Quod unus sit Christus ok
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
747.1
{Α} Μάλιστα μὲν ἀδικοῦσι, παροχετεύοντες τὴν ἀλήθειαν ἐπὶ τό γε σφίσιν αὐτοῖς ἀσυνέτως δοκοῦν, καὶ τῶν ἱερῶν Γραμμάτων τὸ ἀκριβὲς παραφθείροντες. Εἰ δὲ δή τις λέγοι καὶ προαιώνιον Χριστὸν Ἰησοῦν, οὐκ ἂν ἁμάρτοι τἀληθοῦς, εἴπερ ἐστὶν εἷς Υἱὸς καὶ Κύριος, ὁ προαιώνιος Λόγος, τὴν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς κατὰ σάρκα ἐκ γυναικὸς ὑπομείνας γέννησιν. Ὅτι δὲ οὐκ ἠλλοίωται γεγονὼς ἄνθρωπος καθ' ἡμᾶς ὁ Λόγος, διαμεμήνυκε λέγων ὁ Πνευματοφόρος· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας. Καὶ σημαντικὸν μὲν τοῦ παρῳχηκότος χρόνου ποιεῖται τὸ χθές, τοῦ γε μὴν ἐνεστῶτος τὸ σήμερον, τοῦ δὲ ἐσομένου καὶ μέλλοντος τὸ εἰς τοὺς αἰῶνας. Εἰ δὲ οἴονταί τι σοφὸν ἐννενοηκέναι, τὸ χθές καὶ σήμερον ἀντὶ τοῦ προσφάτου δεχόμενοι, διατεινόμενοί τε καὶ λέγοντες· Ὁ χθὲς καὶ σήμερον, πῶς ἂν εἴη καὶ εἰς τοὺς αἰῶνας; μεταστήσομεν καὶ ἡμεῖς τὴν τῆς ἐρωτήσεως δύναμιν εἰς τὸ ἔχον ἐναντίως. Ὁ γὰρ εἰς τοὺς αἰῶνας ὢν Λόγος, πῶς ἂν λάβοι τὸ χθὲς καὶ σήμερον ἐφ' ἑαυτῷ, εἴπερ ἐστὶν εἷς ὁ Χριστός, καὶ οὐ μεμέρισται κατὰ τὴν τοῦ θεσπεσίου Παύλου φωνήν; Ὅτι γὰρ οὕτω πρὸς ἡμῶν ἐθέλει γνωρίζεσθαι, κἀντεῦθεν εἴσῃ τοι. Καίτοι γὰρ ὁρώμενος ἐν σαρκί, καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐμβεβηκώς, τὴν προαιώνιον ὕπαρξιν ἑαυτῷ προσμεμαρτύρηκε λέγων· Ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί. Καὶ πάλιν· Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; Καὶ Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου. Ὡς γὰρ ὑπάρχων ἀεὶ καὶ προαιώνιος Λόγος καθιγμένος ἐξ οὐρανῶν, εἶτα πεφηνὼς ὁ αὐτὸς ἄνθρωπος καθ' ἡμᾶς, ὡς εἷς Χριστὸς καὶ Κύριος καὶ ὅτε γέγονε σάρξ, τὰ τοιάδε φησίν. {Β} Ἐξεύρηταί τις αὐτοῖς καὶ ἕτερος λόγος. Ἔστι δὲ οὗτος· οὕτω γὰρ χρῆναί φασιν Υἱὸν νοεῖσθαι Θεοῦ τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ ὡς ἂν καὶ αὐτὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος Υἱὸς εἶναι λέγοιτο τοῦ Δαυείδ. Φύσει γὰρ οὐδ' ἕτερος. {Α} Οὐκοῦν ὁ τῆς ἀληθοῦς ἑνώσεως εἰσίτω τρόπος, ἵν' οὕτω πιστεύηται σὰρξ γεγονὼς ὁ Λόγος, τουτέστιν ἄνθρωπος, καὶ διὰ τοῦτο υἱὸς τοῦ Δαυεὶδ οὐ κατεψευσμένος, ἀλλ' ὡς ἐξ αὐτοῦ πεφηνὼς κατὰ σάρκα, καὶ μεμενηκὼς ὅπερ ἦν, δῆλον δὲ ὅτι Θεὸς ἐκ Θεοῦ. Καὶ γοῦν οἱ τῶν εὐαγγελικῶν κηρυγμάτων ἱερουργοί, τὸν αὐτὸν γινώσκοντες Θεόν τε ὁμοῦ