰς διήγησιν, οἱ δὲ προδεδηλωμένοι θρόνοι δηλοῦσιν τὴν ὑποταγὴν πάσης κτίσεως. ταῦτα δὲ προεθέμεθα περὶ τοῦ κάθου ἐκ δεξιῶν μου, ὅτι εἰς τὸν κυριακὸν ἄνθρωπον λέλεκται. εἰ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος, ὥς φησιν Ἱερεμίας, πάντα δὲ χωρεῖ ὁ θεός, ὑπ' οὐδενὸς δὲ χωρεῖ ται, εἰς ποῖον καθέζεται θρόνον; τὸ σῶμα τοίνυν ἐστὶν ὧι λέγει κάθου ἐκ δεξιῶν μου, οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διά βολος σὺν ταῖς πονηραῖς δυνάμεσιν καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, δι' οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος γέγονεν καὶ ἐχρημάτι σεν, δι' οὗ παρέδωκεν ἡμῖν μυστήριον λέγων· τοῦτό ἐστιν μου τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν καὶ τὸ αἷμα τῆς καινῆς διαθήκης, οὐ τῆς παλαιᾶς, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. θεότης δὲ οὔτε σῶμα οὔτε αἷμα ἔχει, ἀλλ' ὃν ἐφόρεσεν ἐκ τῆς Μαρίας ἄνθρω πον, αἴτιος τούτων γέγονεν, περὶ οὗ εἶπαν οἱ ἀπόστολοι· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ἡμᾶς. Ναζαρὲθ πόλιν ἐπίγειον λέγει καὶ οὐχὶ οὐράνιον ἄνδρα τε αὐτόν φασιν καὶ οὐ θεὸν πρὸς τοὺς Ἰουδαίους καὶ τοὺς ὁμοίως αὐτοῖς κατὰ σάρκα φρονοῦντας ἔκτοτε καὶ νῦν καὶ οἱ ἀπόστολοι. καὶ αὐτὸς ὁ κύριος περὶ ἑαυτοῦ ἀνθρωπίνως ἀπεκρίνατο λέγων· τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρω πον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; οὐκ εἶπεν ζητεῖτε με ἀποκτεῖναι θεὸν ὄντα· θεὸς γὰρ ἀπαθὴς καὶ ἀθάνατος ὢν τὸν μὲν θάνατον καταργεῖ, τοὺς δὲ νεκροὺς ζωοποιεῖ, λέγων· ἐγώ εἰμι ἡ ζωή. πρὸς δὲ Φίλιππον ἅμα τῶι ἀκοῦσαι πιστεύοντα διδάσκει σὺν τοῖς λοιποῖς ἀποστόλοις καὶ τοῖς δυναμένοις ὁ μοίως πνευματικῶς χωρῆσαι λέγων· ὁ ἑωρακὼς ἐμὲ ἑώρα κεν τὸν πατέρα· ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμέν καὶ ἐγὼ ἐν τῶι πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί:– 67 Ἐκ τοῦ αὐτοῦ λόγου Ἔχεις τοίνυν ἐξ αὐτῆς τῆς τῶν γραφῶν ἀποδείξεως τὸν ἄνθρωπον τοῦ σωτῆρος, ὃν κατανοεῖν διδασκόμεθα, αὐτὸν εἶναι ποίημα· οὐ γὰρ τὴν ἀόρατον θεότητα τοῦ λόγου τὴν ἐν κόλποις πατρώιοις ἀποκεκρυμμένην, ἣν οὐδεὶς ἕως τοῦ δεῦρο τεθέαται. καὶ τοῦτο Παῦλος οἶδεν ἡμῶν μᾶλλον, λέγων· περιήστραψέν με φῶς ἱκανὸν καὶ ἔπεσα εἰς τὸ ἔδαφος καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Σαοὺλ Σαούλ, τί με διώκεις; σκληρόν σοι πρὸς κέντρα λακτίζειν. κἀγὼ εἶπον· τίς εἶ, κύριε; καὶ ὁ κύριός φησιν πρός με· ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. ὁμολογεῖ δὲ ἀπὸ τῆς δόξης τοῦ φωτὸς τοῦ κυρίου τετυφλῶσθαι καὶ μετὰ τρεῖς ἡμέρας ἐξ ἀποκαλύψεως καὶ προστάξεως αὐτοῦ ἠτενικέναι. εἰ δὲ Παῦλος τὸ σκεῦος τῆς ἐκλογῆς τετύφλωται μὴ δυνάμενος ὁρᾶν τὴν τοῦ κυρίου δύξαν, πῶς ἡμᾶς διδάσκει τὴν θεότητα αὐτοῦ τοῦ λόγου κατανοεῖν; ἀλλ' ὃ πολλάκις εἶπον, καὶ νῦν ἐρῶ· Ἰησοῦν τὸν ἄνθρωπον τοῦ σωτῆρος τὸν πιστὸν ὄντα τῶι ποιήσαντι αὐτὸν εἶπεν ἡμῖν κατανοεῖν:– 68 Ἐκ τοῦ αὐτοῦ λόγου Μιμηταί μου γίνεσθε, φησί, καθὼς κἀγὼ Χριστοῦ. δῆλον ὅτι τοῦ ἀνθρώπου λέγει τοῦ κειμένου θεμελίου. τῆς γὰρ θεότητος τοῦ λόγου οὔτε Παῦλος οὔτε ἕτερος τις γενέσθαι δύναται μιμητὴς εἰ μὴ ἐν τοῖς παθήμασιν καὶ πραύτητι τοῦ Χριστοῦ, περὶ ὧν ὁ Πέτρος λέγει ἐπακολουθεῖν ἡμᾶς τοῖς ἴχνεσιν αὐτοῦ, καθὼς καὶ ὁ Παῦλος εἶπεν τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἀναπληροῦν ἐν τῆι ἰδίαι σαρκί. ἀναντιρρή τως οὖν ὁ πρὸ τοῦ αἰῶνος θεμελιωθεὶς εἰς τὰ ἀπόκρυφα τῆς πατρώιας διανοίας ἐν προγνώσει ἦν ὃν ἔμελλεν ἐκ Μαρίας κυριακὸν ἄνθρωπον κτίζειν:– 69 Τοῦ αὐτοῦ ἁγίου ἐκ τοῦ αὐτοῦ λόγου Περὶ δὲ τὸ κυριακὸν σῶμα φανερῶς προεφητεύθη τῶι Ἰούδαι· ἐκ σοῦ ἐξελεύσεταί μοι ἡγούμενος καὶ ἡ ἀρχὴ αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος, καίπερ ἐπὶ συντελείαι τῶν αἰώνων ἐκ φυλῆς Ἰούδα ἀνείληφεν ὁ θεὸς λόγος τὸν ἄνθρωπον:– 70 Ἐκ τοῦ αὐτοῦ λόγου Ὅταν, φησίν, ὑποταγῆι αὐτῶι τὰ πάντα, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶι ὑποτάξαντι αὐτῶι τὰ πάντα. ζητήσωμεν τοίνυν τίς ἐστιν ὁ μὴ ὑποτασσόμενος τῶι θεῶι εἰ μὴ πρότερον τὰ πάντα αὐτῶι ὑποταγῆι. τί γὰρ οὐκ εἶχεν ὑποτεταγμένον ὁ ἐκ πατρὸς λόγος πρὶν τῆς δι' οὗ ἐφόρε σεν ἀνθρώπου δι' ἡμᾶς οἰκονομίας; πάντα γὰρ τὰ ποιήματα τῶι πεποιηκότι ὑποτάσσεται. τῶι δὲ ἀναληφθέντι ἀνθρώπωι ἕως νῦν οὐ τὰ πάντα ὑποτέτακται· φησὶν γὰρ ὁ Παῦλος· οὔπω βλέπομεν αὐτῶι τὰ πάντα ὑποτεταγμένα. τοῖς γὰρ Ἰουδαίοις σκάνδαλόν ἐστιν, ἔθνεσιν δὲ μωρία, ἡμῖν δὲ τοῖς εἰς αὐτὸν πιστεύουσιν Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία. ὅταν τοίνυν