Sermo major de fide
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athanasius-the-great-of-alexandria" aria-label="More works by Athanasius the Great of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
79.1
Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν Γολγοθὰ ὁμιλίας, ἧς ἡ ἀρχή· Τὸ μὲν ἀναγνωσθὲν ῥητόν ἐστιν εὐαγγελικόν Ἀποστολικὸς κηρύττει λόγος–– ὑπὸ τοῦ κρείττονος εὐλογεῖται:– 80 Ἐκ τοῦ αὐτοῦ λόγου Καὶ πάλιν ἐκ προσώπου τοῦ πατρὸς ὁ Δαυὶδ πρὸς τὸν υἱὸν φήσας υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. αἴ τησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς, διὰ μὲν τοῦ ὀνόματος τῆς γεννήσεως δηλοῖ τὴν ἐξ αὐτοῦ ὁ πατὴρ θεολογίαν τοῦ λόγου, διὰ δὲ τοῦ αἰτεῖσθαι καὶ πέρατα τῆς γῆς λαμβάνειν, ἅπερ αὐτὸς ὁ λόγος ἐποίησεν, δεικνύει ὃν ἐφόρεσεν ἄνθρωπον:– 81 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ περὶ σαρκώσεως μικροῦ λόγου, οὗ ἡ ἀρχή· Ὁμολογοῦμεν τὸν υἱὸν τοῦ θεοῦ τὸν πρὸ αἰώνων Εἴ τις τὴν τοῦ κυρίου ἡμῶν σάρκα ἄνωθεν λέγει καὶ μὴ ἐκ τῆς παρθένου Μαρίας ἢ τραπεῖσαν τὴν θεότητα εἰς σάρκα ἢ συγχυθεῖσαν ἢ ἀλλοιωθεῖσαν ἢ παθητὴν τὴν τοῦ κυρίου θεότητα ἢ ἀπροσκύνητον τὴν τοῦ κυρίου ἡμῶν σάρκα ὡς ἀνθρώπου κοινοῦ τῶν καθ' ἡμᾶς καὶ μὴ προσκυνητὴν ὡς κυρίου, τοῦτον ἀναθεματίζει ἡ ἁγία ἐκκλησία:– 82 Ἐκ τοῦ περὶ πίστεως λόγου, οὗ ἡ ἀρχή· Αὐτάρκως μὲν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες Καὶ ὥσπερ μεγάλου βασιλέως– ἡ πάλαι κατ' αὐτῶν ἰσχύουσα:– 83 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ αὐτοῦ λόγου Οὐ γὰρ περικεκλεισμένος– οὐκ ἀφανὴς ἦν:– 84 Ἐκ τοῦ αὐτοῦ λόγου Ὅταν τοίνυν ἐσθίοντα– θεὸν λόγον ἐγνώριζεν:– 85 Ἐκ τοῦ αὐτοῦ λόγου Τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος– ἄφθαρτον ἐπιδεικνύμενος. τὸ μὲν γὰρ σῶμα ὡς καὶ αὐτὸ κοινὴν ἔχον– ὅτι τε ὁ πάντων θάνατος ἐν τῶι κυριακῶι ἀνθρώπωι ἐπληροῦτο– αὐτὸ προσενέγκηι:– 86 Ἐκ τοῦ αὐτοῦ λόγου Διὰ ταύτην τοίνυν τὴν αἰτίαν, οὐ νόσωι διὰ τὸ ἀπρεπές, οὐκ ἰδίαι διὰ τὸ ἀπίθανον, οὐχ ὃν αὐτὸς ἐπενόησεν θάνατον διὰ τὰς τῶν ἀπίστων ὑπονοίας, ἀλλὰ τὸν ἐξ ἐπιβουλῆς τῶν ἐχθρῶν ἐδέχετο τὸ σῶμα θάνατον καὶ ὑψηλῶς καὶ ἐπηρμένως