Quod unus sit Christus ok
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/cyril-of-alexandria" aria-label="More works by Cyril of Alexandria">
—
⋯
Original / primary: Pg Scrape Grc
776.1
ἐφίκοιτο νοῦς τῶν οὕτως ἰσχνῶν καὶ ὑπερηρμένων ἐννοιῶν. Ἑπόμενοί γε μὴν τοῖς εἰς ὀρθότητα λογισμοῖς, καὶ τὸν τοῦ εἰκότος περιαθροῦντες λόγον, οὔτε τοῦ λέγεσθαι παθεῖν ἀλλοτριοῦμεν αὐτόν, ἵνα μὴ πρὸ τούτου καὶ τὴν κατὰ σάρκα γέννησιν οὐκ αὐτοῦ μᾶλλον, ἀλλ' ἑτέρου φῶμεν εἶναί τινος, οὔτε μὴν εἰς τὴν θείαν αὐτοῦ καὶ ὑπερτάτην πεπράχθαι φύσιν διοριζόμεθα τὰ σαρκός· νοοῖτο δ' ἄν, ὡς ἔφην, σαρκὶ τῇ ἰδίᾳ παθεῖν, καίτοι θεότητι μὴ παθὼν κατὰ τοιόνδε τινὰ τρόπον. Καὶ ἀσθενεῖ μὲν πᾶσα παραδειγμάτων δύναμις, καὶ τῆς ἀληθείας κατόπιν ἔρχεται. Πλὴν ἐνίησι τῷ νῷ φαντασίαν ἰσχνὴν τοῦ πράγματος, καὶ ὡς ἀπό γε τῶν ἐν χερσὶν ἀναβιβάσει πρὸς τὸ ὕψος καὶ τὸ πέρα λόγου. Ὥσπερ γὰρ ὁ σίδηρος ἢ γοῦν ἑτέρα τις ὕλη τοιαύτη, ταῖς τοῦ πυρὸς ὁμιλήσασα προσβολαῖς, εἰσδέχεται μὲν αὐτὸ καὶ κατωδίνει τὴν φλόγα, εἰ δὲ δὴ καὶ καταπαίοιτο τυχὸν ὑπό του, δέχεται μὲν ἡ ὕλη τὸ βλάβος, ἀδικεῖται δὲ ὅλως πρὸς τοῦ παίοντος οὐδὲν ἡ τοῦ πυρὸς φύσις, οὕτω πως συνήσεις καὶ ἐν τῷ σαρκὶ λέγεσθαι παθεῖν, θεότητι δὲ μὴ παθεῖν τὸν Υἱόν. Καὶ σμικρὰ μέν, ὡς ἔφην, τῶν παραδειγμάτων ἡ δύναμις, ἀποφέρει δέ πως τῆς ἀληθείας ἐγγὺς τοὺς τοῖς ἱεροῖς Γράμμασιν οὐκ ἀπειθεῖν ᾑρημένους. {Β} Εὖ λέγεις. {Α} Εἰ γὰρ οὐκ ἀμέσως ἰδία τοῦ Λόγου γέγονεν ἡ ἀπορρήτως αὐτῷ καὶ ὑπὲρ νοῦν καὶ λόγον ἑνωθεῖσα σάρξ, πῶς ἂν νοοῖτο ζωοποιός; Ἐγὼ γάρ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Ἐάν τις φάγῃ ἐκ τοῦ ἄρτου τούτου, ζήσεται εἰς τὸν αἰῶνα, καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἀλλ' εἴπερ ἐστὶν ἡ σὰρξ υἱοῦ παρ' αὐτὸν ἑτέρου, κατὰ συνάφειαν σχετικὴν οἰκειωθέντος αὐτῷ, καὶ χάριτι κεκλημένου πρὸς ἰσοτιμίαν, πῶς ἰδίαν αὐτὴν ὀνομάζει, καίτοι ψεύδεσθαι μὴ εἰδώς; Πῶς δ' ἂν καὶ ζωοποιήσειε τὸν κόσμον ἡ ἑτέρου τινὸς σάρξ, εἰ μὴ γέγονεν ἰδία τῆς ζωῆς, δῆλον δὲ ὅτι τοῦ ἐκ Θεοῦ Πατρὸς ὄντος Λόγου, περὶ οὗ φησιν ὁ θεσπέσιος Ἰωάννης· Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν αὐτόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος. {Β} Ἀλλά, οἶμαι, πρὸς τοῦτο φαῖεν ἂν εἰρῆσθαι παρ' αὐτοῦ καὶ μάλα σαφῶς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ 777 τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Συνίεμεν τοίνυν ἡμεῖς, φασίν, ὡς ἔστι μᾶλλον οὐ τοῦ Θεοῦ Λόγου, ἀλλὰ τοῦ συναφθέντος αὐτῷ ἀνθρώπου τὸ τετιμημένον σῶμα καὶ τὸ αἷμα. {Α} Εἶτα ὅποι ποτὲ θεῖεν ἂν τὸ μέγα τῆς εὐσεβείας μυστήριον; Ἀναιρεῖται γάρ, ὡς ἔοικεν, ἡ τοῦ Θεοῦ Λόγου κένωσις, ὄντος μὲν ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός, ἑλομένου δὲ δι' ἡμᾶς μορφὴν δούλου λαβεῖν, καὶ ἐν ὁμοιώσει γενέσθαι τῇ πρὸς ἡμᾶς, καὶ μετασχεῖν σαρκὸς καὶ αἵματος, καὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν ὅλῃ χαρίσασθαι τῇ ὑπ' οὐρανόν. Σέσωσται γὰρ δι' αὐτῆς, ἀνακεφαλαιουμένου