Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod unus sit Christus ok
Cyril of Alexandriaok 748 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
748.1
καὶ ἄνθρωπον, τοὺς περὶ αὐτοῦ πρὸς ἡμᾶς πεποίηνται 748 λόγους. Γέγραπται γοῦν περὶ τοῦ μακαρίου Βαπτιστοῦ ὅτι Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μού ἐστι, κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων. Σύνες οὖν ὅπως ἄνδρα λέγων καὶ ἀμνὸν ὀνομάζων αὐτόν, οὐχ ἕτερον εἶναί φησι τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸ μέγα τοῦτο καὶ ἐξαίσιον ἀληθῶς καὶ θεοπρεπὲς ἀξίωμα προσνενέμηκεν αὐτῷ. Ἔμπροσθεν δὲ καὶ πρῶτον γενέσθαι φησὶν αὐτοῦ, καίτοι κατόπιν γενόμενον, κατά γέ φημι τὸν τῆς κατὰ σάρκα γεννήσεως χρόνον. Εἰ γάρ ἐστιν ὀψιγενὴς καθὸ ἄνθρωπος ὁ Ἐμμανουήλ, ἀλλ' ἦν πρὸ παντὸς αἰῶνος ὡς Θεός. Αὐτοῦ τοιγαροῦν καὶ τὸ πρόσφατον ἀνθρωπίνως καὶ τὸ ἀΐδιον θεϊκῶς. Ταύτῃ τοι καὶ ὁ πανάριστος Πέτρος, οὐ γυμνὸν οὐδὲ ἄσαρκον καταθεώμενος τὸν Λόγον, ἀλλ' ἐν σαρκὶ καὶ αἵματι πεφηνότα, σαφῶς τε καὶ ἀπλανῶς τῆς εἰς αὐτὸν πίστεως τὴν ἀπόδοσιν ἐποιεῖτο λέγων· Σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ἀκήκοε δὲ πρὸς τοῦτο· Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου, ὁ ἐν τοῖς οὐρανοῖς. Ἀλλ' εἰ μὴ βαθὺ τὸ μυστήριον, καὶ Θεὸς ἦν ἐν σαρκί, ἄνθρωπος δὲ κατ' αὐτοὺς χάριτι τὴν υἱοθεσίαν ἔχων, πῶς ἂν ἐδεήθη τοσούτου μυσταγωγοῦ, ὡς μηδένα μὲν τῶν ἐπὶ τῆς γῆς ἀποκαλύψαι τῷ μαθητῇ, παιδευτὴν δὲ πρὸς τοῦτο λαχεῖν αὐτὸν τὸν Πατέρα; Καὶ μὴν καὶ οἱ θεσπέσιοι μαθηταί, διαθέοντά ποτε τῆς θαλάττης τὰ νῶτα βλέποντες, κατατεθήπεσαν μὲν τὴν θεοσημίαν, ὡμολόγουν δὲ τὴν πίστιν, λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ. Ἀλλ' εἰ νόθος ἐστὶ καὶ ψευδώνυμος, καὶ εἰσποιητὸν ἔχει τὸ εἶναι Υἱός, ἐγκαλείτωσαν αὐτοῖς τὴν ψευδηγορίαν, καὶ τοῦτο ὀμωμοκόσι. Προστεθείκασι γὰρ τὸ ἀληθῶς, Υἱὸν αὐτὸν εἶναι διαβεβαιούμενοι τοῦ Θεοῦ καὶ Πατρός. {Β} Ἄριστα ἔφης. {Α} Πῶς δὲ καὶ ἰδίους ἔχει τοὺς ἀγγέλους ὁ Υἱὸς τοῦ ἀνθρώπου, διαπρέπει δὲ καὶ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ†....