πᾶσα ἡ κτίσις ἐν νεφέλαις ἀπαντήσηι τῶι υἱῶι καὶ ὑποταγῆι αὐτῶι, τότε καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῶι πατρί, ὑπὲρ πάσης κτίσεως γενόμενος πιστὸς ἀπόστολος καὶ ἀρχιερεύς, ἵνα ἦι ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν, τουτέστιν πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, ἡ μία κυριότης καὶ θεότης καὶ βασιλεία. ἐὰν δέ τις λέγηι ὅτι οὐ τὸν Ἰησοῦν εἶπεν ὑποτασσόμενον, ἀλλὰ τὸν υἱόν, ἀκουσάτω ὅτι Ἰησοῦς ὁ υἱὸς τοῦ θεοῦ ἐχρημάτισεν καὶ ἔστιν διὰ τὸν ἐν αὐτῶι κρυβέντα λόγον:– 71 Ἐκ τοῦ αὐτοῦ λόγου Ὡς ὁ Λουκᾶς γενεαλογῶν εἶπεν ἦν δὲ Ἰησοῦς ἀρχό μενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, τοῦ Ἰωσήφ, καὶ διελθὼν τοὺς ἐφεξῆς γενεαλογουμένους μέχρις ἐπὶ τὸν Ἀδὰμ εἶπεν τοῦ Ἀδὰμ τοῦ θεοῦ, ἵνα δείξηι καὶ τὸ ὃ ἐκ τοῦ Ἀδὰμ ἐφόρεσεν σῶμα καὶ τὴν ἐκ τοῦ πατρὸς θεότητα:– 72 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου Ἔστιν δὲ ἓν τῶν πάντων ὧν ἐν τῶι υἱῶι ἐργάζεται καὶ δεικνύει ὁ πατήρ, τὸ γινώσκειν τὴν ἡμέραν καὶ ὥραν τῆς κρί σεως αὐτῶι τε καὶ πᾶσαν τὴν κρίσιν παραδέδωκεν, ἵνα καθὼς τιμῶσι τὸν πατέρα, τιμῶσι καὶ τὸν υἱόν. εἰ δὲ τὴν κρίσιν αὐτῶι πᾶσαν παραδέδωκεν ποιεῖσθαι, δῆλον ὅτι καὶ τὴν γνῶ σιν αὐτῆς πότε καὶ πῶς γίνεται. ὁ γοῦν μὴ γινώσκων τὴν ἡμέραν τῆς κρίσεως ὁ ἐκ τῆς Μαρίας γεννηθείς ἐστιν Ἰησοῦς· οὐδὲν γὰρ ἀγνοεῖ ὁ ἐκ καρδίας τοῦ πατρὸς θεὸς λόγος ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν:– 73 Ἐκ τοῦ αὐτοῦ λόγου Εἰ τοίνυν λέγει ὁ Ἰησοῦς· ὁ πατήρ μου μείζων μού ἐστιν, λέγει δὲ καὶ ἴσον ἑαυτὸν τῶι θεῶι, μάθωμεν διὰ τί καὶ μείζονα λέγει τὸν πατέρα ἑαυτοῦ καὶ ἴσον. μείζων ἐστιν τοῦ υἱοῦ διὰ τὸ σῶμα ὃ ἐφόρεσεν παθητόν, ἴσος δὲ καθ' ὅτι ὅλος ὅλον τέλειον ἐγέννησεν ὁ πατὴρ ἀιδίως τὸν υἱόν:– 74 Ἐκ τοῦ αὐτοῦ λόγου Ὡς καὶ ὁ Ἔσδρας προφητεύει ἐκ προσώπου τοῦ Ζορο βάβελ λέγων περὶ τοῦ υἱοῦ τοῦ θεοῦ· ζῆι ἡ ἀλήθεια καὶ νικᾶι καὶ κραταιοῦται καὶ μένει εἰς τοὺς αἰῶνας τῶν αἰώνων, δηλῶν τὸ ὃ ὑπὲρ ἡμῶν ἔμελλε φορεῖν σῶμα ὑπέρ τε ἡμῶν ἀπο θνήισκειν αὐτό, καὶ οὐ τὴν ἐν αὐτῶι κρυπτομένην ἀλήθειαν τουτέστιν τὸν λόγον τοῦ πατρός, συγκατέβαινεν μὲν ἡ ἀλήθεια τῶι ὑπὲρ ἡμῶν ἀποθανόντι Ἰησοῦ εἰς τὴν καρδίαν τῆς γῆς, ἵνα τοὺς ὑπὸ τοῦ ψεύδους ἀπατηθέντας αὐτὸς ἀλήθεια