Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod unus sit Christus ok
Cyril of Alexandriaok 753 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
753.1
μὴ γεγέννηται κατὰ σάρκα ἐκ γυναικός, ἀποσοβῶμεν αὐτοῦ τὰ ἀνθρώπινα. Εἰ δὲ ἀληθὲς ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν, γέγονε καθ' ἡμᾶς, ἀνθότου τὰ δι' ὧν ἂν νοοῖτο κεκενωμένος ἀφιστᾶσιν αὐτοῦ, τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ εὐτεχνὲς ἀβουλότατα παραλύοντες; {Β} Ἐὰν οὖν λέγηται καὶ δόξαν λαβεῖν καὶ γενέσθαι Κύριος, ὑψωθῆναί τε παρὰ τοῦ Πατρός, καταστῆναι δὲ καὶ βασιλεύς, ἀνάψεις ἄρα καὶ ταῦτα τῷ Θεῷ Λόγῳ, καὶ οὐ πάντη τε καὶ πάντως ἀδικήσεις αὐτοῦ τὴν δόξαν; {Α} Ὅτι μὲν οὖν δόξης τε καὶ βασιλείας καὶ κυριότητος ἀληθοῦς ἡ τοῦ Θεοῦ Λόγου μεμέστωται φύσις, πῶς ἂν ἐνδοιάσειέ τις; Ἀραρότως δὲ ὅτι καὶ ἐν ὑψώμασι νοεῖται τοῖς θεοπρεπεστάτοις. Ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος, ᾧ πάντα ἐστὶ δοτὰ καὶ εἰσκεκριμένα, ταύτῃ τοι πλήρης ὑπάρχων καὶ ἐξ ἰδίου πληρώματος πᾶσι διδούς, ἀνθρωπίνως δέχεται, τὴν ἡμῶν πτωχείαν οἰκειούμενος, καὶ ἦν ἄηθές τε καὶ ξένον ἐν Χριστῷ τὸ παράδοξον, ἐν οἰκετικῇ μορφῇ κυριότης, ἐν ἀνθρωπίνῃ σμικροπρεπείᾳ δόξα θεοπρεπής, καὶ βασιλείας αὐχήμασιν ἐστεφανωμένον τὸ ὑπὸ ζυγόν, τό γε ἧκον εἰς ἀνθρωπότητος μέτρον, καὶ ἐν ὑπερτάταις ὑπεροχαῖς τὸ ταπεινόν. Γέγονε γὰρ ἄνθρωπος ὁ Μονογενής, οὐχ ἵνα τοῖς τῆς κενώσεως ἐναπομείνῃ μέτροις, ἀλλ' ἵνα λαβὼν σὺν αὐτῇ τὰ αὐτῆς, Θεὸς ὢν φύσει, καὶ οὕτω γνωρίζηται, καὶ τὴν τοῦ ἀνθρώπου κατασεμνύνῃ φύσιν ἐφ' ἑαυτῷ, μέτοχον αὐτὴν ἀποφήνας ἱερῶν καὶ θείων ἀξιωμάτων. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους δόξαν ὀνομάζοντας τοῦ Θεοῦ καὶ Πατρός, καὶ μέντοι καὶ βασιλέα, καὶ προσέτι Κύριον τὸν Υἱὸν καὶ ὅτε γέγονεν ἄνθρωπος. Ἡσαΐας μὲν γὰρ ὧδέ πή φησιν· Ὃν τρόπον ἐὰν ἄνθρωπος καλαμᾶται ἐλαίαν, οὕτω καλαμήσονται αὐτούς, καὶ ἐὰν παύσηται ὁ τρυγητός, οὗτοι φωνῇ βοήσονται. Οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ Κυρίου. Καὶ πάλιν ἕτερος τῶν ἁγίων· Φωτίζου, φησίν, Ἰερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Ἰδοὺ σκότος καὶ γνόφος καλύψει γῆν, ἐπὶ δὲ σὲ φανήσεται Κύριος, καὶ ἡ δόξα ἐπὶ σὲ ὀφθήσεται. Ἰάκωβός γε μὴν ὁ αὐτοῦ μαθητής· Ἀδελφοί, φησί, μὴ ἐν προσωποληψίαις ἔχετε τὴν πίστιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης. Πέτρος δὲ αὖ ὁ θεσπέσιος· Εἰ ὀνειδίζεσθε ἐν Χριστῷ, μακάριοί ἐστε ὅτι τῆς δόξης καὶ τὸ τοῦ Θεοῦ Πνεῦμα ἐφ' ὑμᾶς ἀναπέπαυται. 