Sermo major de fide
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
77.1
Καὶ μετ' ὀλίγα Φησὶν ὁ θεὸς διὰ τοῦ προφήτου Ἱεζεκιήλ· ὦ ποιμένες ποιμένες, μὴ ἑαυτοὺς βόσκουσιν οἱ ποιμένες, οὐχὶ τὰ πρόβατα; ὑμεῖς δὲ τὸ πεπλανημένον οὐκ ἐπεστρέψατε, τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε, τὸ ἀσθενὲς οὐκ ἐσωματοποιήσατε, τὸ χωλὸν οὐ κατε δήσατε, ἀλλὰ καὶ τὸ ἰσχῦον κατειργάσασθε μόχθωι. διὰ τοῦτο ἀναστήσω ἐμαυτῶι ποιμένα πιστὸν τὸν δοῦλόν μου τὸν Δαυὶδ καὶ ἔσται ποιμὴν καὶ ἄρχων εἰς τὸν αἰῶνα. ἡνίκα δὲ Ἱεζεκιὴλ ταῦτα ἐπροφήτευσεν ἐν Βαβυλῶνι, πρὸ δεκατεσσάρων γενεῶν ἦν Δαυὶδ κοιμηθείς, τὸν δὲ κυριακὸν ἄνθρωπον ἐπροφήτευσεν ἐκ σπέρματος Δαυὶδ ἐγειρόμενον, περὶ οὗ Παῦλος Τιμοθέωι γρά φει· μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα:– 78 Ἐκ τοῦ αὐτοῦ λόγου Οὐ βουλόμενοι παιδεύεσθαι οἱ σαρκόφρονες παρὰ τῶν πνευματικῶν πεπληροφορημένων τὴν τῶν γραφῶν ἐπίγνωσιν, ἀλλὰ καὶ τοὺς ἀκεραιοτέρους δοκοῦντες διδάσκειν εἰς βόθρον ἕλκουσιν (ἐφ' οἷς πληροῦται τὸ γεγραμμένον· τυφλὸς τυφλὸν ὁ δηγῶν ἀμφότεροι εἰς βόθρον ἐμπεσοῦνται, ὅ ἐστιν εἰς τὸν ἅι δην, τυφλὸς δὲ κατὰ τὴν ἱστορίαν τυφλὸν ὁδηγῆσαι οὐ δύναται, ἀλλὰ τυφλώττων περὶ τὴν τῶν θείων μυστηρίων ἐπίγνωσιν), ἑκάστωι λέγοντες τῶν ἀμαθῶν· οὐκ αὐτὸς εἶπεν διὰ τοῦ Σαλο μὼν κύριος ἔκτισεν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ; καὶ δι' ἑαυτοῦ λέγει ὁ υἱός· ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν, καὶ πάλιν εἶπεν· ἀπ' ἐμαυτοῦ οὐδὲν λαλῶ, ὁ πατήρ μοι ἐνετείλατο τί εἴπω καὶ τί λαλήσω, καὶ τὸ οὐκ ἦλθον, ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τοῦ πέμψαντός με πατρός ἕτερον ἔχει θέλημα ὁ πατὴρ καὶ ἕτερον ὁ υἱός, ὡς αὐτοὶ φρονοῦσιν. εἰ γὰρ μεμερισμένον ἔχουσιν τὸ θέλημα, πῶς λέγει ποιήσωμεν ἄνθρωπον καὶ τὰ ἑξῆς; οὐ διακρίνουσιν δὲ ποῖα ῥητὰ τῆι θεότητι ἁρμόττει καὶ ποῖα ὧι ἐφόρεσεν ἀνθρώπωι:–