Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Legatio pro Christianis
Athenagoras of AthensAth Legatio 3 · textus-receptusMore by Athenagoras of Athens
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens"> —
⋯
More
Original / primary: Textus receptus
3.1
Τρία ἐπιφημίζουσιν ἡμῖν ἐγκλήματα, ἀθεότητα, Θυέστεια δεῖπνα, Oἰδιποδείους μίξεις. ἀλλὰ εἰ μὲν ἀληθῆ ταῦτα, μηδενὸς γένους φείσησθε, ἐπεξέλθετε δὲ τοῖς ἀδικήμασι, σὺν γυναιξὶ καὶ παισὶ προρρίζους ἡμᾶς ἀποκτείνατε, εἴ γέ τις ἀνθρώπων ζῇ δίκην θηρίων· καίτοι γε καὶ τὰ θηρία τῶν ὁμογενῶν οὐχ ἅπτεται καὶ νόμῳ φύσεως καὶ πρὸς ἕνα καιρὸν τὸν τῆς τεκνοποιίας, οὐκ ἐπ' ἀδείας, μίγνυται, γνωρίζει δὲ καὶ ὑφ' ὧν ὠφελεῖται. εἴ τις οὖν καὶ τῶν θηρίων ἀνημερώτερος, τίνα οὗτος πρὸς τὰ τηλικαῦτα ὑποσχὼν δίκην καὶ πρὸς ἀξίαν κεκολάσθαι νομισθήσεται; εἰ δὲ λογο ποιίαι ταῦτα καὶ διαβολαὶ κεναί, φυσικῷ λόγῳ πρὸς τὴν ἀρετὴν τῆς κακίας ἀντικειμένης καὶ πολεμούντων ἀλλήλοις τῶν ἐναντίων θείῳ νόμῳ, καὶ τοῦ μηδὲν τούτων ἀδικεῖν ὑμεῖς μάρτυρες, κελεύοντες μὴ ὁμολογεῖν, πρὸς ὑμῶν λοιπὸν ἐξέτασιν ποιήσασθαι βίου, δογμάτων, τῆς πρὸς ὑμᾶς καὶ τὸν ὑμέτερον οἶκον καὶ τὴν βασιλείαν σπουδῆς καὶ ὑπακοῆς, καὶ οὕτω ποτὲ συγχωρῆσαι ἡμῖν οὐδὲν πλέον ἢ τοῖς διώκουσιν ἡμᾶς. νικήσομεν γὰρ αὐτοὺς ὑπὲρ ἀληθείας ἀόκνως καὶ τὰς ψυχὰς ἐπιδιδόντες.

Intertext edge

Open linked passage

Note