754 {Β} Ἅλις μὲν δὴ τῶν τοιούτων ἡμῖν, ὦ γενναῖε. Φράζε δὲ ὅπως πρὸς ἡμῶν νοεῖσθαι πρέπει τὸ περὶ Χριστοῦ γεγραμ μένον· Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν, καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας ἀκαταλύτου. Προσεποίσω δὲ κἀκεῖνο οἷς ἔφην, τὸ Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Ἀπεοικότα γὰρ εἶναί φασι τὰ τοιάδε τῷ Θεῷ Λόγῳ, καὶ ἡττῆσθαι πολὺ τῆς ἐνούσης ὑπεροχῆς αὐτῷ [φαίην ἄν]. {Α} Ἴσημι καὶ αὐτὸς ἐγὼ μὴ ἂν ἁρμόσαι ταυτὶ τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ, ἐξωσθέντος τοῦ τρόπου τῆς οἰκονομίας, καὶ οὐκ εἰσδεχθέντος πρὸς ἡμῶν τοῦ ὅτι Γέγονε σάρξ κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ πρὸς τοῦτο διερηρείσμεθα, καὶ τὸ ἐνδοιάζειν ὅλως δυσσεβείας ἔχει γραφήν, φέρε τῆς οἰκονομίας τὸ βάθος, ὡς ἔνι, κατασκεψώμεθα. Ἐπέφανε τοίνυν ἡμῖν ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, κατὰ μυρίους ὅσους ὀνήσων τρόπους τὰ ἀνθρώπινα, καὶ καταδείξων εὖ μάλα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἀποκομίζουσαν τρίβον. Ἦν οὖν ἀναγκαῖον ἀναμαθεῖν, πειρασμοῦ καταθέοντος καὶ τοὺς τῆς εἰς Θεὸν ἀγάπης ἕνεκα κινδυνεύοντας, ὁποίους τινὰς εἶναι χρὴ τοὺς τὴν εὐκλεᾶ καὶ ἐξαίρετον πολιτείαν καὶ ζωὴν κατορθοῦν ᾑρημένους, πότερα μεθιεμένους καὶ ἀναπίπτοντας εἰς τὸ ῥᾴθυμον, καὶ οὐκ ἐν καιρῷ τρυφῶντας καὶ εὐρυνομένους εἰς εὐθυμίαν ἢ συντεινομένους εἰς λιτάς, καὶ δεδακρυμένους ὁρᾶσθαι τῷ σώζοντι, καὶ τὴν παρ' αὐτοῦ διψῶντας ἐπικουρίαν καὶ μέντοι καὶ εὐανδρίαν, εἴπερ ἕλοιτο καὶ παθεῖν ἡμᾶς. Ἔδει τε πρὸς τούτοις εἰδέναι χρησίμως ὅποι ποτὲ ἄρα τὸ τῆς ὑπακοῆς διέξεισι πέρας, καὶ διὰ ποίων ἔρχεται γερῶν, ὅσος τε καὶ οἷος τῆς ὑπομονῆς ὁ μισθός. Γέγονε τοίνυν ὑποτύπωσις τῶν τοιούτων ἡμῖν ὁ Χριστός, καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων ὁ θεσπέσιος Πέτρος· Ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομένετε; Ἀλλ' εἰ ἀγαθοποιοῦντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεοῦ, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Οὐκοῦν, οὐ γυμνὸς ὢν ἔτι καὶ τῶν τῆς κενώσεως 755 ἀμέτοχος μέτρων ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ' ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ γέγονεν ἡμῖν ὑπογραμμός, ἅτε καὶ ἀνεπιπλήκτως ἐξὸν αὐτῷ τοῖς τῆς ἀνθρωπότητος χρῆσθαι μέτροις, καὶ ἀνατεῖναι λιτήν, καὶ καταστάξαι δάκρυον, καὶ δοκεῖν ἤδη πως καὶ δεῖσθαι τοῦ σώζοντος, καὶ μανθάνειν τὴν ὑπακοήν, καίπερ ὄντα Υἱόν. Κατατέθηπε γὰρ ὥσπερ τὸ μυστήριον ὁ πνευματοφόρος, ὅτι φύσει τε καὶ ἀληθῶς ὑπάρχων Υἱός, καὶ τοῖς τῆς θεότητος αὐχήμασιν ἐμπρεπής, καθῆκεν ἑαυτὸν εἰς ταπείνωσιν, ὡς τῆς ἀνθρωπίνης πτωχείας ὑπελθεῖν τὸ σμικροπρεπές. Ἀλλ' ἦν εἰς ἡμᾶς, ὡς ἔφην, ὁ τοῦ πράγματος τύπος καλὸς καὶ ὀνησιφόρος· ὡς τό τοι μὴ χρῆναι διᾴττειν ἡμᾶς εἰς ἑτέραν ὁδόν, καιροῦ καλοῦντος εἰς εὐανδρίαν, ἀναμάθοι τις ἂν ἐντεῦθεν, καὶ ῥᾷστά γε δή. Καὶ γοῦν ἔφη Χριστός ποτε μὲν ὅτι Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ· ποτὲ δὲ αὖ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Τὸ δὲ δεῖν οἴεσθαι κατακολουθεῖν αὐτῷ, τί ἂν ἕτερον εἴη παρά γε τὸ χρῆναι κατανδρίζεσθαι πειρασμῶν, μετὰ τοῦ τὴν ἄνωθεν ἐπικουρίαν αἰτεῖν οὐκ ἀτημελῶς τε καὶ παρειμένως, κεχρημένους δὲ μᾶλλον λιταῖς ταῖς ἐκτενεστάταις, καὶ καθιέντας [ὀμμάτων] τὸ ἐξ εὐλαβείας δάκρυον; {Β} Εὖ ἔφης. {Α} Εἰ δὲ δὴ λέγοι· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; ἂν ἄρα συνεῖεν αὐτοί; {Β} Οἰηθεῖεν ἄν, ὥς γε οἶμαί που, τοῦ ἀναληφθέντος ἀνθρώπου τὰς τοιαύτας εἶναι φωνάς. {Α} Ἀκηδιῶντος ἄρα, καὶ ἥκιστα μὲν οἰστήν, δυσφόρητον δὲ ποιουμένου τοῦ πειρασμοῦ τὴν ἔφοδον, ἢ πῶς; {Β} Ἀλύοντος, ὡς εἰκός, ἐξ ἀνθρωπίνης μικροψυχίας. Ἐπεὶ καὶ τοῖς ἁγίοις ἔφασκε μαθηταῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου, προσέπιπτε δὲ καὶ αὐτῷ τῷ Πατρὶ λέγων· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. {Α} Καὶ μὴν τοῦτό γέ ἐστιν ἕτερον οὐδὲν ἢ ὅπερ ἐλέγομεν ἀρτίως· Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας. Εἰ δὲ δή τις οἴεται μικροψυχίας εἰς τοῦτο καθικέσθαι Χριστόν, λελυπῆσθαι δὲ καὶ ἀδημονεῖν ἀφορήτως ἔχοντα 756 πρὸς τὸ παθεῖν, δέει νενικημένον καὶ ἀσθενείᾳ κεκρατημένον, γράφεται μὲν ὁμολογουμένως αὐτὸν ὡς οὐκ ὄντα Θεόν, εἰκῇ δέ, ὡς ἔοικεν, ἀποφήνειεν ἂν ἐπιτιμῶντα τῷ Πέτρῳ. {Β} Πῶς δὴ φής; {Α} Ἔφη μὲν γὰρ ὁ Χριστός· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἰεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ σταυρώσουσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Ὁ δέ, ἐπείτοι φιλόθεος ἦν· Ἵλεώς σοι, Κύριε, φησίν, οὐ μὴ ἔσται σοι τοῦτο. Καὶ τί πρὸς αὐτὸν ὁ Χριστός; Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μοι εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Καίτοι πῶς ἡμάρτανε τοῦ εἰκότος ὁ μαθητής, ἀποφέρεσθαι θέλων τοῦ διδασκάλου τὸν πειρασμόν, εἰ δύσοιστος ἦν αὐτῷ, καὶ ἥκιστα μὲν φορητός, καθιεὶς δὲ μᾶλλον ἐπὶ τὸ ἄναλκι καὶ συνθραύειν ἱκανὸν τὸν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπισκήπτοντα τῶν τοῦ θανάτου δειμάτων κατευμεγεθεῖν, καὶ παρ' οὐδὲν ἡγεῖσθαι τὸ παθεῖν, ἔστ' ἂν ἀνύηται πρὸς αὐτῶν τὸ Θεῷ δοκοῦν; Θαυμάζω δὲ ὅτι συνῆφθαι λέγοντες αὐτὸν τῷ Μονογενεῖ, καὶ τῶν θείων ἀξιωμάτων ἀποφαίνοντες κοινωνὸν, τῶν τοῦ θανάτου δειμάτων ῥίπτουσι κατόπιν, ἵν' ὁρῷτο καθ' ἡμᾶς, γυμνὸς δηλονότι καὶ ὡς ἀπὸ τῶν θείων ἀξιωμάτων κεκερδακὼς οὐδέν. {Β} Ὁποῖος οὖν ἄρα ἐστὶ τῆς ἔν γε τούτοις οἰκονομίας ὁ λόγος; {Α} Μυστικὸς† οτι† καὶ βαθὺς καὶ τεθαυμασμένος παρά γε τοῖς εἰδόσιν ὀρθῶς τὸ Χριστοῦ μυστήριον. Ἄθρει γάρ μοι τοὺς τῇ κενώσει πρέποντας λόγους, καὶ τοῖς τῆς ἀνθρωπότητος μέτροις οὐκ ἀπεοικότας, ὡς ἐν καιρῷ καὶ χρείᾳ γεγενημένους, ἵνα φανῆται πανταχοῦ καθ' ἡμᾶς γεγονὼς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν. Ἕψεται δὲ τούτῳ κἀκεῖνο δὴ αὖ. {Β} Τὸ ποῖόν τι φής; {Α} Ἐπειδὴ γὰρ γεγόναμεν ἐπάρατοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, πεπτώκαμεν δὲ καὶ ὑπὸ θανάτου πάγην, ἐγκαταλειφθέντες ὑπὸ Θεοῦ, πάντα δὲ γέγονεν ἐν Χριστῷ καινά, καὶ ἀναφοίτησις τῶν καθ' ἡμᾶς εἰς τὸ ἐν ἀρχαῖς, ἐχρῆν ἀναγκαίως τὸν δεύτερον Ἀδάμ, τὸν ἐξ οὐρανοῦ, τὸν ἁπάσης ἁμαρτίας κρείττονα, τὴν πάναγνον καὶ ἀβέβηλον ἀπαρχὴν τοῦ γένους δευτέραν, τουτέστι Χριστόν, ἀπαλλάξαι τῆς δίκης τὴν ἀνθρώπου φύσιν, καὶ καλέσαι