Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quod unus sit Christus ok
Cyril of Alexandriaok 760 · pg-scrape-grcMore by Cyril of Alexandria
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria"> —
⋯
More
Original / primary: Pg Scrape Grc
760.1
{Α} Ἕτερον οὖν, ὡς ἔοικεν, εἰσκομιστέον Υἱὸν καὶ Κύριον, διὰ τὸ μὴ δύνασθαί τινας καθικνεῖσθαι τοῦ βάθους τῶν ἱερῶν Γραμμάτων. Ὁ γάρ τοι σοφὸς εὐαγγελιστής, σάρκα γεγονότα προεισενεγκὼν τὸν Λόγον, δείκνυσιν αὐτὸν οἰκονομικῶς ἐφέντα τῇ ἰδίᾳ σαρκὶ διὰ τῶν τῆς ἰδίας φύσεως ἰέναι νόμων. Ἀνθρωπότητος δὲ τὸ προκόπτειν ἐστὶν ἡλικίᾳ τε καὶ σοφίᾳ, φαίην δ' ἂν ὅτι καὶ χάριτι, συναναπηδώσης τρόπον τινὰ τοῖς τοῦ σώματος μέτροις καὶ τῆς ἐν ἑκάστῳ συνέσεως. Ἑτέρα μὲν γὰρ ἐν νηπίοις, ἑτέρα δὲ αὖ ἐν τοῖς ἤδη παισί, καὶ ὑπὲρ τοῦτο ἔτι. Ἦν μὲν γὰρ οὐκ ἀδύνατον, ἢ γοῦν ἀνέφικτον, ὡς Θεῷ τῷ ἐκ Πατρὸς φύντι Λόγῳ, τὸ ἑνωθὲν αὐτῷ σῶμα καὶ ἐξ αὐτῶν σπαργάνων ἆραί τε ὑψοῦ καὶ εἰς μέτρον ἡλικίας τῆς ἀρτίως ἐχούσης ἀνενεγκεῖν. Φαίνη δ' ἂν ὅτι καὶ ἐν νηπίῳ σοφίαν ἐκφῆναι τεθαυμασμένην ῥᾴδιόν τε καὶ εὐήλατον ἦν αὐτῷ. Ἀλλ' ἦν τὸ χρῆμα τερατοποιίας οὐ μακράν, καὶ τοῖς τῆς οἰκονομίας λόγοις ἀνάρμοστον. Ἐτελεῖτο γὰρ ἀψοφητὶ τὸ μυστήριον. Ἠφίει δὴ οὖν οἰκονομικῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις ἐφ' ἑαυτῷ τὸ κρατεῖν. Τετάξεται γὰρ ἐν μοίρᾳ καὶ τοῦτο τῆς πρὸς ἡμᾶς ὁμοιώσεως, οἷς κατὰ βραχὺ πρὸς τὸ μεῖζον ἡ πρόοδος, αἴροντος ἡμᾶς καιροῦ πρὸς ἐπίδοσιν ἡλικίας καὶ οὐκ ἀναρμόστου φρονήσεως. Οὐκοῦν, παντέλειος μὲν καὶ ἀπροσδεὴς παντὸς ὁτουοῦν, καὶ γοῦν αὐξήσεως, ὡς Θεός, ὁ ἐκ Πατρὸς Λόγος. Οἰκειοῦταί γε μὴν τὰ ἡμῶν, ἐπεί τοι γέγονε καθ' ἡμᾶς, ἀλλ' ἴσμεν ὄντα αὐτὸν καὶ οὕτως ὑπὲρ ἡμᾶς ὡς Θεόν. Τολμᾷ γοῦν ὁ Παῦλος, καίπερ εἰδὼς ὅτι γέγονε σάρξ, ταῖς τῆς θεότητος ὑπεροχαῖς ἐνορῶν, ἔσθ' ὅτε, οὐδὲ ἄνθρωπον αὐτὸν εἶναι ἐνιαχοῦ λέγειν· ἐπιστέλλει γοῦν τοῖς ἐκ Γαλατίας· Παῦλος ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ. Καὶ μὴν καὶ ἑτέρωθι· Γνωρίζω δὲ ὑμῖν τὸ Εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον. Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. {Β} Ἐφαρμοστέον οὖν ἄρα αὐτῷ καὶ τὸ λέγεσθαι προκόπτειν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι, καθάπερ ἀμέλει καὶ τὸ πεινῆν καὶ μέντοι καὶ κοπιᾶν, καὶ τὰ τούτοις ἐοικότα; Καὶ τάχα που, κἂν εἰ λέγοιτο παθεῖν, ἐζωοποιῆσθαί τε παρὰ τοῦ Πατρός, αὐτῷ προσνεμοῦμεν καὶ ταῦτα. 761 {Α} Αὐτοῦ γὰρ εἶναί φαμεν κατ' οἰκείωσιν οἰκονομικὴν τὰ ἀνθρώπινα, καὶ μετὰ τῆς σαρκὸς τὰ αὐτῆς, ἐπεὶ μὴ ἕτερος νοεῖται πρὸς ἡμῶν παρ' αὐτὸν Υἱός, ἀλλ' αὐτὸς Κύριος σέσωκεν ἡμᾶς, τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ ἴδιον αἷμα δούς. Ἠγοράσθημεν γὰρ τιμῆς οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προσκομίσαντος ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Καὶ πρός γε τοῦτο ἡμᾶς πιστώσεται γεγραφὼς ὁ νομομαθέστατος Παῦλος· Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ ὡς τέκνα ἀγαπητά, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ἐπειδὴ δὲ γέγονεν ὑπὲρ ἡμῶν εὐωδία Χριστός, καταδείξας ἐν ἑαυτῷ τὸ ἀπλημμελὲς ἔχουσαν τὴν ἀνθρώπου φύσιν, παρρησίαν ἐσχήκαμεν δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν. Γέγραπται γὰρ ὅτι Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ. Σύνες οὖν ὅπως αὐτοῦ τὸ αἷμα καὶ αὐτοῦ τὴν σάρκα φησίν, ἣν καὶ καταπέτασμα καλεῖ, καὶ μάλα εἰκότως, ἵνα ὅπερ ἐν τῷ ναῷ τὸ ἱερὸν εἰργάζετο καταπέτασμα, κατακρύπτον εὖ μάλα τὰ Ἅγια τῶν ἁγίων, τοιοῦτόν τι νοοῖτο δρᾶν καὶ ἡ τοῦ Κυρίου σάρξ, οὐκ ἐφεῖσα τρόπον τινὰ γυμνῶς καὶ ἀκρύπτως ὁρᾶσθαι πρός τινος τὴν ὑπερφυᾶ καὶ ἐξαίρετον ὑπεροχήν τε καὶ δόξαν τοῦ ἑνωθέντος αὐτῇ Θεοῦ Λόγου. Καὶ γοῦν οἱ μὲν Ἠλίαν ἢ ἕνα τῶνπροφητῶν ἐτόπασαν εἶναι Χριστόν. Ἰουδαῖοί γε μήν, οὐ συνέντες ὅλως τὸ ἐπ' αὐτῷ μυστήριον, κατακερτομοῦντες ἔφασκον· Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Πῶς νῦν λέγει Ὅτι ἐκ τοῦ οὐρανοῦ καταβέβηκα; Ἀόρατον μὲν γὰρ τῇ φύσει τὸ θεῖον. Ὤφθη γε μὴν τοῖς ἐπὶ τῆς γῆς ἐν εἴδει τῷ καθ' ἡμᾶς ὁ κατὰ φύσιν ἰδίαν οὐχ ὁρατός, καὶ ἐπέφανεν ἡμῖν Θεὸς ὢν Κύριος. Καὶ τοῦτο, οἶμαι, διδάσκει λέγων ὁ θεσπέσιος Δαυείδ· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. {Β} Φρονεῖς μὲν