Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Legatio pro Christianis
Athenagoras of AthensAth Legatio 36 · textus-receptusMore by Athenagoras of Athens
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens"> —
⋯
More
Original / primary: Textus receptus
36.1
Τίς ἂν οὖν ἀνάστασιν πεπιστευκὼς ἐπὶ σώμασιν ἀναστη σομένοις ἑαυτὸν παράσχοι τάφον; οὐ γὰρ τῶν αὐτῶν καὶ ἀνα στήσεσθαι ἡμῶν πεπεῖσθαι τὰ σώματα καὶ ἐσθίειν αὐτὰ ὡς οὐκ ἀναστησόμενα, καὶ ἀποδώσειν μὲν νομίζειν τὴν γῆν τοὺς ἰδίους νεκρούς, οὓς δέ τις αὐτὸς ἐγκατέθαψεν αὑτῷ, μὴ ἀπαιτήσεσθαι. τοὐναντίον μὲν οὖν εἰκὸς τοὺς μὲν μήτε λόγον ὑφέξειν τοῦ ἐνταῦθα ἢ πονηροῦ ἢ χρηστοῦ βίου μήτε ἀνάστασιν εἶναι οἰομένους, συναπόλλυσθαι δὲ τῷ σώματι καὶ τὴν ψυχὴν καὶ οἷον ἐναποσβέν νυσθαι λογιζομένους, μηδενὸς ἂν ἀποσχέσθαι τολμήματος· τοὺς δὲ μηδὲν ἀνεξέταστον ἔσεσθαι παρὰ τῷ θεῷ, συγκολασθήσεσθαι δὲ καὶ τὸ ὑπουργῆσαν σῶμα ταῖς ἀλόγοις ὁρμαῖς τῆς ψυχῆς καὶ ἐπιθυμίαις πεπεισμένους, οὐδεὶς λόγος ἔχει οὐδὲ τῶν βραχυτάτων τι ἁμαρτεῖν. εἰ δέ τῳ λῆρος πολὺς δοκεῖ τὸ σαπὲν καὶ διαλυθὲν καὶ ἀφανισθὲν σῶμα συστῆναι πάλιν, κακίας μὲν οὐκ ἂν εἰκότως δόξαν ἀποφεροίμεθα διὰ τοὺς οὐ πιστεύοντας, ἀλλ' εὐηθείας· οἷς γὰρ ἀπατῶμεν ἑαυτοὺς λόγοις ἀδικοῦμεν οὐδένα· ὅτι μέντοι οὐ καθ' ἡμᾶς μόνον ἀναστήσεται τὰ σώματα, ἀλλὰ καὶ κατὰ πολλοὺς τῶν φιλοσόφων, περίεργον ἐπὶ τοῦ παρόντος δεικνύειν, ἵνα μὴ ἐξαγω νίους τοῖς προκειμένοις ἐπεισάγειν δοκῶμεν λόγους, ἢ περὶ νοητῶν καὶ αἰσθητῶν καὶ τῆς τοιούτων συστάσεως λέγοντες ἢ ὅτι πρεσ βύτερα τὰ ἀσώματα τῶν σωμάτων καὶ τὰ νοητὰ προάγει τῶν αἰσθητῶν κἂν πρώτοις περιπίπτωμεν τοῖς αἰσθητοῖς, συνισταμένων ἐκ μὲν τῶν ἀσωμάτων κατὰ τὴν ἐπισύνθεσιν τῶν νοητῶν σωμάτων, ἐκ δὲ τῶν νοητῶν[ τῶν αἰσθητῶν]· οὐ γὰρ κωλύει κατὰ τὸν Πυθαγόραν καὶ τὸν Πλάτωνα γενομένης τῆς διαλύσεως τῶν σωμάτων ἐξ ὧν τὴν ἀρχὴν συνέστη, ἀπὸ τῶν αὐτῶν αὐτὰ καὶ πάλιν συστῆναι. Ἀλλ' ἀνακείσθω μὲν ὁ περὶ τῆς ἀναστάσεως λόγος.

Intertext edge

Open linked passage

Note