† μετὰ τῶν ἀγγέλων αὐτοῦ; Καὶ πάλιν· Καὶ ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ. Εἰ δὲ καὶ ἀπιστοῦσιν ἔτι καὶ δόξῃ θεοπρεπεῖ καὶ τοῖς οὕτω λαμπροῖς καὶ ὑπερτάτοις ἀξιώμασιν ὁρῶντες κατεστεμμένον, ἀκούσονται λέγοντος αὐτοῦ· Εἰ ἐμοὶ 749 οὐ πιστεύετε, τοῖς ἔργοις μου πιστεύετε. Καὶ πάλιν· Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε. Τὸ γὰρ ἐν ἀνθρώπῳ βλέπειν τῆς ἀφράστου δόξης τὴν ὑπεροχήν, οὐχ ὡς ἀλλοτρίαν μᾶλλον, ἢ γοῦν ἐν χάριτος μέρει προσπεπορισμένην, ἀλλ' ἰδίαν αὐτοῦ, πῶς οὐκ ἀναπείσει ὅτι Θεὸς ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ Υἱὸς ἀληθῶς τοῦ ἐπὶ πάντων Θεοῦ; {Β} Ἑαυτοῦ, φησί, τοὺς ἀγγέλους εἶναι διϊσχυρίσατο, καὶ τῶνδε τῶν σημείων γέγονεν ἀποτελεστής, ἐνοικοῦντος αὐτῷ τοῦ Λόγου, δόξαν δὲ τὴν ἰδίαν αὐτῷ καὶ τὸ ἐνεργὲς ἐκνενεμηκότος. Γέγραπται γὰρ ὅτι Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου. Κεχρισμένος οὖν καὶ δυνάμει καὶ Πνεύματι, τερατουργὸς ἦν. {Α} Οὐκοῦν, ἐπειδήπερ Θεὸς ὢν ὁ Λόγος, ἅγιός τε καὶ κατὰ φύσιν καὶ οὐσιῶδες ἔχων τὸ παναλκές, δέοιτ' ἂν οὐδαμῶς ἢ τῆς παρ' ἑτέρου δυνάμεως ἢ γοῦν ὡς εἰσκεκριμένου τοῦ ἁγιασμοῦ, τίς δὴ ἄρα ἐστὶν ὁ κεχρισμένος δυνάμει καὶ ἁγίῳ Πνεύματι; {Β} Φαῖεν ἂν ἴσως τὸν ληφθέντα κατὰ συνάφειαν ἄνθρωπον. {Α} Αὐτὸς οὖν ἄρα ἐστὶν Ἰησοῦς Χριστὸς ἰδικῶς τε καὶ καταμόνας, καὶ περὶ οὗ φησιν ὁ πάνσοφος Παῦλος· Ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ. Πῶς οὖν, εἰπέ μοι, δι' ἀνθρώπου τὰ πάντα; Ἀνθότου δὲ καὶ ἀμέσως ὡς Υἱὸς τῷ Πατρὶ συντάττεται, μεσολαβοῦντος οὐδενός; Εἶτα ὅποι ποτὲ τὸν Μονογενῆ θήσομεν, εἰς τὸν αὐτοῦ τόπον ἀναβιβάζοντες τὸν ἄνθρωπον, καὶ τοῦτο, καθά φησιν, ἐνεργούμενον παρ' αὐτοῦ, καὶ δι' αὐτὸν τιμώμενον; Ἆρ' οὐκ ἐκβέβηκε τὸ εἰκὸς ὁ λόγος αὐτοῖς, οὐκ ἔξω φέρεται σκοποῦ, καὶ ὡς τῆς ἀληθείας ὁλοτρόπως ἡμαρτηκώς, γελῷτο ἂν ἐνδίκως; {Β} Ἄνθρωπος, φησίν, ὁ τοῦ θεοῦ Λόγος ὠνόμασται κατὰ τοιόνδε τινὰ τρόπον· ὥσπερ γὰρ ὁ παρ' αὐτοῦ ληφθεῖς ἄνθρωπος ἐγεννήθη μὲν ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, εἴρηται δὲ Ναζωραῖος διὰ τὸ οἰκῆσαι τὴν Ναζαρέτ, οὕτω καὶ ὁ Θεὸς Λόγος ἄνθρωπος ὀνομάζεται διὰ τὸ κατοικῆσαι ἐν ἀνθρώπῳ. {Α} Ὢ φρενὸς γραοπρεποῦς καὶ νοῦ παρειμένου καὶ βατταρίζειν εἰδότος, καὶ ἕτερον οὐδέν. Ἐκνήψατε, οἱ μεθύοντες, ἐξ οἴνου αὐτῶν, ἐπιφωνείτω τις τοῖς διεναντίας, 750 τί παραβιάζεσθε τἀληθές, καὶ τῶν θείων δογμάτων τὴν δύναμιν παρευθύνοντες, ἔξω φέρεσθε τρίβου τῆς βασιλικῆς; Γέγονε γάρ, ὡς ἔοικεν, οὐκ ἔτι μὲν σὰρξ ὁ Λόγος κατὰ τὰς Γραφάς, ἀνθρωποπολίτης δὲ μᾶλλον, καὶ ἦν ἀκόλουθον αὐτὸν ἀνθρωπαῖον μᾶλλον, οὐκ ἄνθρωπον ὀνομάζεσθαι, καθάπερ ἀμέλει καὶ ὁ κατοικήσας τὴν Ναζαρέτ, Ναζωραῖος ὠνόμασται, καὶ οὐ Ναζαρέτ. Εἴργει δέ, οἶμαι, παντελῶς οὐδέν, εἴπερ εὖ ἔχειν οἴονται τὸ σφίσιν αὐτοῖς ἀσυνέτως ἐξευρημένον, ἄνθρωπον ὀνομάζεσθαι σὺν Υἱῷ τὸν Πατέρα καὶ προσέτι τὸ Πνεῦμα τὸ ἅγιον. Κατοικεῖ γὰρ ἐν ἡμῖν διὰ τοῦ Πνεύματος τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος τὸ πλήρωμα. Καὶ γοῦν ὁ Παῦλός φησιν· Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ κατοικεῖ ἐν ὑμῖν; Καὶ μὴν καὶ αὐτὸς ὁ Χριστός· Ἐάν τις ἀγαπᾶ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα. Ἀλλ' εἴρηται μὲν οὐδαμῶς ἄνθρωπος ὁ Πατήρ, οὔτε μὴν τὸ Πνεῦμα τὸ ἅγιον διὰ τὸ κατοικεῖν ἐν ἡμῖν. Γελῶσι δὲ οὗτοι τῆς ἐνανθρωπήσεως τὸ μυστήριον, περιτρέποντες εἰς τὸ ἀπηχὲς τὰ οὕτως ὀρθὰ καὶ ἀξιάκουστα τῆς Ἐκκλησίας δόγματα. Πλὴν ἴτω πάλιν ἡμῖν κατὰ ῥοῦν ὁ λόγος, τοῖς ἐκείνων ἐμετοῖς τὸ χαιρεῖν εἰπών. Εἰ γάρ, ἐπείπερ ἦν ὁ Λόγος ἐν αὐτῷ, σημείων γέγονεν ἀποτελεστής, ἕνα που τάχα τῶν ἁγίων προφητῶν φασιν αὐτόν· ἐνήργηκε γὰρ καὶ διὰ χειρὸς ἁγίων τὰς θεοσημίας. Εἰ δὲ ἐν τούτοις εἶναί φασι τὸν Υἱόν, ἐν προφητικοῖς αὐτὸν ἢ γοῦν ἀποστολικοῖς κατακομίζουσι μέτροις. {Β} Οὐ γὰρ εἴρηται, φασί, προφήτης καὶ ἀπόστολος; {Α} Οὐκ ἂν διαψεύσαιο. Ὁ Μωϋσῆς μὲν γὰρ ἔφη τοῖς ἐξ αἵματος Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. Γέγραφε δὲ καὶ ὁ θεσπέσιος Παῦλος· Ὥστε, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν. Φραζόντων δὴ οὖν, ἐρήσομαι γάρ, ἆρ' ἂν γένοιτο πρὸς εὐκλείας ἀνθρώπῳ παντὶ τῆς προφητείας ἡ χάρις, ἢ γοῦν ἀποστολικῶν ἀξιωθῆναι γερῶν, χρηματίσαι δὲ καὶ ἱερουργόν; {Β} Φημί. {Α} Ἀλλὰ ταυτὶ δὴ μικρὰ καὶ οὐκ ἀξιόληπτα φαῖεν ἂν εἶναι Χριστῷ καθὸ νοεῖται Θεός, κἂν διὰ τούτων αὐτῶν ὁρᾶται κεκενωμένος, καὶ μετὰ τῆς ἀνθρωπότητος λαβὼν αὐτά. Ὥσπερ δὲ Θεὸς ὢν φύσει καὶ Κύριος ἀληθῶς, 751 ἔλαβε