ὀρθῶς. Ἐκεῖνοί γε μὴν οὐχ ὧδε ταῦτ' ἔχειν διατείνονται, πολλοῦ γε καὶ δεῖ. Κατ' οὐδένα γὰρ 762 τρόπον τὸ ἐπὶ τῷ σταυρῷ πάθος ἀξιοῦσι προσνέμειν τῷ ἐκ Θεοῦ φύντι Λόγῳ, παρασκευάσαι δὲ μᾶλλον φασὶν αὐτὸν τὸν συναφθέντα αὐτῷ κατ' ἰσοτιμίαν ἄνθρωπον τὰς ἐκ τῶν Ἰουδαίων ὑποστῆναι παροινίας, καὶ τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καὶ μὴν καὶ αὐτὸν τὸν θάνατον, καὶ αὐτὸν γενέσθαι τῆς σωτηρίας ἡμῶν ἀρχηγόν, τῇ τοῦ συνόντος αὐτῷ Λόγου δυνάμει παλινδρομήσαντα πρὸς ζωήν, καὶ τὸ τοῦ θανάτου καταργήσαντα κράτος. {Α} Ἆρα οὖν ἔχοιεν ἐξ ἱερῶν Γραμμάτων τὸν ἐπὶ τούτοις ἡμῖν ἀληθῆ παραστῆσαι λόγον; Ἢ καινοτομοῦσι τὴν πίστιν, τὰ ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, κατὰ τὸ γεγραμμένον, ἢ τάχα που οὐκ εἰδότες λέγειν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. {Β} Ναί, φασίν. Ἐμπεδοῖ γὰρ πρὸς τοῦτο ἡμᾶς ὁ πάνσοφος Παῦλος ὡδὶ γεγραφώς· Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Ὁ γάρ τοι, φασίν, ἐν ᾧ τὰ πάντα καὶ δι' οὗ τὰ πάντα εἴη ἂν ἕτερος οὐδεὶς παρά γε τὸν ἐκ Θεοῦ φύντα Λόγον. Αὐτὸς τοιγαροῦν ἐτελείωσε διὰ παθημάτων τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, τουτέστι τὸν ἐκ σπέρματος τοῦ Δαυείδ. {Α} Λελυτρώμεθα οὖν παρὰ Θεοῦ μὲν οὐκ ἔτιπῶς γὰρ ἢ πόθεν; ἀλλοτρίῳ δὲ μᾶλλον αἵματι. Καὶ τέθνηκέ τις ὑπὲρ ἡμῶν ὑποβολιμαῖος ἄνθρωπος καὶ υἱὸς ψευδώνυμος. Καὶ τὸ σεπτὸν καὶ μέγα τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς μυστήριον ὕθλος ἦν ἄρα καὶ φενακισμός, καὶ οὔτε γέγονεν ἄνθρωπος. Ἐπιγαψόμεθα δὲ Σωτῆρα καὶ Λυτρωτὴν ἥκιστα μὲν αὐτόν, ἐκεῖνον δὲ μᾶλλον ὃς τὸ ἴδιον αἷμα δέδωκεν ὑπὲρ ἡμῶν. Καίτοι γέγραφέ τισιν ὁ ἱερώτατος Παῦλος· Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι, αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταῦτα. Οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Οὐδὲ ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ, ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου. Νυνὶ δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν τῆς ἁμαρτίας 763 διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. Οὐκοῦν, ὁ μὲν τύπος ἔχει τὸ ἐν αἵματι τῷ ἀλλοτρίῳ ποιεῖσθαι τὴν πρόσοδον, καὶ ἀποκαθαιρεῖσθαί τινας, τό γε μὴν ἀληθές, ἢ γοῦν ἡ ἀλήθεια, δέξεται πάντως που τὸ ἄμεινον, τουτέστι τὸ ἐν αἵματι τῷ ἰδίῳ τοῦτο δρᾶν εἰσελαύνοντα τὸν οὐκ εἰς πρόσκαιρόν τινα καὶ χειροποίητον σκηνὴν τὴν ὡς ἐν σκιᾷ καὶ τύποις, ἀλλ' εἰς τὴν ἄνω καὶ ἀληθῆ, τουτέστιν εἰς τὸν οὐρανόν. Ἀνάγκη γὰρ τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαιδῆλον δὲ ὅτι τοῖς τυπικοῖς τε καὶ ἀλλοτρίοιςαὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Ζητητέον οὖν ἄρα καὶ ἀναγκαίως ἐν Χριστῷ τὸ κρεῖττον ἢ κατὰ τοὺς τύπους, φημὶ δὲ τὸ ἀληθές, ὅπερ ἐστὶν ἐν αἵματι τῷ ἰδίῳ. {Β} Εὖ ἔφης. {Α} Ἐπειδὴ δὲ τὴν ἀποστολικὴν κατεξανιστᾶσι ῥῆσιν, ὡς ἐπ' ἀνθρώπου κοινοῦ προενηνεγμένην, φέρε λέγωμεν ἑλόντες ἀπ' ἀρχῆς τῶν γεγραμμένων μέχρι καταλήξεως τῆς ἀποχρώσης τῷ λόγῳ. Γέγραπται τοίνυν· Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Ἔπρεπε γὰρ αὐτῷ δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. Ὅ τε γὰρ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἰδοὺ γάρ, ἰδού, καὶ μάλα σαφῶς, ἠλαττῶσθαι λέγων αὐτὸν παρὰ τοὺς ἀγγέλους διὰ τὸ πάθημα τοῦ θανάτου, κατεστέφθαι γε μὴν δι' αὐτὸ τιμῇ τε καὶ δόξῃ, καθίστησιν ἐμφανῆ τὸν ἐφ' ᾧ ποιεῖται τοὺς λόγους, δῆλον δὲ ὅτι τὸν Μονογενῆ. Μετεσχηκέναι, γάρ φησιν αὐτόν, αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, καὶ οὐκ ἀγγέλων ἐπιλαβέσθαι μᾶλλον, ἀλλὰ σπέρματος Ἀβραάμ. Ἔπρεπε γὰρ τῷ Θεῷ καὶ Πατρί, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, καθιγμέ764 νον εἰς κένωσιν καὶ ἐνανθρωπήσαντα τὸν Υἱόν, ὡς τὴν τοῦ δούλου λαβόντα μορφήν, τελειῶσαι διὰ παθημάτων, τῆς ἁπάντων ζωῆς ἀντίλυτρον τὴν ἰδίαν αὐτῷ καθιεροῦντα σάρκα. Τέθυται γὰρ ὑπὲρ ἡμῶν ὁ Χριστός, τὸ ἄμωμον ἱερεῖον, καὶ μιᾷ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους, ἀναμορφῶν εἰς τὸ ἐν ἀρχαῖς τὴν ἀνθρώπου φύσιν. Πάντα γὰρ ἐν αὐτῷ καινά. Ὅτι γὰρ ὁ Θεὸς καὶ Πατὴρ δέδωκεν ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται γράφων ὁ [πάνσοφος] Παῦλος περὶ αὐτοῦ· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν ἁπάντων παρέδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Ἴδιον δέ φαμεν Υἱὸν τοῦ Θεοῦ τὸν ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα Λόγον. Δεδόσθαι γε μὴν ὑπὲρ ἡμῶν οὐ γυμνὸν ἔτι καὶ ἄσαρκον, ἀλλ' ὅτε γέγονε σάρξ. Καὶ τὸ λέγεσθαι παθεῖν ἀμώμητον ἦν αὐτῷ· πέπονθε γὰρ οὐ φύσει θεότητος, ἀλλ' ἰδίᾳ σαρκί. Ὁ γὰρ Θεὸς καὶ Πατήρ, καθάπερ ἔφην ἀρτίως· Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ σὺν αὐτῷ. {Β} Ἆρ' οὖν ἁμαρτίαν αὐτὸν γενέσθαι νοοῦμεν, ἢ ὅτι μᾶλλον ὡμοιώθη τοῖς ὑπὸ ἁμαρτίαν, ταύτῃτοι καὶ ἁμαρτία λέγεται; {Α} Ὀρθῶς ἔφης. Ὥσπερ οὖν Τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷδεδικαίωται γὰρ ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ, οὕτω τὸν οὐκ εἰδότα θάνατονζωὴ γάρ ἐστι καὶ ζωοποιὸς ὁ Λόγοςσαρκὶ παθεῖν παρεσκεύασεν, ἔξω μείναντα τοῦ παθεῖν, καθὸ νοεῖται Θεός, ἵνα ἡμεῖς ζήσωμεν δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ. Διὸ καὶ ὁμοίωμα θανάτου τὸ Χριστοῦ πάθος ὠνόμασται. Γέγραπται οὖν· Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. Ἔζη γὰρ ὁ Λόγος καὶ γευομένης θανάτου τῆς ἁγίας αὐτοῦ σαρκός, ἵν' ἡττηθέντος θανάτου καὶ πεπατημένης τῆς φθορᾶς, ἡ τῆς ἀναστάσεως δύναμις εἰς ἅπαν ἔρχηται τὸ ἀνθρώπινον γένος. Ἀληθὲς γὰρ ὅτι Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντεςἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Ἐπεὶ τίνα τρόπον ὀνῆσαί φαμεν τὴν ἀνθρώπου φύσιν τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς τὸ μυστήριον, εἰ μὴ Θεὸς ὢν ὁ Λόγος γέγονε σάρξ; Εἰ μὴ καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ καταπεφοίτηκεν ἐν τοῖς καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν; Εἰ μὴ σῶμα γέγονε 765 ζωῆς τὸ ὑπὸ φθοράν, ἵνα γένηται θανάτου πέρα καὶ φθορᾶς; {Β} Αὐτὸν οὖν ἄρα φαμὲν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον σαρκὶ παθεῖν δι' ἡμᾶς; {Α} Πάνυ μὲν οὖν, εἴπερ ἀληθὴς ὁ Παῦλος λέγων περὶ αὐτοῦ· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται. Καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. Ἰδοὺ γάρ, ἰδοὺ σαφῶς καὶ μάλα, τὴν εἰκόνα τοῦ ἀοράτου Θεοῦ, τὸν πρωτότοκον πάσης κτίσεως, ὁρατῆς τε καὶ ἀοράτου, δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, κεφαλὴν δεδόσθαι τῇ Ἐκκλησίᾳ φησίν, εἶναι δὲ καὶ ἐκ νεκρῶν πρωτότοκον. Οἰκειοῦται γάρ, ὡς ἔφην, τὰ τῆς ἑαυτοῦ σαρκός, καὶ Ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας. Οὐ γὰρ ἄνθρωπον ἁπλῶς, συναφείᾳ τῇ πρὸς αὐτὸν οὐκ οἶδ' ὅπως τετιμημένον, ὑπὲρ ἡμῶν δεδόσθαι φαμέν, ἀλλ' ἔστιν αὐτὸς ὁ τῆς δόξης Κύριος ὁ ἐσταυρωμένος. Εἰ γὰρ ἔγνωσαν, φησίν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Πέπονθε δὲ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν σαρκί, κατὰ τὰς Γραφάς, Ὁ κατὰ σάρκα ἐξ Ἰουδαίων, ὁ ὢν ἐπὶ πάντας Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Γέγραφε γὰρ ὡδὶ κῆρυξ καὶ ἀπόστολος ὢν καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν ὁ ἱερώτατος Παῦλος. Φράζε δέ μοι κἀκεῖνο πρὸς τούτοις, πῶς ἂν συνεῖεν τὸ εἰρημένον ὑπὸ Χριστοῦ πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα· Ὑμεῖς προσκυνεῖτε ὁ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὁ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί. Καίτοι σέσωκεν ἡμᾶς οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κυρίος, οὐκ ἀλλοτρίῳ θανάτῳ, καὶ ἀνθρώπου κοινοῦ μεσιτεύοντος, ἀλλ' αἵματι τῷ ἰδίῳ. Ταύτῃτοι, καὶ μάλα εἰκότως, ὁ πάνσοφος ἔφη Παῦλος· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας ἐν ᾧ ἡγιάσθη; Ἀλλ' εἴπερ ἐστὶν οὐκ ἐνανθρωπήσαντος μᾶλλον τοῦ κατὰ ἀλήθειαν Υἱοῦ τὸ τίμιον αἷμα, νόθου δέ τινος παρ' 766 αὐτὸν ἑτέρου, καὶ χάριτι τὴν υἱοθεσίαν ἔχοντος, πῶς οὐ κοινὸν εἶναί φασιν αὐτόν; Οὐκοῦν, κἂν εἰ λέγοιτο παθεῖν σαρκί, τηρεῖται καὶ οὕτω τὸ ἀπαθὲς αὐτῷ καθὸ νοεῖται Θεός. Τοιγάρτοι φησὶ καὶ ὁ θεσπέσιος Πέτρος· Ὅτι Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν περὶ ἡμῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ Θεῷ, θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι. Ἀνθότου γάρ, φαίη ἂν οἶμαί τις, οὐχ ἁπλῶς ἢ ἀδιορίστως ἔφη παθεῖν αὐτὸν ὁ πνευματοφόρος, προσεπήνεγκε δὲ τῇ σαρκί; Ἤδει γάρ, ᾔδει περὶ Θεοῦ λέγων. Τοιγάρτοι τὸ ἀπαθὲς προσνενέμηκεν