ἐσταυροῦτο, ἵνα τοῦ θανάτου πᾶσιν φανερωθέντος φανερὰ πᾶσιν καὶ ἡ τούτου ἀνάστασις διαβοηθῆι καὶ πιστευθῆι. πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἀπέθνηισκεν, εἶχεν δὲ τῆς ἀφθαρσίας τὴν πίστιν ἐκ τοῦ συνοικήσαντος αὐτῶι λόγου. οὐ γὰρ ἀποθνήισκοντος τοῦ σώματος ἐνεκροῦτο καὶ ὁ λόγος, ἀλλ' ἦν μὲν αὐτὸς ἀπαθὴς καὶ ἄφθαρτος καὶ ἀθάνατος, οἷα δὴ θεοῦ λόγος ὑπάρχων, συνὼν δὲ τῶι σώματι μᾶλλον διεκώλυεν ἀπ' αὐτοῦ τὴν κατὰ φύσιν τῶν σωμάτων φθοράν, ἧι φησιν καὶ τὸ πνεῦμα πρὸς αὐτόν· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. τὸ μὲν οὖν σῶμα ἅτε δὴ σῶμα ὂν ἀνθρώπινον, ὥσπερ εἶπον, ἐνεκροῦτο τῆι τοῦ λόγου διαλύσει, αὐτὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ λόγος ὢν καὶ τῶν πάντων αὐτὸς ζωή, οὐδ' οὕτως μὲν ἀφανῆ ἑαυτὸν οὐδὲ ἐν τῶι σταυρῶι ἀφῆκεν, ἀλλὰ κατὰ περιττὸν τὴν μὲν κτίσιν ἐποίει μαρτυρεῖν τὴν τοῦ ἑαυτῆς δημιουργοῦ παρουσίαν, τὸν δὲ ἑαυτοῦ ναὸν τὸ σῶμα οὐκ ἐπὶ πολὺ μένειν ἀνασχόμενος, ἀλλὰ μόνον δείξας νεκρὸν τῆι τοῦ θανάτου πρὸς αὐτὸν συμπλοκῆι τριταῖον εὐθέως ἀνέστη σεν, τρόπαια καὶ νίκας κατὰ τοῦ θανάτου φέρων τὴν ἐν τῶι σκηνώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν:– 87 Ἐκ τοῦ αὐτοῦ λόγου Ἠδύνατο μὲν γὰρ– τῆι δυνάμει τοῦ σωτῆρος:– 88 Ἐκ τοῦ αὐτοῦ λόγου Ἔοικεν δὲ ὁ περὶ τῆς ἀναστάσεως– γνώρισμα τὰ ἔργα:– 89 Ἐκ τοῦ αὐτοῦ λόγου Διὰ τοῦτο εἰκότως ἐνεδύσατο– τὸ θνητὸν ἐζωοποίησεν:– 90 Ἐκ τοῦ αὐτοῦ λόγου Πότε δὲ καταγινώσκεσθαι– ἐκ τῶν νεκρῶν:– 91 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς πρὸς Γερμανὸν ἐπιστολῆς, ἧς ἡ ἀρχή· Ἐντυχὼν τοῖς νῦν γραφεῖσιν Πυνθάνεται ἀνθρωπίνως– Μανιχαίου κρατήσηι:– 92 Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸν σπόρον ὁμιλίας, ἧς ἡ ἀρχή· Ἐν ἡμέραι σαββάτου συνήχθημεν οὐ νοσοῦντες Ἰουδαισμόν Ἐπετίμων, φησίν, τῶι σωτῆρι λέγοντες– ποίμνιον συνάγουσα:– 93 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ ἆισμα τῶν ἀισμάτων, ἔστιν δὲ ἡ ἀρχὴ αὕτη· Οἱ λόγοι καὶ ἐράσμιοι καὶ εἰς οὐρανοὺς ἀνάγοντεσ Οὗτος ὁ κρεμάμενος– ἆρ' οὖν ἐν τῶι βορρᾶι ἔκειτο τὸ σῶμα τοῦ κυρίου; ναί· γεγόναμεν γὰρ ἐν τῶι τόπωι ἐκείνωι ἐν ὧι ἦν σταυρωθεὶς ὁ κύριος, καὶ ἦν ἐκ βορρᾶ τῆς Ἱερουσαλήμ. διὰ τοῦτο ὁ Δαυὶδ παρατετηρημένως ἔλεγεν· ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βορρᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου· διὰ τοῦτο καὶ ἡμεῖς ὅτε γεγόναμεν ἐν τῶι τόπωι ἐκείνωι ὅπου ἐσταυρώθη ὁ Χριστός, καὶ ἦμεν ἑστῶτες ἐν τῆι ἀνατολῆι καὶ προσευχόμενοι καὶ ἦν βορρινὸς ὁ τόπος ὅπου ἦν σταυρωθεὶς ὁ κύριος· διὰ τοῦτο οὖν οἱ μαθηταὶ ἐν τῶι κελλίωι κρυπτόμενοι λεγέτωσαν· ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου νότε. ἐξε γέρθητι οὖν βορρᾶ, τουτέστιν τὸ ἐν τῶι βορρᾶι κείμενον σῶμα· τὸ δὲ ἔρχου νότε ἔρχου λόγε εἰς τὸν βορρᾶν, τουτέστιν ἐκ τοῦ νότου εἰς τὸ σῶμα. τοῦτο γὰρ καὶ ἐν τοῖς προφήταις γέγραπται ὅτι ὁ θεὸς ἐκ Θαιμὰν ἥξει. τριημέρου δὲ κει μένου τοῦ σώματος ἐν τῶι βορρᾶι, ἔρχεται ὁ σωτὴρ ἐκ τοῦ νότου καὶ λαμβάνει τὸ σῶμα τὸ ἐν τῶι βορρᾶι κείμενον:– 94 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τῆς εἰς τὸ πᾶσα ἀνομία καὶ ἀσέβεια ἀφεθήσεται τοῖς ἀνθρώποις, ἧς ἡ ἀρχή· Περὶ οὗ γράφων ἐδήλωσας εὐαγγελικοῦ ῥητοῦ, συγγίνωσκε, ἀγαπητέ, συνείδησιν ἔχων ἀγαθήν Πάλιν γὰρ ἀσφαλείας ἕνεκεν– ἦν αὐτὰ ποιεῖν:– 95 Ἐκ τοῦ αὐτοῦ λόγου Ἐὰν οὖν θεωρῆτε– εἰς ἀνάστασιν ζωῆς αἰωνίου:– 96 Τοῦ αὐτοῦ ἁγίου Ἀθανασίου ἐκ τοῦ κατὰ Ἀρειανῶν τρίτου λόγου, οὗ ἡ ἀρχή· Ἐγὼ μὲν ὤιμην τοὺς τῆς Ἀρείου μανίας ὑποκριτάσ Ὁ μὲν γὰρ Μωσῆς φύσει ἄνθρωπος ὢν πιστὸς ἐγίνετο– ἐν τῶι κατασκευασθέντι ὑπ' αὐτοῦ:– 97 Ἐκ τοῦ αὐτοῦ λόγου Ἡ σοφία ὠικοδόμησεν ἑαυτῆς οἶκον· δῆλον δέ ἐστιν οἶκον εἶναι τῆς σοφίας τὸ ἡμέτερον σῶμα ὅπερ ἀνέλαβεν ὁ κύριος:– 98 Ἐκ τοῦ αὐτοῦ λόγου Ἐπειδὴ γὰρ ἡ πρώτη– τουτέστιν διὰ τῆς σαρκὸς αὐτοῦ:– 99 Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν ˉδ λόγου, οὗ ἡ ἀρχή· Οἱ Ἀρειομανῖται, ὡς ἔοικεν, κρίναντεσ Σωματικῶς, ὥς φησιν ὁ ἀπόστολος– θεοῦ γὰρ ἦν σῶμα:– 100 Ἐκ τοῦ αὐτοῦ λόγου Ἵνα δὲ καὶ τὸ ἀπαθὲς– καὶ ἀπολλύων αὐτά:– 101 Ἐκ τοῦ αὐτοῦ λόγου Ταῦτα ἀναγκαίως προεξητάσαμεν– ἑαυτοὺς συγκαταριθμεῖν:– 102 Ἐκ τοῦ αὐτοῦ λόγου Καὶ ὥσπερ πτύσαντος αὐτοῦ– λογισώμεθα, ἀλλὰ τῆι ἀνθρωπότητι:– 103 Ἐκ τοῦ αὐτοῦ λόγου Ἀκούοντες δὲ τὸ ἔκλαυσεν καὶ τὰ ὅμοια– καὶ τὸ λέγειν ἵνα τί με ἐγκατέλιπες:–