ὢν ἐλευ θερώσηι, ὃν δὲ τρόπον εἴ τις βασιλεὺς ἐν φυλακῆι ἐπισκέψασθαι τοὺς ἐκεῖσε κατεχομένους δεσμώτας εἰσελθὼν βλάπτεται μὲν οὐδέν, ὠφελεῖ δὲ τοὺς ὑπὸ κατοχὴν τυγχάνοντας, οὕτως ὁ θεὸς λόγος οὐδὲν βλαπτόμενος δι' οὗ ἐφόρεσεν ὑπὲρ ἡμῶν θνητοῦ σώματος ὠφέλησεν τοὺς ἐν τῆι τοῦ ἅιδου φυλακῆι ἐν τῶι πνεύ ματι τῆς θεότητος:– 75 Ἐκ τοῦ αὐτοῦ λόγου Εὐλογῶν δὲ ὁ Ἰακὼβ τὸν Ἰούδαν, ἐξ οὗ ὁ κύριος ἔμελλεν τὸ ἀνθρώπινον ἀναδέχεσθαι σῶμα, λέγει· πλυνεῖ ἐν οἴνωι τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. καὶ τοῦτο κατὰ τὴν ἱστορίαν οὐ πεποίηκεν· οὐδὲ γὰρ ἐν οἴνωι ἔπλυνεν τὴν ἑαυτοῦ στολήν. τί δὲ μετὰ τὸ εἰπεῖν αὐτὸν οἴνωι πλυνεῖν τὴν στολὴν αὐτοῦ λέγει καὶ ἐν αἵ ματι σταφυλῆς; μὴ ἕτερός ἐστιν ὁ οἶνος καὶ ἕτερον αἷμα στα φυλῆς; μᾶλλον ἡμῶν οἶδεν Ἡσαίας λέγων τὸ ἔνδυμα αὐτοῦ ὡς ἀπὸ πατήματος ληνοῦ, πλήρης καταπεπατημένης. ὃ τοίνυν ἔνδυμα τὸ ἐν οἴνωι καὶ ἐν αἵματι σταφυλῆς προφητεύει πλυνόμενον, οὐ χιτών ἐστιν ὃν πλύνει ὁ χειροτέχνης· ἄλογον γὰρ καὶ ἄτακτον ἐν οἴνωι τὸ ἱμάτιον πλύνειν αὐτόν, ὃ μηδὲ τῶν ἀφρόνων τις ἀνθρώπων δείκνυται πεποιηκώς· ἐπειδὴ δὲ προεγίνωσκεν ἐκ τοῦ ἁγίου πνεύματος μέλλοντα τὸν τοῦ θεοῦ υἱὸν φορεῖν σῶμα δι' ἡμᾶς ἐκ τοῦ Ἰουδαικοῦ λαοῦ τοῦ χρηματίζοντος ἀμπέλου καὶ ἀμπελῶνος, διὰ τοῦτο εἶπεν· ἐκ βλα στοῦ ἀνέβης, υἱέ μου Ἰούδα, καὶ τὸ πλύνειν ἐν αἵματι τὴν στολὴν τὸ πλύνειν ἐν τῶι ἰδίωι αἵματι τὸ σῶμα τῆς περιβολῆς δηλοῖ, δι' οὗ σώματος καὶ αἵματος ἀποπλύνας τὰς ἁμαρτίας τῶν ἀνθρώπων πάντας αὐτοὺς ἐν τῶι ἰδίωι σώματι ἐνεδύσατο:– 76 Καὶ πάλιν Ἐντεῦθεν τοίνυν ἐντρεπέσθωσαν οἱ διορίζοντες τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς ὥσπερ τὴν ἄμπελον ἀπὸ τοῦ γεωργοῦ, πληροφορούμενοι ἐκ τῶν γραφῶν εἰς τὸ σῶμα τοῦ κυρίου τὴν παρα βολὴν λελέχθαι καὶ οὐκ εἰς τὴν θεότητα. ἐπιτελῶν γὰρ τὸ ἅγιον μυστήριον εὐλογήσας εἶπεν· πίετε ἐξ αὐτοῦ πάντες· τοῦτό μού ἐστιν τὸ αἷμα τῆς καινῆς διαθήκης τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. καίπερ οὐκ αἷμα τοῦ κυρίου ἐστὶν ὁ οἶνος, ἀλλὰ τῆς ἀμπέλου, δι' ὃ εἶπεν ὁ κύριος περὶ τοῦ ἰδίου σώματος· ἐγώ εἰμι ἡ ἄμπελος. αἷμα δὲ οὐκ ἐκ τοῦ πνεύματος τῆς τοῦ λόγου θεότητος ἐκπορεύεται, ἀλλ' ἐξ οὗ ἐφόρεσεν ἀνθρώπου:–

Intertext edge

Open linked passage

Note