αὐτῷ καθὸ νοεῖται Θεός, εὐτεχνέστατα προσενεγκὼν τῇ σαρκί, περὶ ἣν ἂν γένοιτο τὸ παθεῖν. {Β} Ἀλλ' ἐοικέναι φασὶ τερατολογίᾳ, καὶ ἀπονεῦσαι λίαν εἰς τὸ ἀπιθάνως ἔχον τὸ χρῆναι λέγειν τὸν αὐτὸν καὶ παθεῖν καὶ μὴ παθεῖν. Ἢ γὰρ ὅλως οὐ πέπονθεν ὡς Θεός, ἤ, εἰ πεπονθέναι λέγεται, πῶς ἂν εἴη Θεός; Οὐκοῦν, ὁ παθὼν νοοῖτ' ἂν μόνος ὁ ἐκ σπέρματος τοῦ Δαυείδ. {Α} Καίτοι πῶς οὐκ ἀδρανοῦς διανοίας ἔλεγχος εἴη ἄν, καὶ μάλα σαφής, τὸ ταυτὶ δὴ φάναι, καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν; Οὐ γὰρ κοινὸν ἄνθρωπον δέδωκεν ὑπὲρ ἡμῶν ὁ Θεὸς καὶ Πατήρ, ὡς ἐν μεσίτου τάξει παρειλημμένον, καὶ κατάπλαστον ἔχοντα τὴν τῆς υἱότητος δόξαν, καὶ σχετικῇ συναφείᾳ τετιμημένον, ἀλλ' ἐν εἴδει τῷ καθ' ἡμᾶς δι' ἡμᾶς γεγονότα τὸν ὑπὲρ πᾶσαν τὴν κτίσιν, τὸν ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα Λόγον, ἵνα καὶ ὁρῷτο τῆς ἁπάντων ζωῆς ἀντάξιος. Ἔστι δέ, οἶμαι, τῶν λίαν ἐκτοπωτάτων, σαρκὸς κατὰ τὰς Γραφὰς γεγονότος, ὡς ἔφην, τοῦ Μονογενοῦς, καὶ οὐκ ἀπαξιώσαντος τὴν οἰκονομίαν, μονονουχὶ καὶ ἐπιτιμᾶν αὐτῷ ὡς τῇ ἰδίᾳ δόξῃ μεμαχημένῳ, καὶ σαρκὶ παθεῖν παρὰ τὸ εἰκὸς ἑλομένῳ. Ἀλλ' ἦν, ὦ γενναῖε, τὸ χρῆμα σωτήριον τῷ κόσμῳ παντί. Ἐπειδὴ δὲ ἠθέλησε διὰ τοῦτο παθεῖν ὁ πέρα τοῦ δύνασθαι παθεῖν, διά τοι τὸ εἶναι φύσει Θεός, τὴν τοῦ παθεῖν δεκτικὴν ἠμπέσχετο σάρκα, καὶ ἰδίαν ἀπέφηνεν αὐτήν, ἵνα καὶ αὐτοῦ λέγοιτο τὸ παθεῖν, ὅτι μὴ τὸ ἑτέρου τινός, ἀλλὰ τὸ αὐτοῦ πέπονθε σῶμα. Οὐκοῦν, διδόντος τοῦ τρόπου τῆς οἰκονομίας ἀνεγκλήτως αὐτῷ καὶ τὸ σαρκὶ μὲν ἑλέσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖνἦν γὰρ Θεός τε ὁμοῦ καὶ ἄνθρωποςπεριττολογοῦσιν οἱ διεναντίας, καὶ τὴν τοῦ μυστηρίου δύναμιν ἀσυνετώτατα κιβδηλεύοντες, οἴονται τάχα που καὶ ἐπαίνου μεστὴν ποιεῖσθαι† την ενωσιν†. Ἐδόκει μὲν γάρ πως προστρίβεσθαί τινα μῶμον 767 αὐτῷ τὸ καὶ ὅλως ἑλέσθαι σαρκὶ παθεῖν, ἀλλ' ἦν ἑτέρως εὐκλεές. Ὅτι γάρ ἐστι θανάτου κρείττων καὶ φθορᾶς, ζωὴ καὶ ζωοποιὸς ὑπάρχων ὡς Θεός, μεμαρτύρηκεν ἡ ἀνάστασις· ἐγήγερκε γὰρ τὸν ἑαυτοῦ ναόν. Τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι. Καὶ πάλιν· Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστιν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησι, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Καὶ μὴν καὶ αὐτὸς ὁ Υἱός, μέλλων ἀναβαίνειν ἐπὶ τὸ σωτήριον πάθος· Νῦν ἐδοξάσθη, φησίν, ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν. Ἀνεβίω γὰρ σκυλεύσας τὸν ᾅδην, καὶ τοῦτο οὐκ εἰς μακράν, ἀλλ' οἷον εὐθὺς καὶ κατὰ πόδας τοῦ παθεῖν. {Β} Καίτοι φησὶν ὁ πάνσοφος Παῦλος· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ, ὃς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν. Καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ. Εἶτα πῶς αὐτὸν ἀσθενῆσαι φαίη τις ἂν τὸν Λόγον, καὶ μὴν καὶ ἐκ δυνάμεως ζῆσαι Θεοῦ; {Α} Οὐ γὰρ ἄνω τε καὶ κάτω τὸν τοῦ Θεοῦ Λόγον σάρκα τε γενέσθαι καὶ ἐνανθρωπῆσαί φαμεν; {Β} Ναί. Πῶς γὰρ οὔ; {Α} Οὐκοῦν, ὁ ἀσθενήσας σαρκί, καθὸ πέφηνεν ἄνθρωπος, ἔζησεν οὗτος ἐκ δυνάμεως Θεοῦ, καὶ οὐκ ἀλλοτρίας μᾶλλον, ἀλλὰ τῆς ἐνούσης αὐτῷ. Θεὸς γὰρ ἦν ἐν σαρκί. {Β} Καὶ μὴν ὁ Πατὴρ αὐτὸν ἀναστῆσαι λέγεται· γέγραπται γὰρ ὅτι Κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργηκεν ἐν τῷ Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου. {Α} Ἀλλ' αὐτὸν εἶναί φαμεν τὴν ζωοποιὸν δύναμιν τοῦ Πατρός, καὶ τοῖς τοῦ τεκόντος ἀξιώμασιν ἐναβρύνεσθαι, καὶ εἰ γέγονε σάρξ, καὶ αὐτομάρτυς αὐτὸς εἰσβήσεται λέγων· Ὥσπερ γὰρ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Καὶ τοῦτο ἀμογητὶ κατορθοῦν εὖ μάλα δυνάμενος, τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκε λέγων· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Πλὴν ὁ ἀναστὰς κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρός, ἐν τοῖς ἐπουρανίοις, ὑπεράνω πάσης Ἀρχῆς καὶ Ἐξουσίας καὶ Κυριότητος καὶ 768 παντὸς ὀνόματος ὀνομαζομένου. Ἆρ' οὖν ὡς ἕτερος ὢν Υἱὸς παρὰ τὸν ἐξ αὐτοῦ φύντα Λόγον, ψιλῇ συναφείᾳ τετιμημένος, καὶ ἐν χάριτος μοίρᾳ τὸ τῆς θεότητος ὄνομα λαχών, ἢ μᾶλλον αὐτὸς ὁ φύσει τε καὶ ἀληθῶς ὑπάρχων Υἱός, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος οἰκονομικῶς; {Β} Φαῖεν ἂν ἴσως αὐτοὶ τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ συναφθέντα