δούλου μορφὴν ὡς ἐν αὐτῇ γεγονὼς καὶ ἐν προσλήψει τῶν καθ' ἡμᾶς, οὕτω καὶ τῆς προφητείας τὸ Πνεῦμα διδούς, καὶ ἀποστόλους ἀναδεικνύς, καὶ καθιστὰς ἱερουργούς, ὡμοιώθη κατὰ πάντα τοῖς ἀδελφοῖς· ὠνομάσθη γὰρ οὕτω καὶ προφήτης καὶ ἀπόστολος καὶ ἀρχιερεύς. {Β} Ἀλλ' εἰ καὶ δοῖεν αὐτὸν εἶναι προφήτην, οὐχ ὡς ἕνα τῶν προφητῶν γενέσθαι φασίν, ὑπερκεῖσθαι δὲ μᾶλλον πολὺ τὰ ἐκείνων. Οἱ μὲν γὰρ μεμετρημένην κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἐσχήκασι χάριν, καὶ ἐν χρόνῳ προσγενομένην αὐτοῖς, ὁ δὲ πλήρης ἦν τῆς θεότητος καὶ ἐξ αὐτῆς εὐθὺς τῆς γεννήσεως· συνῆν γὰρ αὐτῷ Θεὸς ὢν ὁ Λόγος. {Α} Οὐκοῦν ἐν ποσότητι χάριτος, καὶ ἐν μήκει καιροῦ πεπλεονέκτηκεν ὁ Χριστὸς τοὺς πρὸ αὐτοῦ γεγονότας ἁγίους προφήτας, καὶ τοῦτό ἐστιν ἐν αὐτῷ τὸ ἐξαίρετον. Πρόκειται δὲ πολυπραγμονεῖν εἰ προφήτης ὅλως, καὶ οὔτι που τὸ μᾶλλον ἢ τὸ μεῖον ἔχων ἢ καὶ ὑπερκείμενος, ὡς ἔν γε τῷ εἶναι προφήτην καὶ τῷ μὴ πέρα μέτρου τοῦ καθ' ἡμᾶς, τὸ σμικροπρεπές ἐστιν αὐτῷ, κἂν εἰ ἀπ' ἀρχῆς νοοῖτο τοῦτο ὑπάρχων, καθάπερ ἀμέλει καὶ ὁ θεσπέσιος Βαπτιστὴς περὶ οὗ φησιν ὁ μακάριος ἄγγελος· Καὶ Πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. Εἶτα πῶς ὁ μὲν ἦν οἰκέτης, ὁ δὲ τοῖς δεσποτικοῖς ἀξιώμασιν ἐναβρύνεται; Καὶ ἑαυτοῦ μὲν πέρι φησὶν ὁ μακάριος Ἰωάννης· Ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς λαλεῖ. Περὶ δέ γε τοῦ Ἐμμανουήλ· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί. {Β} Καίτοι φαῖεν ἂν ἴσως ἄνωθέν τε εἶναι καὶ μὴν καὶ ἐπάνω πάντων τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον, δεδίασι δὲ προσνέμειν αὐτῷ τὰ ἀνθρώπινα, μὴ ἄρα πως ἀδικοῖτο δι' αὐτῶν, καὶ κατακομίζοιτο πρὸς τὸ δυσκλεές. Ταύτῃ τοι διατείνονται λαβεῖν αὐτὸν ἄνθρωπον, ἑαυτῷ τε τοῦτον συνάψαι, περὶ ὃν ἂν γένοιτό τε καὶ λέγοιτο τὰ ἀνθρώπινα. Ἔσται δὲ ὅλως εἰς τὴν αὐτοῦ τοῦ Λόγου φύσιν τὸ βλάβος οὐδέν. {Α} Οὐκοῦν, ἕτερος μὲν ὁμολογουμένως νοοῖτ' ἂν καὶ λέγοιτο παρ' αὐτὸν ὁ ληφθείς. Πλὴν οὐ ταῖς ἐκείνων ἀβελτηρίαις ἑψόμεθα, οὔτε μὴν ὁριστὰς αὐτοὺς καὶ καινοτόμους τῆς ἑαυτῶν ποιησόμεθα πίστεως, τὴν ἱερὰν παρέντες Γραφὴν καὶ τὴν ἐκ τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν παράδοσιν ἀτιμάσαντες. Οὐδὲ ἐπείπερ αὐτοῖς ἀδρανής τε καὶ ἀμαθέστατος ἐνῴκισται νοῦς, καὶ τὸ τοῦ μυστηρίου βάθος κατιδεῖν οὐχ οἷός τε, ταύτῃ τοι καὶ ἡμεῖς πλανώμεθα, συναμαθαίνοντες αὐτοῖς καὶ κατ' εὐθὺ τῆς ἀληθείας ἰέναι παραιτούμενοι. 