πάλιν ἐπ' αὐτῇ τὴν ἄνωθεν καὶ παρὰ Πατρὸς εὐμένειαν, λῦσαί τε τὴν ἐγκατάλειψιν διὰ τῆς ὑπακοῆς καὶ τῆς εἰσάπαν ὑποταγῆς. Οὐ γὰρ ἐποίησεν ἁμαρτίαν, πεπλούτηκε δὲ τὸ ἀμώμητον 757 ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ, καὶ τὸ ἀνεπίπληκτον παντελῶς, ἵνα δύνηται λοιπὸν ἐκ παρρησίας ἀναβοᾶν· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Ἐννόει γὰρ ὅτι γεγονὼς ἄνθρωπος ὁ Μονογενής, ὡς εἷς ἐξ ἡμῶν καὶ ὑπὲρ ἁπάσης τῆς φύσεως τὰς τοιαύτας ἠφίει φωνάς, μονονουχὶ λέγων· Πεπλημμέληκεν ὁ πρῶτος ἄνθρωπος, παρώλισθεν εἰς παρακοήν, κατημέλησε τῆς δοθείσης ἐντολῆς, τοῖς τοῦ δράκοντος φενακισμοῖς εἰς τὸ ἐξήνιον συνηρπάζετο· ταύτῃτοι, καὶ μάλα εἰκότως, ὑπενήνεκται τῇ φθορᾷ καὶ γέγονεν ὑπὸ δίκην. Ἀλλ' ἐμὲ δευτέραν ἐφύτευσας ἀρχὴν τοῖς ἐπὶ τῆς γῆς, κεχρημάτικα δὲ δεύτερος Ἀδάμ. Ἐν ἐμοὶ κεκαθαρμένην ὁρᾷς τὴν ἀνθρώπου φύσιν, κατορθώσασαν τὸ ἀπλημμελές, ἁγίαν καὶ πάναγνον. Δίδου λοιπὸν τὰ ἐξ ἡμερότητος ἀγαθά, λύε τὴν ἐγκατάλειψιν, ἐπιτίμησον τῇ φθορᾷ, καὶ πέρας ἐχέτω τὰ ἐξ ὀργῆς. Νενίκηκα καὶ αὐτὸν τὸν πάλαι κρατήσαντα Σατανᾶν. Εὗρε γὰρ ἐν ἐμοὶ τῶν ἑαυτοῦ παντελῶς οὐδέν. Τοιοῦτος μὲν οὖν, ὥς γε οἶμαι, τῶν τοῦ Σωτῆρος λόγων ὁ νοῦς. Ἐκάλει γὰρ οὐκ ἐφ' ἑαυτὸν μᾶλλον, ἀλλ' ἐφ' ἡμᾶς αὐτοὺς τὴν παρὰ Πατρὸς εὐμένειαν. Ὥσπερ γὰρ εἰς ὅλην τὴν ἀνθρώπου φύσιν, καθάπερ ἐκ ῥίζης τῆς πρώτης, φημὶ τοῦ Ἀδάμ, διέβη τὰ ἐξ ὀργῆςβεβασίλευκε γὰρ ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ οὕτω καὶ τὰ ἐκ τῆς δευτέρας ἡμῶν ἀπαρχῆς, τουτέστι Χριστοῦ, πάλιν εἰς ἅπαν τὸ ἀνθρώπινον διαβήσεται γένος, καὶ πιστώσεται λέγων ὁ πάνσοφος Παῦλος· Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον τῷ τοῦ ἑνὸς δικαιώματι οἱ πολλοὶ ζήσονται. Καὶ πάλιν· Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. {Β} Ἄσοφον οὖν ἄρα καὶ ἀπᾷδον παντελῶς τοῖς ἱεροῖς Γράμμασι τὸ οἴεσθαί τε καὶ λέγειν τὸν ἀναληφθέντα ἄνθρωπον ὡς ἐγκαταλειφθέντα ὑπὸ τοῦ συναφθέντος αὐτῷ Λόγου ταῖς ἀνθρωπίναις χρήσασθαι φωναῖς. {Α} Δυσσεβὲς μὲν οὖν, ὦ ἑταῖρε, καὶ τῆς εἰς λῆξιν ἐμβροντησίας ἀπόδειξις [εἴη ἂν καὶ μάλα σαφὴς τουτὶ] οὐκ ἀπεοικός γε μὴν τοῖς μὴ φρονεῖν εὖ ἐγνωκόσιν. Ἐπειδὴ γὰρ διιστᾶσί τε καὶ διορίζουσι πανταχῆ καὶ φωνὰς