Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Job
Job · Job 26 · brenton-septuagint
Choose a text —
⋯
More
Original / primary: Brenton Septuagint
26.1
Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,
26.2
Τίνι πρόσκεισαι, ἢ τίνι μέλλεις βοηθεῖν; πότερον οὐχ ᾧ πολλὴ ἰσχὺς, καὶ ᾧ βραχίων κραταιός ἐστι;
26.3
Τίνι συμβεβούλευσαι; οὐχ ᾧ πᾶσα σοφία; τίνι ἐπακολουθήσεις; οὐχ ᾧ μεγίστη δύναμις;
26.4
Τίνι ἀνήγγειλας ῥήματα; πνοὴ δὲ τίνος ἐστὶν ἡ ἐξελθοῦσα ἐκ σοῦ;
26.5
Μὴ γίγαντες μαιωθήσονται ὑποκάτωθεν ὕδατος καὶ τῶν γειτόνων αὐτοῦ;
26.6
Γυμνὸς ὁ ᾅδης ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι περιβόλαιον τῇ ἀπωλείᾳ.
26.7
Ἐκτείνων βορέαν ἐπʼ οὐδὲν, κρεμάζων γῆν ἐπὶ οὐδενός.
26.8
Δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐῤῥάγη νέφος ὑποκάτω αὐτοῦ·
26.9
Ὁ κρατῶν πρόσωπον θρόνου, ἐκπετάζων ἐπʼ αὐτὸν νέφος αὐτοῦ.
26.10
Πρόσταγμα ἐγύρωσεν ἐπὶ πρόσωπον ὕδατος, μέχρι συντελείας φωτὸς μετὰ σκότους.
26.11
Στύλοι οὐρανοῦ ἐπετάσθησαν, καὶ ἐξέστησαν ἀπὸ τῆς ἐπιτιμήσεως αὐτοῦ.
26.12
Ἰσχύϊ κατέπαυσε τὴν θάλασσαν, ἐπιστήμῃ δὲ ἔστρωται τὸ κῆτος.
26.13
Κλεῖθρα δὲ οὐρανοῦ δεδοίκασιν αὐτόν· προστάγματι δὲ ἐθανάτωσε δράκοντα ἀποστάτην.
26.14
Ἰδοῦ ταῦτα μέρη ὁδοῦ αὐτοῦ, καὶ ἐπὶ ἰκμάδα λόγου ἀκουσόμεθα ἐν αὐτῷ· σθενὸς δὲ βροντῆς αὐτοῦ, τίς οἶδεν ὁπότε ποιήσει;

Intertext edge

Open linked passage

Note