752 Ἴσμεν δὲ γεγραφότα τὸν ἱερώτατον Παῦλον ὅτι χρὴ λογισμοὺς καθαιρεῖν, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Πλὴν οὖν, ἆρα ἔχοις εἰπεῖν τὰ ἐφ' οἷς σκανδαλίζονται, καὶ τῷ λίθῳ τοῦ προσκόμματος περιπταίουσιν Ἰουδαϊκῶς; {Β} Ἔχοιμ' ἄν, πῶς γὰρ οὔ; Καὶ πλεῖστα μὲν ὅσα ταυτί. Λελέξεται δὲ ἀναμέρος ἕκαστα. Φασὶ τοιγαροῦν Χριστὸν ἡγιάσθαι παρὰ τοῦ Πατρός. Γέγραπται γὰρ ὅτι Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν, κἀγὼ οὐκ ᾔδειν αὐτὸν ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Γέγραφε δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ· Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες. Ἁγιασθείη γὰρ ἥκιστά γε Θεὸς ὢν ὁ Λόγος καὶ ἅγιος κατὰ φύσιν. Λείπεται δὴ οὖν ἡγιάσθαι λέγειν τὸν ληφθέντα παρ' αὐτοῦ κατὰ συνάφειαν ἄνθρωπον. {Α} Εἶτα πῶς ὁ βεβαπτισμένος καὶ τὴν ἐμφανῆ τοῦ Πνεύματος λαβὼν καταφοίτησιν ἐν ἁγίῳ βαπτίζει Πνεύματι, καὶ τὰ μόνῃ πρέποντα καὶ ἐοικότα τῇ θείᾳ φύσει πληροῖ; Χορηγὸς γάρ ἐστιν ἁγιασμοῦ, καὶ τοῦτο δεικνύς, ὡς ἴδιον ἀγαθὸν ὁ ἐνανθρωπήσας Λόγος σωματικῶς ἐνεφύσα τοῖς ἁγίοις ἀποστόλοις λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται, ἄν τινων κρατῆτε, κεκράτηνται. Πῶς δὲ τὸν ἡγιασμένον ἐναργέστατα καταδεικνὺς ὁ θεσπέσιος Βαπτιστής, μεμαρτύρηκεν ὅτι Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, μοναδικῶς καὶ ἐνάρθρως; Ἔδει γὰρ ὄντα τῆς ὑφ' ἡλίῳ μυσταγωγόν, εἴπερ ἕτερον ὄντα παρά γε τὸν ἀληθῶς Υἱὸν ἠπίστατο, κατασημῆναι τὸ ἀληθές, λέγοντα σαφῶς· Οὗτός ἐστιν ὁ κατὰ συνάφειαν τὴν πρὸς τὸν φύσει καὶ ἀληθῶς Υἱὸν δόσει τε καὶ χάριτι γεγονὼς Υἱός. Ἀλλ' οὐδὲν μὲν ἔφη τοιοῦτον, ἕνα δὲ καὶ τὸν αὐτὸν ὄντα γινώσκων καὶ ἐκ Θεοῦ Πατρὸς Λόγον καὶ ἐκ σπέρματος τοῦ Δαυεὶδ κατὰ σάρκα, ἁγιασθῆναι μέν φησι καθὸ ἄνθρωπος, ἁγιάζειν δὲ αὖ καθὸ νοεῖται Θεός. Ἦν γάρ, ὡς ἔφην, ἐν ταὐτῷ τοῦτο κἀκεῖνο. Εἰ μὲν οὖν οὐ γέγονεν ἄνθρωπος, εἰ

Intertext edge

Open linked passage

Note