Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Legatio pro Christianis
Athenagoras of AthensAth Legatio 5 · textus-receptusMore by Athenagoras of Athens
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/athenagoras" aria-label="More works by Athenagoras of Athens"> —
⋯
More
Original / primary: Textus receptus
5.1
Καὶ ποιηταὶ μὲν καὶ φιλόσοφοι οὐκ ἔδοξαν ἄθεοι, ἐπιστήσαντες περὶ θεοῦ. ὁ μὲν Eὐριπίδης ἐπὶ μὲν τῶν κατὰ κοινὴν πρόληψιν ἀνεπιστημόνως ὀνομαζομένων θεῶν διαπορῶν ὤφειλε δ', εἴπερ ἔστ' ἐν οὐρανῷ, Ζεὺς μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι· ἐπὶ δὲ τοῦ κατ' ἐπιστήμην νοητοῦ ὡς ἔστιν θεὸς δογματίζων ὁρᾷς τὸν ὑψοῦ τόνδ' ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχοντα ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδ' ἡγοῦ θεόν. τῶν μὲν γὰρ οὔτε τὰς οὐσίας, αἷς ἐπικατηγορεῖσθαι τὸ ὄνομα συμβέβηκεν, ὑποκειμένας ἑώρα(“ Ζῆνα γὰρ ὅστις ἐστὶ Ζεύς, οὐκ οἶδα πλὴν λόγῳ”) οὔτε τὰ ὀνόματα καθ' ὑποκειμένων κατηγορεῖ σθαι πραγμάτων( ὧν γὰρ αἱ οὐσίαι οὐχ ὑπόκεινται, τί πλέον αὐτοῖς τῶν ὀνομάτων;), τὸν δὲ ἀπὸ τῶν ἔργων, ὄψιν τῶν ἀδήλων νοῶν τὰ φαινόμενα, ἀέρα αἰθέρος γῆς. οὗ οὖν τὰ ποιήματα καὶ ὑφ' οὗ τῷ πνεύματι ἡνιοχεῖται, τοῦτον κατελαμβάνετο εἶναι θεόν, συν ᾴδοντος τούτῳ καὶ Σοφοκλέους εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακράν, πρὸς τὴν τοῦ θεοῦ φύσιν τοῦ κάλλους τοῦ ἐκείνου πληρουμένην ἑκάτερα, καὶ ποῦ δεῖ εἶναι τὸν θεὸν καὶ ὅτι ἕνα δεῖ εἶναι, διδάσκων.

Intertext edge

Open linked passage

Note