αὐτῷ κατ' ἰσοτιμίαν ἄνθρωπον, ᾧπερ ἂν πρέποι καὶ τὸ παθεῖν τὸν θάνατον. {Α} Ἀλλὰ τὸ ἰσότιμόν τινι γενέσθαι λεγόμενον εἴη ἂν οὐχ ἓν μᾶλλον τῷ ἀριθμῷ, καθάπερ ἤδη προεῖπον, ἀλλ' ἓν μεθ' ἑνός. Δύο δὲ οἶμαι ταυτί, καὶ ἀνισομέτρως ἔχοντα κατὰ φύσιν, εἴπερ ἐστὶν ἐν μειώσει τοῦ τιμῶντος τὸ τιμώμενον. Ἐπειδὴ δὲ εἷς κεκάθικεν Υἱός, διδασκόντων αὐτοὶ τίς τοῖς ἀνωτάτω τετίμηται θάκοις, καὶ συνεδρεύει τῷ Πατρὶ εἰ καὶ ὅτι μάλιστα τῶν ἄγαν σφαλερωτάτων εἴη ἂν τὸ ἀνακομίζειν ἀποτολμᾶν εἰς ἰσοτιμίαν τῷ Δεσπότῃ τὸ δοῦλον, τῷ Κτίστῃ τὸ ποιηθέν, τῷ βασιλεῖ τῶν ὅλων τὸ ὑπὸ ζυγόν, τῷ πάντων ἐπέκεινα τὸ ἐν πᾶσι τελοῦν. {Β} Σαφηνιεῖς οὖν ἄρα τοῦτο ἡμῖν [εἰσέτι]. {Α} Καίτοι, καθάπερ ἐγᾦμαι, σαφὴς καὶ ἀποχρῶν ὁ ἐπ' αὐτοῖς δὴ τούτοις ἡμῖν ἐκπεπόνηται λόγος, ὄκνου δὲ δίχα παντὸς προσθείην ἂν οἷς ἔφην καὶ ἕτερα, καὶ οὐκ ἀγεννῆ συναγόρευσιν τὴν ὑπέρ γε τῶν ἱερῶν δογμάτων καθάπερ τινὰ παντευχίαν ἀναλαβών, ἀνταναστήσω τὸ ἀληθὲς τοῖς φρονοῦσι τὰ διεστραμμένα. Ὅτι γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, οὐ μεσολαβοῦντος τὴν οἰκονομίαν υἱοῦ παρ' αὐτὸν ἑτέρου καὶ συναφθέντος αὐτῷ σχετικῶς, κατήργηκε τοῦ θανάτου τὸ κράτος, αὐτὸς δὲ μᾶλλον δι' ἑαυτοῦ, πιστώσεται λέγων· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Αἴροντος δὲ ὑψοῦ τὴν εἰς τὸν κόσμον ἀγάπην τοῦ Θεοῦ καὶ Πατρός, ὑπερμεγέθη τε καὶ ὑπερφυᾶ γεγενῆσθαι λέγοντος, ἀνθότου κατασμικρύνουσιν οἱ διεναντίας, οὐ τὸν ἀληθῶς Υἱὸν ὑπὲρ ἡμῶν δεδόσθαι λέγοντες, ἀλλ' ἕνα τῶν καθ' ἡμᾶς, εἰσποίητον ἔχοντα τὴν τῆς υἱότητος χάριν, εἰς τὸν τοῦ κατὰ φύσιν Υἱοῦ τόπον ἀναβιβάζοντες, ὄντος δὲ Μονογενοῦς τοῦ δοθέντος ὑπὲρ ἡμῶν; Εἶτα γεγραφότος Ἰωάννου σαφῶς· Ὁ μονογενὴς Θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, πῶς οὐκ ἂν ἀγάσαιτό τις τῆς ἀμαθίας αὐτούς, ἐξωθοῦντας μὲν 769 τῆς οἰκονομίας τὸν μονογενῆ Θεὸν Λόγον, ἀντεισφέροντας δέ, ὡς ἔφην, ταῖς θύραθεν δόξαις ἐξωραϊσθέντα τινὰ καὶ ἐπακτὸν ἔχοντα τὸ τῆς θεότητος ὄνομα; Εἶτα τί τὸ μέγα καὶ ἀξιάγαστον ἐν τῇ τοῦ Πατρὸς ἀγάπῃ φανεῖται λοιπὸν εἰ μέρος τι κόσμου, καὶ τοῦτο βραχύ, δέδωκεν ὑπὲρ αὐτοῦ; Ἢ τάχα που καὶ ἀνεπίπληκτον εἰπεῖν ὡς λελύτρωται κόσμος οὐδὲν ἔχων παρὰ Θεοῦ, ἀλλὰ τοῖς αὐτοῦ μέρεσι πρὸς τοῦτο ὑπηρετούμενος. {Β} Δεδόσθαι φασὶ τὸν Μονογενῆ παρὰ τοῦ Πατρός, ἵν' οἰκονομήσῃ τὰ καθ' ἡμᾶς, οὐχ ἵνα τι πάθῃ τῶν ἀνθρωπίνων αὐτὸς εἰς ἰδίαν φύσιν· ἀμήχανον γάρ. {Α} Πάθοι μὲν ἂν αὐτὸς εἰς ἰδίαν φύσιν τὸ σύμπαν οὐδέν. Ἀσώματος γὰρ ὑπάρχων ὡς Θεός, ἔξω που πάντως κείσεται τοῦ παθεῖν. Ἐπεὶ δὲ κατὰ τὴν αὐτοῦ φωνήν, τὴν διά γέ φημι τῆς τοῦ Ψάλλοντος λύρας, σῶμα αὐτῷ κατήρτισται παρὰ τοῦ Πατρός, παρῆλθεν ἐνσώματος τοῦ ποιῆσαι τὸ θέλημα αὐτοῦ. Τοῦτο δὲ ἦν ἡ διὰ τοῦ τιμίου σταυροῦ λύτρωσις καὶ ἀνακεφαλαίωσις τῶν ὅλων δι' αὐτοῦ τε καὶ εἰς αὐτὸν εὖ μάλα κατορθουμένη. Συλλήψεται δὲ οἷς ἔφην καὶ ὁ πανάριστος Παῦλος ὡδὶ γεγραφώς· Τοῦτο φρονεῖτε ἕκαστος ἐν ὑμῖν αὐτοῖς ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Τίνα γὰρ εἶναι φὴς τὸν ὑπάρχοντα μὲν ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρός, εἶτα μένειν ἐξὸν ἐν ἰσότητι πρὸς αὐτόν, οὐχ ἁρπαγμὸν ἡγησάμενον τὸ ὑπερφερὲς οὕτω καὶ θεοπρεπὲς ἀξίωμα, καὶ τὴν κατὰ πάντων ὑπεροχήν; Οὐχὶ τὸν ἐξ αὐτοῦ πεφηνότα Θεὸν Λόγον; Εἶτα πῶς οὐχ ἅπασιν ἐναργὲς τὸ χρῆμά ἐστιν; Ἀλλ' οὗτος αὐτὸς ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, μορφὴν δούλου λαβὼν οὐ κατὰ συνάφειαν σχετικήν, Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωποςἦν γὰρ μετὰ τούτου καὶ Θεόςἐταπείνωσεν ἑαυτόν, γέγονε δὲ καὶ ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. 770 {Β} Ἀλλ' εἴρηται, φασί, περὶ αὐτοῦ ὅτι ἐχαρίσατο αὐτῷ ὁ Θεὸς ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ. Ὃ δὲ ἦν ὁ Λόγος, δῆλον δὲ ὅτι Θεός, πῶς ἂν νοοῖτο λαβών; Ἔστι τοίνυν ἀναγκαῖον τῷ ἀναληφθέντι μᾶλλον ἀνθρώπῳ δεδόσθαι λέγειν τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα μή τι τῶν ἀπεοικότων φρονοῦντες ἁλισκώμεθα περὶ τοῦ Μονογενοῦς. {Α} Εἶτα πῶς οὐκ ἄμεινον ἀσυγκρίτως ἐνανθρωπήσαντι δι' ἡμᾶς τῷ κατὰ φύσιν Υἱῷ δεδόσθαι λέγειν αὐτῷ παρὰ τοῦ Πατρός, ἵνα καὶ ἐν ἀνθρωπότητι νοῆται Θεὸς καὶ ἐν ὑπερτάτοις ὑψώμασιν ὁ τὴν καθ' ἡμᾶς ταπείνωσιν ἀνατλάς, ἵνα μὴ νέος καὶ ἀρτιφανὴς ἀγγέλοις τε καὶ ἀνθρώποις εἰσκομίζηται θεός, τὴν τῆς θεότητος δόξαν οὐκ οὐσιωδῶς ἐνυπάρχουσαν ἔχων, ἀλλ' ἔξωθεν εἰσκεκριμένην, καὶ ὡς ἐν μόνῃ θελήσει τοῦ Θεοῦ καὶ Πατρός; {Β} Αὐτῷ δὴ οὖν ἄρα τῷ ἐκ Θεοῦ Πατρὸς φύντι Λόγῳ δεδόσθαι φαμὲν τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; {Α} Πάνυ μὲν οὖν. Εἶσι δὲ ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ, εἴπερ ἐστὶν οὐ κατεψευσμένον ὡς οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, καταπεφοίτηκε δέ πως ἐπὶ τὸ μὴ ὂν ἐν δόξῃ, καθὰ πέφηνεν ἄνθρωπος. Τοιγάρτοι καὶ ἔφασκεν· Ὁ Πατὴρ μείζων μού ἐστι, καίτοι μετὸν αὐτῷ καὶ ἐνυπάρχοντι ἀεὶ καθὸ νοεῖται καί ἐστι Θεός, καὶ ἐξ αὐτοῦ γεγέννηται κατὰ φύσιν, τὸ ἀπαραλλάκτως ἔχειν πρὸς πᾶν ὁτιοῦν, καὶ τῇ τῆς θεότητος ἐναβρύνεσθαι δόξῃ. Ἔδει δὴ οὖν τὸν καταφοιτήσαντα δι' ἡμᾶς εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον οὐκ ἀπολισθῆσαι δοκεῖν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν λαμπρότητος καὶ ὑπεροχῆς, ἀλλ' ἐν κενώσει τῇ καθ' ἡμᾶς τὸ πλῆρες ἔχοντα θεϊκῶς, καὶ ἐν ταπεινώσει τὸ ὑψηλόν, καὶ τὸ φύσει προσὸν ὡς δοτὸν διὰ τὸ ἀνθρώπινον προσκυνεῖσθαι πρὸς ἁπάντων. Κάμπτει γὰρ αὐτῷ πᾶν γόνυ τῶν τε ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς, καὶ πᾶν τάγμα δοξολογεῖ. Κύριος γὰρ εἶναι πιστεύεται Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν· Πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Ἆρ' οὖν, εἰπέ μοι, προκόσμιος ἦν ὁ ἄνθρωπος ὃν ἀνειλῆφθαί φασι παρὰ τοῦ Μονογενοῦς κατὰ συνάφειαν σχετικήν; {Β} Οὐδαμῶς. {Α} Τίς οὖν ἄρα ἐστὶν ὁ δόξαν αἰτῶν ἣν καὶ πρὸ αὐτῆς 771 τῆς τοῦ κόσμου καταβολῆς ἐνυπάρχειν ἑαυτῷ φησιν, ἀεὶ καὶ διὰ παντὸς ὄντι παρὰ Θεῷ; Οὐχ ὁ συναΐδιος τῷ Πατρὶ Θεὸς Λόγος, ὁ συνθρονός τε καὶ συνυφεστηκὼς αὐτῷ, περὶ οὗ φησιν ὁ πάνσοφος εὐαγγελιστὴς Ἰωάννης· Ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος; {Β} Πῶς γὰρ οὔ; {Α} Ὥσπερ οὖν τῆς δόξης Κύριος ὤν, εἶτα καθεὶς ἑαυτὸν διὰ μέσου πρὸς τὸ δυσκλεὲς τῆς δούλου μορφῆς, τῆς ἐνούσης ἀεὶ δόξης ἑαυτῷ τὴν ἀνάληψιν αἰτεῖ, καὶ τοῦτο δρῶν ἀνθρωποπρεπῶς, οὕτω καὶ Θεὸς ὑπάρχων ἀεί, πρὸς τὴν τῆς ἰδίας θεότητος ὑπεροχήν τε καὶ δόξαν ἐκ τῶν καθ' ἡμᾶς μέτρων ἀναφοιτᾷ, ἵν' ὡς ἑνὶ λοιπὸν Υἱῷ τῷ κατὰ φύσιν καὶ ἀληθινῷ, καίτοι καθ' ἡμᾶς γεγονότι καὶ σεσαρκωμένῳ, κάμπτῃ πᾶν γόνυ, καθάπερ ἔφην ἀρτίως. Ταυτὶ γάρ, οἶμαι, φρονοῦντες ὡδέ τε πιστεύοντες, ἐγκλημάτων ἀνθρωπολατρίας οὐρανόν τε καὶ γὴν ἀπαλλάξομεν. Γέγραπται γὰρ ὅτι Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. {Β} Πλείστων ἂν δέοιτο τῶν ἐπικουρημάτων ὁ ἐπὶ τῷδε λόγος. Ἴθι δὴ οὖν καὶ δι' ἑτέρων ἡμῖν ἐννοιῶν διασάφει τὸ μυστήριον. {Α} Οὐκοῦν εἶμί τοι, καὶ μάλα προθύμως. Φαίην δ' ἂν ὅτι ἡμαρτήκασι τἀληθοῦς, ὡς ἕτερον ἡμῖν υἱὸν τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ παραζευγνύντες τῷ φύσει καὶ ἀληθῶς, δῆλον δὲ ὅτι τῷ Μονογενεῖ, καίτοι βοῶντος σαφῶς ἱεροῦ Γράμματος· Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός, ὁ δεύτερος ἐξ οὐρανοῦ, καὶ μὴν καὶ αὐτοῦ τοῦ Υἱοῦ, Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέ μοι μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ. Τίνα δὴ οὖν ἄρα φασὶ τὸν ἐξ οὐρανοῦ καθιγμένον; Γεγέννηται γὰρ τὸ σῶμα ἐκ γυναικός. {Β} Τὸν ἐκ Θεοῦ Πατρὸς δηλονότι γεννηθέντα Λόγον. Οἶμαι γὰρ οὐχ ἕτερόν τι φρονεῖν ἑλέσθαι παρὰ τοῦτο αὐτούς. {Α} Ὀρθῶς, ὦ ἑταῖρε. Γέγραφε δέ που καὶ ὁ πάνσοφος Ἰωάννης· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. Εἶτα πῶς ἐθέλοντος τοῦ Πατρὸς ἀναστῆναι πᾶν τὸ δοθὲν αὐτῷ, καὶ ἀγαθοῦ γε ὄντος τοῦ πράγματος, καὶ προσέτι θεοπρεποῦςἐοικὸς γὰρ Θεῷ τὸ σῴζειν ἐστίναὐτὸς ἔφη κατελθεῖν, οὐχ ἵνα ποιῇ τὸ θέλημα τὸ ἑαυτοῦ μᾶλλον, ἀλλὰ τὸ τοῦ Πατρός; Ἆρ' οὖν οἰήσαιτ' ἄν τις τῶν ἐν ἡμῖν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς ἡμερότητος ἰέναι κατόπιν τὸν ἐξ αὐτοῦ φύντα Υἱόν, καὶ εἶναι μὲν ἀγαθὸν ἥκιστά γε, τὸ δὲ 772 ἀναστῆσαι τὸ δοθὲν καὶ ἀπαλλάξαι φθορᾶς ἀπᾴδειν αὐτῷ; {Β} Κινδυνεύομεν. {Α} Καίτοι καταλογισαίμεθ' ἄν, καὶ μάλα εἰκότως, ὡς, ἐπείπερ ἐστὶν ἀγαθοῦ Πατρὸς γνήσιον γέννημα, νοοῖτ' ἂν ὑπάρχειν καὶ αὐτὸς ἀγαθός, ἢ γοῦν αὐτόχρημα ὅτι ἀγαθόν. Ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται, κατὰ τὴν αὐτοῦ φωνήν. Ἀληθεύσει δὲ οὕτω λέγων· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. {Β} Εὖ ἔφης. Διασάφει δὴ οὖν αὐτὸς τὸ ἀμυδρῶς εἰρῆσθαι δοκοῦν. {Α} Οὐκ ἀβούλητον μὲν γενέσθαι φαμὲν τῷ Υἱῷ τὸ καταργῆσαι θάνατον καὶ ἀποσοβῆσαι τῶν ἀνθρωπίνων σωμάτων τὴν φθοράν. Οὐ γὰρ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων, σωτήριοι δὲ καὶ αἱ γενέσεις τοῦ κόσμου, κατὰ τὸ γεγραμμένον. Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἀλλ' ἦν οὐχ ἑτέρως τὸ ἀμειδὲς τοῦ θανάτου κατασείεσθαι κράτος, πλὴν ὅτι διὰ μόνης τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς. Ταύτῃτοι πέφηνε καθ' ἡμᾶς, καὶ ἴδιον ἐποιήσατο σῶμα τὸ ὑπὸ φθοράν, κατά γε τοὺς ἐνόντας τῇ φύσει λόγους, ἵν' ἐπείπερ ἐστὶν αὐτὸς ἡ ζωὴγεγέννηται γὰρ ἐκ ζωῆς τοῦ Πατρόςἐμφυτεύσῃ τὸ ἴδιον ἀγαθὸν αὐτῷ, τουτέστι τὴν ζωήν. Ἑλομένῳ δὲ ἅπαξ ἐξ ἡμερότητος καὶ φιλανθρωπίας τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθεῖν, ἔδει συμβῆναι καὶ τὸ παθεῖν, τῆς Ἰουδαίων ἀνοσιότητος ἐμπαροινούσης αὐτῷ. Ἀλλ' ἦν αὐτῷ φορτικὸν τὸ ἐν τῷ παθεῖν δυσκλεές. Καὶ γοῦν ἐνστάντος καιροῦ καθ' ὃν ἔδει τὸν ὑπέρ γε τῆς ἁπάντων ζωῆς ὑπομεῖναι σταυρόν, ἵνα τὸ παθεῖν ἀβούλητον ἀποφήνῃ, ἀνθρωποπρεπῆ τὴν πρόσοδον καὶ ὡς ἐν σχήματι προσευχῆς ἐποιεῖτο λέγων· Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ. Καταβῆναι τὸν ἐξ οὐρανοῦ φησιν, οὐκ ἀβούλητον ποιησόμενον τὸ λυποῦν, ἵνα κατορθώσῃ τοῖς ἐπὶ γῆς τὴν ἀνάστασιν, ἣν δὴ καὶ μόνος αὐτὸς κεκαινοτόμηκε τῇ ἀνθρώπου φύσει. Γέγονε γὰρ πρωτότοκος ἐκ νεκρῶν κατὰ σάρκα, καὶ ἀπαρχὴ τῶν κεκοιμημένων. {Β} Αὐτοῦ τοιγαροῦν τὸ πάθος καὶ οὐχ ἑτέρου λέγοιτο ἄν, καθὸ πέφηνεν ἄνθρωπος, εἰ καὶ μεμένηκεν ἀπαθὴς καθὸ νοεῖται Θεός. {Α} Οὕτω φημί. Διαμέμνησο δὲ τῆς θεοπνεύστου λεγούσης Γραφῆς· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν. {Β} Ἆρ' οὖν τὸν ἔσχατον Ἀδὰμ τὸν ἐκ Θεοῦ φαμεν ὠνομάσθαι Λόγον; 773 {Α} Οὐ γυμνόν, ὡς ἔφην, γεγονότα δὲ μᾶλλον ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς. Αὐτὸν οὖν εἶναί φαμεν, εἴπερ ἐστὶν οὐκ ἀνθρώπινον, θεοπρεπὲς δὲ μᾶλλον τὸ [ζωοποιεῖν]. Κεχρημάτικε δὲ καὶ ἔσχατος Ἀδάμ, ὡς ἐξ Ἀδὰμ γεγονὼςκατὰ σάρκα, καὶ ἀρχὴ δευτέρα τῶν ἐπὶ γῆς, ἀναστοιχειουμένης ἐν αὐτῷ τῆς ἀνθρώπου φύσεως εἰς καινότητα ζωῆς, τῆς ἐν ἁγιασμῷ τε καὶ ἀφθαρσίᾳ, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως· κατηργήθη γὰρ οὕτω θάνατος, οὐκ ἀνασχομένης τῆς κατὰ φύσιν ζωῆς ὑποθεῖναι τῇ φθορᾷ τὸ ἴδιον σῶμα, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι Χριστὸν ὑπ' αὐτῆς, κατὰ τὴν τοῦ θεσπεσίου φωνήν. Διέβη δὲ οὕτως καὶ εἰς ἡμᾶς αὐτοὺς τὸ ἐκ τοῦ κατορθώματος ἀγαθόν. {Β} Ἄριστα ἔφης. {Α} Ἄθρει δὲ δή μοι κἀκεῖνο πρὸς τούτοις. {Β} Τὸ τί δὴ φής; {Α} Ἔφη που Χριστὸς τοῖς ἁγίοις ἀποστόλοις· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Βεβαπτίσμεθα δὴ οὖν εἰς ἁγίαν καὶ ὁμοούσιον Τριάδα, τὴν ἔν γέ φημι τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι. Ἢ οὐκ ἀληθὲς ὅπερ ἔφην; {Β} [Καὶ] πῶς γὰρ οὔ; {Α} Οὐ†...† Πατέρα μὲν νοοῦμεν τὸν γεγεννηκότα, Υἱὸν δὲ δὴ καὶ αὖ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθέντα μονογενῆ Θεὸν Λόγον; {Β} Καὶ πάνυ. {Α} Πῶς οὖν εἰς τὸν θάνατον αὐτοῦ βεβαπτίσμεθα, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν· Ὅσοι γάρ, φησίν, εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Ἀλλ' εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, καὶ οὐ δήπου φαῖεν ἂν ὡς εἰς ἕτερον ὄντα καὶ ἰδικῶς Υἱὸν τὸν ἐκ σπέρματος τοῦ Δαυεὶδ βεβαπτίσμεθα. Ἐπειδὴ δὲ Θεὸς ὢν φύσει πέρα νοεῖται πάθους, εἶτα παθεῖν ἠθέλησεν, ἵνα σώσῃ τοὺς ὑπὸ φθοράν, ὡμοιώθη κατὰ πάντα τοῖς ἐπὶ γῆς, καὶ ἀπότεξιν ὑπέμεινε τὴν κατὰ σάρκα ἐκ γυναικός, καὶ ἴδιον ἐποιήσατο, ὡς ἔφην, σῶμα, τὸ γεύσασθαι τοῦ θανάτου δυνάμενον, ἀναβιῶναί τε αὖ, ἵνα μένων αὐτὸς ἀπαθής, σαρκὶ τῇ ἰδίᾳ λέγοιτο παθεῖν. Σέσωκε γὰρ τὸ ἀπολωλός. Καὶ γοῦν ἔφασκεν ἐναργῶς· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν ἑαυτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. Καὶ πάλιν· Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. Ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Ἀλλ' ἦν οὐχ ἑνὸς τῶν καθ' ἡμᾶς, οὔτε μὴν ἀνθρώπου κοινοῦ, τὸ ἐξουσίαν ἔχειν θεῖναί τε ψυχὴν καὶ ἀναλαβεῖν 774 αὐτήν. Τέθεικε δὲ καὶ ἀνέλαβεν ὁ Μονογενὴς καὶ ἀληθῶς Υἱός, τῶν τοῦ θανάτου βρόχων ἡμᾶς ἔξω τιθείς. Ἴδοι δ' ἄν τις εὖ μάλα τουτὶ καὶ ἐν ταῖς Μωϋσέως βίβλοις, ὡς ἐν σκιαῖς ἐπὶ τοῖς πάλαι διαμορφούμενον· ἐξείλετο γὰρ θανάτου καὶ φθορᾶς ἡ τοῦ προβάτου σφαγὴ τοὺς ἐξ Ἰσραήλ, καὶ δεδυσώπηκε τὸν ὀλοθρευτήν. Τύπος δὲ ἦν ἄρα τὸ χρῆμα Χριστοῦ. Τὸ γὰρ Πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός, ἵνα τὸ ἀμειδὲς τοῦ θανάτου καταλύσῃ κράτος, αἵματί τε τῷ ἰδίῳ κατακτήσηται τὴν ὑπ' οὐρανόν. Ἠγοράσμεθα γὰρ τιμῆς, καὶ οὔκ ἐσμεν ἑαυτῶν. Εἷς γὰρ ὑπὲρ πάντων ἀπέθανεν, ὁ πάντων ἀξιώτερος, ἵν' οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Συλλήψεται δὲ καὶ ὁ Παῦλος λέγων· Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστός. συνεσταύρωμαι. Ζῶ δὲ οὐκ ἔτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ, τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ [ἐμοῦ]. Χριστοῦ τοιγαροῦν οἱ πάντες ἐσμέν, καὶ δι' αὐτοῦ κατηλλάγμεθα τῷ Πατρί, σαρκὶ παθόντος ὑπὲρ ἡμῶν, ἵν' ἡμᾶς ἀποφήνῃ κεκαθαρμένους. Γέγραπται γὰρ ὅτι· Διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν. Καὶ πάλιν· Καὶ ἡμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ. Σύνες οὖν ὅπως ἴδιον αἷμα καὶ ἰδίαν σάρκα φησὶν αὐτοῦ τὴν δοθεῖσαν ὑπὲρ ἡμῶν, ἵνα μὴ ἑτέρου παρ' αὐτὸν υἱοῦ λέγωμεν αὐτήν, νοουμένου τε ἀναμέρος, καὶ ψιλῇ συναφείᾳ τετιμημένου, καὶ ἐπακτὴν ἔχοντος δόξαν, καὶ οὐκ οὐσιώδη τὴν ὑπεροχήν, ἐπίβλημα δὲ καὶ ὥσπερ τι προσωπεῖον ἐπερριμμένον αὐτῷ, τό τε τῆς υἱότητος καὶ τῆς ὑπὲρ πάντα θεότητος ὄνομα. Οὕτω γὰρ ἔχοντι κατὰ φύσιν καθὰ φρονεῖν ἐγνώκασιν οἱ δι' ἐναντίας, ἁρμόσειεν ἂν αὐτῷ κατ' οὐδένα τρόπον τὸ χρῆναι λέγειν· Ἐγώ εἰμι ἡ ἀλήθεια. Πῶς γὰρ ἀληθὲς τὸ οὐχ οὕτως ἔχον ὡς λέγεται, νωθὸν δὲ ὥσπερ τι καὶ ψευδώνυμον; Ἀλλὰ μὴν ἀλήθεια Χριστός, καὶ ἐπάνω πάντων ὡς Θεός. Μεμένηκε γὰρ ὅπερ ἦν ὁ Λόγος, εἰ καὶ γέγονε σάρξ, ἵν' ὁ πάντων ἐπέκεινα καὶ ἐν τοῖς πᾶσι γεγονὼς διὰ τὸ ἀνθρώπινον σωζόμενον ἔχοι τὸ εἶναι πέρα παντὸς καὶ τῶν τῆς κτίσεως ἐπέκεινα μέτρων. 775 {Β} Ἀλλ' ἐναπομάξεται, φησί, τῷ Θεῷ Λόγῳ πολύ τι τὸ δυσκλεὲς τὸ λέγεσθαι παθεῖν. Διαβεβλήσεται δὲ πρὸς τούτῳ καὶ αὐτό που τάχα τὸ σεπτὸν ἡμῶν μυστήριον. {Α} Ἀλλ' αἰσχύνης καταφρονήσας, εἵλετο παθεῖν σαρκὶ δι' ἡμᾶς, κατὰ τὰς Γραφάς. Ἀρρώστημα δὲ φρενὸς Ἰουδαϊκῆς καὶ τῆς Ἑλλήνων ἀβελτερίας ἔγκλημα δεινὸν καταλογισαίμην ἂν τὸ αἰσχύνεσθαι δοκεῖν τὸ ἐπὶ τῷ σταυρῷ πάθος. Γράφει γοῦν ὁ θεσπέσιος Παῦλος· Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν, ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν, ὅτι τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστί, καὶ τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. {Β} Τίνα τρόπον; Συνίημι γὰρ ἥκιστά γε. {Α} Οὐ γὰρ Ἰουδαίοις μὲν σκάνδαλον τὸ ἐπὶ τῷ σταυρῷ πάθος γενέσθαι φησίν, Ἕλλησι δὲ μωρίαν; Οἱ μὲν γὰρ ἔφασκον, ἀπηρτημένον ὁρῶντες τοῦ ξύλου, καὶ τὰς μιαιφόνους ἐπ' αὐτῷ σείοντες κεφαλάς· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσομέν σοι. Ὥοντο γὰρ ὅτι τῆς αὐτῶν ἰσχύος ἡττώμενος ἥλω καὶ πέπονθε. Πεπλάνηντο γάρ, οὐχ Υἱὸν εἶναι Θεοῦ νομίσαντες ἀληθῶς, ἀλλ' εἰς μόνην ὁρῶντες τὴν σάρκα. Ἕλληνές γε μήν, τὸ τοῦ μυστηρίου βάθος κατ' οὐδένα τρόπον συνιέναι δυνάμενοι, μωρίαν εἶναι νομίζουσι τὸ λέγεσθαι πρὸς ἡμῶν τεθνάναι Χριστὸν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀλλ' αὐτὸ δὴ τουτὶ τὸ δοκοῦν εἶναι μωρὸν σοφώτερον τῶν ἀνθρώπων ἐστί. Βαθὺς γὰρ ὁ λόγος, καὶ τῆς ἀνωτάτω σοφίας ἐπίμεστος ἀληθῶς, ὁ ἐπί γέ φημι τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, καὶ τὸ ἀσθενὲς εἶναι νομισθὲν παρά γε τοῖς Ἰουδαίων δήμοις ἰσχυρότερον τῶν ἀνθρώπων ἐστί. Σέσωκε γὰρ ἡμᾶς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδύς, ἵνα σαρκὶ παθὼν καὶ ἐγηγερμένος ἐκ νεκρῶν, κρείττονα θανάτου καὶ φθορᾶς τὴν ἡμῶν ἀποφήνῃ φύσιν. Ἔστι δὲ ὑπὲρ χεῖρα τὴν καθ' ἡμᾶς τὸ κατωρθωμένον. Οὐκοῦν, ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶ τὸ ἀσθενείᾳ τῇ καθ' ἡμᾶς καὶ ὡς ἔν γε τῷ παθεῖν πεπράχθαι δοκοῦν, δυνάμεώς τε τῆς θεοπρεποῦς ἐπίδειξιν ἔχον. {Β} Εἶτα πῶς ἂν ὁ αὐτός, φασί, παθὼν μὴ πάθοι; {Α} Σαρκὶ τῇ ἰδίᾳ παθών, καὶ οὐ θεότητος φύσει. Καὶ ἀπόρρητος μὲν παντελῶς ὁ ἐπὶ τούτοις λόγος, καὶ οὐκ ἄν τις

Intertext edge

Open linked passage

Note