τὰ πάντα τοῦ Πατρὸς ἐν αὐτῷ, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, καθὰ γέγραπται. Εἰ μὲν οὖν οὐκ αὐτὸν εἶναί φασι τὸν Μονογενῆ, θεοπρεπῶς τε ὁμοῦ καὶ ἀνθρωπίνως λέγοντα· Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ἕτερον δέ τινα παρ' αὐτὸν ἰδικῶς νοούμενον Υἱὸν ἀνθρώπου σεσωκέναι ἡμᾶς, οὐκ αὐτός ἐστι Κύριος, κατὰ τὸ γεγραμμένον, ἀλλ' εἷς ἐξ ἡμῶν, καὶ ζωοποιεῖται λοιπὸν τὰ ὑπὸ φθορὰν οὐ διά γε Θεοῦ μᾶλλον τοῦ ζωοποιεῖν ἰσχύοντος, ἀλλ' ὑφ' ἑνὸς τῶν ὑπὸ φθοράν, χάριτι μεθ' ἡμῶν λαβόντος τὸ ζῆν. Εἰ δὲ ἀληθὲς ὅτι σὰρξ γέγονεν ὁ Λόγος, κατὰ τὰς Γραφάς, καὶ ἐπὶ γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη, τὴν τοῦ δούλου μορφὴν ὡς ἰδίαν ἔχων, κεκλήσεται καὶ Υἱὸς ἀνθρώπου, κἂν ἀσχάλλωσί τινες ἐπὶ τούτῳ, τοῖς τῆς ἀμαθίας ἐγκλήμασι σφᾶς αὐτοὺς ἐνιέντες ἁλοῖεν ἄν. Οὐ γὰρ ἦν ἑτέρως ζωοποιὸν γενέσθαι τὴν σάρκα, καίτοι κατ' ἰδίαν φύσιν ὑπενηνεγμένην τῷ φθείρεσθαι δεῖν, εἰ μὴ γέγονεν ἰδία τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου. Ἐνηργεῖ γὰρ οὕτως τὰ αὐτοῦ, τὴν ζωοποιὸν αὐτοῦ δύναμιν ὠδινήσασα. Καὶ θαυμαστὸν οὐδέν, εἰ γάρ ἐστιν ἀληθὲς ὅτι ταῖς ὕλαις ὁμιλῆσαν τὸ πῦρ, καίτοι θερμὰς οὐκ οὔσας αὐτὰς κατ' ἰδίαν φύσιν, ἀποφαίνει θερμάς· ἐνίησι γὰρ καὶ μάλα πλουσίως αὐταῖς τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ἐνέργειαν. Πῶς οὐ μᾶλλον ἐνίησι Θεὸς ὢν ὁ Λόγος τῇ ἰδίᾳ σαρκὶ τὴν ζωοποιὸν ἑαυτοῦ δύναμιν καὶ ἐνέργειαν, ἑνωθεὶς αὐτῇ καὶ ἰδίαν αὐτὴν ἀποφήνας, ἀσυγχύτως καὶ ἀτρέπτως καὶ καθ' ὃν οἶδε τρόπον αὐτός; {Β} Ἀναγκαῖον οὖν ἄρα συνομολογεῖν, οὐδενὸς ἑτέρου μεσολαβοῦντος, παντελῶς ἴδιον γενέσθαι τὸ σῶμα τοῦ ἐκ τοῦ Πατρὸς ὄντος Λόγου, κἂν ἐψυχωμένον νοοῖτο ψυχῇ νοερᾷ. {Α} Πάνυ μὲν οὖν, εἰ τὸν ἀπλανῆ τῆς πίστεως ὀρθοτο778 μοῦμεν λόγον, καὶ τῶν τῆς ἀληθείας δογμάτων ἐσμὲν ἐρασταί, καὶ τὴν τῶν ἁγίων πατέρων ἰχνηλατοῦμεν πίστιν, οὐκ ἀποφερόμενοι τῆς εὐθείας, οὔτε μὴν τὴν βασιλικὴν ἀφέντες τρίβον, καὶ ταῖς τινων εἰκαιομυθίαις εἰς κίβδηλον νοῦν ἀποκομιζόμενοι, ἐποικοδομούμενοι δὲ μᾶλλον ἐπ' αὐτῷ τῷ θεμελίῳ, τουτέστι ΧριστῷΘεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, καθὰ γέγραφεν ἀληθῶς ὁ σοφὸς ἀρχιτέκτων καὶ τῶν αὐτοῦ μυστηρίων ἱερουργός. Ἕνα τοιγαροῦν τὸν Υἱὸν τοῦ Θεοῦ καὶ Πατρὸς εἶναι πιστεύομεν, καὶ ἐν ἑνὶ προσώπῳ νοούμενον τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν, γεννηθέντα μὲν ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς θεϊκῶς ὡς Λόγον πρὸ παντὸς αἰῶνος καὶ χρόνου, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς τὸν αὐτὸν γεγονότα κατὰ σάρκα ἐκ γυναικός, αὐτῷ τε προσνεμοῦμεν τά τε θεοπρεπῆ καὶ τὰ ἀνθρώπινα, καὶ αὐτοῦ γενέσθαι φαμὲν τὴν κατὰ σάρκα γέννησιν καὶ τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, οἰκειουμένου μὲν ἅπαντα τὰ τῆς ἰδίας σαρκός, μεμενηκότος γε μὴν ἀπαθοῦς τῇ τῆς θεότητος φύσει. Κάμπτει γὰρ οὕτως αὐτῷ πᾶν γόνυ, Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.