καὶ πράγματα, καὶ τὰς μὲν μόνῳ καὶ ἰδικῶς ἐκνενεμήκασι τῷ Μονογενεῖ, τὰς δὲ ὡς ἑτέρῳ παρ' αὐτὸν Υἱῷ τε καὶ ἐκ γυναικός, ταύτῃτοι 758 διημαρτήκασι τῆς εἰς εὐθύ τε καὶ ἀπλανεστάτης ὁδοῦ καὶ τοῦ εἰδέναι σαφῶς τὸ Χριστοῦ μυστήριον. {Β} Οὐ διαιρετέον οὖν ἄρα φωνὰς ἢ πράγματα, παροισ θέντων εἰς μέσον τῶν εὐαγγελικῶν καὶ ἀποστολικῶν κηρυγμάτων; {Α} Οὐμενοῦν, τό γε ἧκον εἰς πρόσωπα δύο καὶ ὑποστάσεις δύο διῃρημένας ἀλλήλων, καὶ ἀποφοιτώσας εἰσάπαν εἰς τὸ ἰδικῶς τε καὶ ἀναμέρος. Ἑνὸς γὰρ ὄντος Υἱοῦ τοῦ δι' ἡμᾶς ἐνανθρωπήσαντος Λόγου, φαίην ἂν εἶναι πάντα αὐτοῦ, λόγους τε καὶ πράγματα, τά τε θεοπρεπῆ καὶ προσέτι τὰ ἀνθρώπινα. {Β} Οὐκοῦν, κἂν εἰ ἐκ τῆς ὁδοιπορίας κοπιάσαι λέγοιτο, πεινῆσαί τε καὶ ὕπνου μεταλαχεῖν, πρέποι ἄν, εἰπέ μοι, προσνεῖμαι τῷ Θεῷ Λόγῳ τὰ οὕτω σμικρὰ καὶ κατερριμμένα; {Α} Γυμνῷ μὲν ἔτι καὶ οὔπω σεσαρκωμένῳ, καὶ πρὶν καθικέσθαι πρὸς κένωσιν, πρέποι ἂν ἥκιστά γε, φρονεῖς γὰρ ὀρθῶς. Ἐνανθρωπήσαντι δὲ καὶ κεκενωμένῳ ὁποῖον ἄρα προστρῖψαι βλάβος τὸ χρῆμα αὐτῷ; Ὥσπερ γὰρ ἰδίαν αὐτοῦ τὴν σάρκα γενέσθαι φαμέν, οὕτω πάλιν αὐτοῦ κατ' οἰκείωσιν οἰκονομικὴν καὶ κατά γε τὸν τῆς τρόπον, τὰς τῆς σαρκὸς ἀσθενείας. Ὡμοιώθη γὰρ κατὰ πάντα τοῖς ἀδελφοῖς, δίχα μόνης ἁμαρτίας. Καὶ μή τοι θαυμάσῃς εἰ τὰς τῆς σαρκὸς ἀσθενείας οἰκειοῦσθαί φαμεν αὐτὸν μετὰ τῆς σαρκός, ὅθεν καὶ τὰς θύραθεν παροινίας, τὰς ἀπό γε τῆς τῶν Ἰουδαίων σκαιότητος ἐπενεχθείσας αὐτῷ, πάλιν ἑαυτῷ προσνενέμηκε, λέγων διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ πάλιν· Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. {Β} Οὐκοῦν, κἂν εἰ λέγοι τυχόν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, εἶτα πρὸς Ἰουδαίους· Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἢν ἤκουσα παρὰ τοῦ Θεοῦ; ἑνὸς εἶναι δώσομεν καὶ τοῦ αὐτοῦ ταύτας τε κἀκείνας τὰς φωνάς; {Α} Πάνυ μὲν οὖν. Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστός, εἷς δὲ καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς πρὸς ἁπάντων εἶναι πιστεύεται τῶν προσκυνούντων αὐτόν. Ἡ γὰρ εἰκὼν τοῦ ἀοράτου Θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης τῆς ὑποστάσεως τοῦ Πατρός, ὁ τῆς οὐσίας αὐτοῦ χαρακτήρ, ἔλαβε δούλου μορφήν, οὐ ὡς ἄνθρωπον ἑαυτῷ συνάψας, καθά φασιν, ἐν αὐτῇ δὲ μᾶλλον αὐτὸς γεγονώς, μεμενηκὼς δὲ καὶ οὕτως ἐν 759 ὁμοιώσει τῇ πρὸς Θεὸν καὶ Πατέρα. Γέγραφε γοῦν ὁ πάνσοφος Παῦλος· Ὅτι ὁ Θεός, ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπῳ Χριστοῦ Ἰησοῦ. Ἄθρει γὰρ ὅπως ἐν προσώπῳ Χριστοῦ τῆς θείας τε καὶ ἀπορρήτου δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὁ φωτισμὸς ἀναλάμπει. Δείκνυσι γὰρ ἐν αὐτῷ τὴν τοῦ Πατρὸς δόξαν, καίτοι γεγονὼς ἄνθρωπος ὁ Μονογενής. Μόνον γὰρ οὕτως καὶ οὐχ ἑτέρως Χριστὸς νοεῖται καὶ ὀνομάζεται. Ἢ γοῦν διδασκόντων ἡμᾶς οἱ διεναντίας τίνα τρόπον κατίδοι τις ἂν ὡς ἐν ἀνθρώπῳ κοινῷ τῆς θείας δόξης τὸν φωτισμόν, ἢ γοῦν τὴν ἐπίγνωσιν. Οὐ γὰρ ἐν ἀνθρώπου μορφῇ Θεὸν ὀψόμεθα, πλὴν ἐν μόνῳ τῷ καθ' ἡμᾶς γεγονότι καὶ ἐνανθρωπήσαντι Λόγῳ, μεμενηκότι δὲ καὶ οὕτω φύσει τε καὶ ἀληθῶς Υἱῷ, παραδόξως ἦν καὶ τοῦτο ἰδεῖν, καθὸ νοεῖται Θεός. Καὶ γοῦν ὁ τῶν αὐτοῦ μυστηρίων ταμίας, Χριστὸν Ἰησοῦν ὀνομάσας αὐτόν, ὡς καθ' ἡμᾶς γεγονότα καὶ σεσαρκωμένον, οἶδεν ὄντα μετὰ φύσει τε καὶ ἀληθείᾳ Θεόν. Γράφει γὰρ ὡδί· Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν, τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Προφητεύει δὲ καὶ Ζαχαρίας τῷ οἰκείῳ παιδί, φημὶ δὴ τῷ Βαπτιστῇ· Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι λαὸν αὐτῷ. Εἶτα τὸν Ὕψιστόν τε καὶ Κύριον ὁ θεσπέσιος Βαπτιστὴς κατεδείκνυ λέγων· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Ἆρ' οὖν ἐνδοιάσαι θέμις ὡς εἷς καὶ μόνος καὶ ἀληθῶς Υἱὸς εἴη ἂν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός, καὶ οὐκ ἀψύχου μᾶλλον κατά τινας, ὡς ἔφην, ἐψυχωμένης δὲ νοερῶς, καὶ ἓν σὺν αὐτῇ πρόσωπον πανταχῇ; {Β} Ἐνδοιάσαιμι μὲν ἥκιστά γε. Εἷς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα. Πλὴν εἰ λέγοιτο προκόπτειν Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τίς ὁ ἐν τούτοις γεγονώς ἐστι; Πλήρης γὰρ ὢν καὶ αὐτοτελὴς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὁποίαν ἂν λάβοι, καὶ εἰς τί τὴν ἐπίδοσιν, ἤτοι τὴν προκοπήν; Σοφία δὲ ὢν αὐτός, οὐκ ἂν λέγοιτο σοφίας δεκτικός†....† Ζητητέον οὖν ἄρα, φασί, περὶ ὃν ἂν γένοιτο ταυτί.

Intertext edge

Open linked passage

Note